113
Ἱερουσαλήμ· "Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου." Μετ' ὀλίγα τε λέγει περὶ αὐτῆς, ὅτι "Ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς," καὶ τὰ ἑξῆς. Τὸν δὲ Οὐρίαν, φασὶ, τὸν ἱερέα παραλαβεῖν κελεύεται μάρτυρα, ὡς ἂν εἰωθότες ἀπειθεῖν Ἰουδαῖοι προφήταις τῷ παρ' αὐτοῖς τιμιωτάτῳ πεισθήσονται [κοιν]ωνῷ γεγονότι τῆς θέας. Τὸ δὲ, αὐτὸς ἔρχεται, ὁ Πέρσης, φασὶ, καὶ Ἐλαμίτης, ἢ ὁ τούτων Κύρος ἡγούμενος· ἀπὸ Θεοῦ τε εἰρῆσθαι τὸ, πέπτωκε Βαβυλών. Καταλελειμμένους δὲ λέγει τοὺς μὴ μετὰ τῶν ἄλλων αἰχμαλώτους ἀπαχθέντας, οἳ καὶ τὴν χώραν, καὶ τὴν πόλιν, καὶ τὸν ναὸν, τούς 2165 τε πεσόντας, καὶ ληφθέντας ὠδύροντο. Τούτοις οὖν παραμυθίαν, τὴν τῶν αὐτοὺς πεπορθηκότων ἀπήγγειλε συμφοράν. Τινὲς δὲ καταλελειμμένους τοὺς μὴ συμπλανηθέντας τῇ τῶν ἄλλων ἀσεβείᾳ φησὶν, οἳ βραχεῖς τινες ὄντες, τοὺς πλανηθέντας ὠδύροντο. Οἷς δὴ καί φησιν ἀναγγεῖλαι τὰ προλαβόντα τὸν Κύριον, ὡσεὶ ἔλεγεν· Ὑμῖν γὰρ ἐξέφηνεν ὡς δι' ἑρμηνέως ἐμοῦ. Τοῦτο τῆς περὶ Αἴγυπτον προφητείας τὸ τέλος. ΤΟ ΟΡΑΜΑ ΤΗΣ Ι∆ΟΥΜΑΙΑΣ. ιαιζʹ. 9Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηείρ· Φυλάσσετε ἐπάλξεις. Φυλάσσω τὸ πρωῒ, καὶ τὴν νύκτα. Ἐὰν ζητῇς ζήτει, καὶ παρ' ἐμοὶ οἴκει. Ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ. Ἐν τῇ ὁδῷ ∆αιδὰν, συνάντησιν διψῶντι ὕδωρ φέρετε9, κ.τ.λ. Καὶ οὗτοι τοῖς ἐξ Ἰσραὴλ ἦσαν πολέμιοι, καὶ συνεχῶς αὐτοῖς ἐπετίθεντο· καὶ μάρτυς ∆αβὶδ λέγων· "Κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσραηλῖται, Μωὰβ, καὶ Ἀγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν, καὶ Ἀμαλήκ." Προὔταξε γὰρ τῶν ἄλλων τοὺς Ἰδουμαίους. Ἔθνοςδὲ τοῦτο μέγιστον ἀμφὶ τὴν Πέτραν τῆς Ἀραβίας, ἐκ τοῦ Ἡσαῦ καταγόμενον, ὃς Ἐδὼμ ἐκλήθη, ὅστις ἑρμηνεύεται γήϊνος. Τοιοῦτος γὰρ ὁ βίος αὐτῷ. Καὶ ἀντὶ βρώσεως μιᾶς, ἀπέδοτο τὰ πρωτοτόκια τῷ Ἰακὼβ ἀδελφῷ ὄντι, ὃς καὶ Ἰσραὴλ ὠνομάζετο. Ἐξοὗ τὸ τῶν Ἰουδαίων κατήγετο γένος. Ἀδελφῶν γὰρ παῖδες Ἰουδαῖοι ἐξ Ἐδὼμ οὕτω λεγόμενοι. Καὶ ὅμως οὐδὲ ψιλὴν πάροδον ἐξ Αἰγύπτου παρέσχον Ἰσραὴλ εἰς γῆν τῆς ἐπαγγελίας ἰόντι. Καὶ μετὰ ταῦτα πικρῶς οὔτω διέκειντο πρὸς αὐτοὺς, ὡς ὁ προφήτης ὁ λέγων δηλοῖ· "Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰδουμαίας, καὶ ἐπὶ ταῖς τέτταρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐλυμήνατο πατέρα ἐπὶ γῆς," κατὰ δὲ Σύμμαχον σπλάγχνα ἴδια· ἐξ ἀδελφῶν γὰρ, ὡς εἴρηται, γνησίων ἐγένοντο. Ἔοικε δὲ τοῖς ἑαυτοῦ γνωρίμοις ὁ Θεὸς προσφωνεῖν λέγων· Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηείρ· ἢ κατὰ τοὺς λοιποὺς, τοὺς φεύγοντας παρὰ τοῦ Σηείρ. Ὅπερ ἦν ὅρος ἐν Ἀραβίᾳ, τοῦ Ἡσαῦ πόλις τε λαμπρὰ, καθ' ἣν αὐτοῦ συνίστατο τὰ βασίλεια. Οὕτω δὲ τὸ ὄρος λεγόμενον εἰσέτι τοῖς ἐπιχωρίοις γνωρίζεται. Τοῖς οὖν ἀγωνιῶσι τὸν ἀπὸ τῶν Ἰδουμαίων φόβον, πρὸς ἐμὲ λέγει, Σπεύδοντες ἥκετε, καὶ παρ' ἐμοὶ γενόμενοι, τὰς ἑαυτῶν ἐπάλξεις φυλάσσετε, κἀμὲ φύλακα νυκτὸς ἔχοντες καὶ ἡμέρας. Ζητείτω τοίνυν παρ' ἐμοῦ τὴν βοήθειαν ὁ ταύτης ἐπιδεής. Οἰκείωτε παρ' ἐμοὶ πᾶς ὁ τῆς ἑαυτοῦ σωτηρίας πεφροντικώς. Ἐπαγγέλλεται γὰρ αὐτοῖς τὴν ἑαυτοῦ βοήθειαν, εἴπερ ἕλοιντο παραμένειν αὐτῷ. Τὰ δὲ ἑξῆς ὁ προφήτης ἑτέρας ὑποθέσεως 2168 ἐπιλαβόμενος λέγει ληφθεὶς ὑπὸ τοῦ ἁγίου Πνεύματος· ∆ιὸ καὶ λῆμμα τὸν λόγον καλεῖ, οὐ περὶ τῶν Ἰδουμαίων λέγοντα μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν τὴν Ἀραβίαν οἰκούντων, καὶ πολεμούντων Ἰσραήλ. Οὓς βούλεται παυσαμένους τοῦ θράσους ἐπιγνῶναι μᾶλλον τὰς ἑαυτῶν συμφοράς. Τῶν γὰρ πολεμίων ἐπιόντων αὐτοῖς ἀποτελεῖσθαι μὲν τοὺς πλείους, ὀλίγοις δὲ οὖσι τοῖς φεύγουσι φόβῳ τε λελυμένοις καὶ κόπῳ, προαπαντᾶν τοὺς ἀπὸ Θεμὰν φιλανθρώπως ἐπιδιδόντας τροφὴν ἀποθανεῖν κινδυνεύουσιν, ἔνθαπερ τύχοιεν φεύγοντες ἐν ἐρημίαις τε καὶ δρυμοῖς καταλαβούσης ἑσπέρας. Τὸν δὲ χρόνον τῆς ἀπωλείας προστίθησι, μετ' ἐνιαυτὸν εἰπὼν ἀκριβῶς ἀριθμούμενον ὡς ἐπιμισθωτοῦ καραδοκοῦντος ἐλευθερωθῆναι μισθώσεως, καὶ καθ' ἡμέραν, ὡς εἰπεῖν, ἀριθμοῦντος τὸν χρόνον. Πόλις δὲ τῆς Ἀραβίας Κηδὰρ, ἣν μετὰ τῶν ἄλλων ἀπολεῖσθαί φησιν, ὡς ὀλίγους ἐκ πάντων σωθήσεσθαι· εὕροις δ' ἂν καὶ παρ' Ἰεζεκιὴλ