114
ἰδιάζουσαν προφητείαν περὶ Κηδὰρ καὶ Ἰδουμαίας καὶ ὄρους Σηείρ. Ὁ δὲ Ἱερεμίας καὶ σοφίαν οὖσάν τινα παρὰ τοῖς Ἰδουμαίοις παρίστησιν λέγων· "Οὐκ ἔστιν ἔτι σοφία ἐν Θεμάν. Ἀπώλετο ἡ βουλὴ ἐκ συνετῶν. Ὤχετο ἡ σοφία αὐτῶν." Τὸ δὲ τέλος αὐτοῖς οἷον ἔσται, παρίστησι· "∆έδωκά σε ἐν τοῖς ἔθνεσιν εὐκαταφρόνητον." Καὶ πάλιν· "Ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον," καὶ τὰ ἐπὶ τούτοις. Τινὲς δὲ λέγουσιν, ὡς πρὸς τῇ πάλαι καθ' Ἱερουσαλὴμ ὠμότητι, ἔτι καὶ τάδε προσέθηκαν. Ἁλούσης γὰρ Ἱερουσαλὴμ, καὶ πάσης τῆς Ἰουδαίας ὑπ' Ἀσσυρίων, καὶ τῶν μὲν ἀνῃρημένων, τῶν δὲ ἀνδραποδιζομένων, οἱ μόλις σωθέντες, ὡς εἰς ὅμορον τὴν Ἰδουμαίαν καὶ συγγενῶν οὖσαν κατέφευγον. Οἱ δὲ πρὸς τῷ μὴ σώζειν, χείρους ἐπ' αὐτοῖς τῶν πολεμίων ἐγένοντο. ∆ῆλα δὲ ταῦτα πεποίηκεν Ἀβδιοῦ λέγων· "Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας." Καὶ μεθ' ἕτερα δεινὰ τὴν αἰτίαν προσέθηκε λέγων· "∆ιὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ." Καὶ μετ' ὀλίγα· "Καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ. Καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους. Καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν." Οἱ τοίνυν Ἀσσύριοι τὴν Ἰουδαίαν φασὶν, ἑλόντες πρός τε τὰ οἴκοι χωροῦντες, ὁδοῦ πάρεργον ἐποιοῦντο τῆς Ἰδουμαίας τὴν δῄωσιν, καὶ πάντας αὐτοὺς ἐχειρώσαντο. Πρὸς οὓς Ἰδουμαίους φησὶν Ἀβδίας· "Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου." ∆ιὸ νῦν, φησὶ τῷ προφήτῃ Θεός· Πρός με κάλει Σηεὶρ, ὡς μελλόντων ὅσον οὔπω τραπήσεσθαι πρὸς φυγήν. Τοῦτ' ἔστιν, Ἡκέτωσαν καὶ αὐτοὶ φεύγοντες εἰς τὴν Ἰουδαίαν, ἵν' ὡς ἐπετώθαζον ἡττημένοις, καὶ αὐτοὶ γελασθήσονται τῶν Ἀσσυρίων ἥττους γενόμενοι. Πρὸς οὓς ἐν ἤθει τινί φησιν ὀνειδίζων, ὡς Ἀνόνητα μοχθεῖτε περὶ τὰ τείχη, διαφυγεῖν τοὺς ἐπιόντας ἐλπίζοντες, καὶ μὴ τὴν θείαν συμμαχίαν αἰτούμενοι. Οἳ δὴ καί φασι· Φυλάσσω τὸ πρωῒ 2169 καὶ τὴν νύκτα. Ἀλλ', "Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων." Ἐὰν οὖν βούλει, φησὶν, ἐπικουρίαν ζητεῖν, ζήτει ταύτην παρ' ἐμοῦ τοῦ διασώζειν ἰσχύοντος. Καὶ οἴκει παρ' ἐμοί. Τοῦτ' ἔστιν, Ἐμὸς ἔσο, καὶ φρόνει τἀμὰ τῶν εἰδώλων ἀφέμενος, κατὰ τό· "Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθείτω." Καὶ, "Ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται." Ἐπιόντων δέ σοι τῶν πολεμίων ἔξω πόλεων ἔσο καὶ οἴκων, ὁμοῦ τε τοῖς ἀγρίοις συναυλίζου θηρίοις. Ἀποτίσεις γὰρ τὴν ἴσην ποινήν. Προτείνει τε αὐτοῖς ἅπερ ἔδει ποιεῖν τοῖς φυγοῦσιν ἐξ Ἰσραήλ. Ἐχρῆν γὰρ, φησὶν, ὑμᾶς ὦ ἐκ Θεμὰν ἐν τῇ ὁδῷ ∆αιδὰν προαπαντῆσαι, τοῖς φεύγουσιν τὰ πρὸς τὴν χρείαν προτείνοντας· ὃ μὴ ποιήσαντες πείσεσθε μετ' ἐνιαυτὸν τὰ δεινότατα. Θεοῦ γὰρ εἰπόντος, ἔσται πάντως τὰ προλεγόμενα. Ὁμοίως δὲ νοήσεις, καὶ διωγμῶν ἐπικειμένων Ἑλληνικῶν, τοὺς ἐκ τῶν αἱρέσεων τοῖς ὀρθὰ φρονοῦσι συνεπιτίθεσθαι δοκοῦντας εἶναι Χριστιανοὺς, οὓς οὐκ εἰς μακρὰν ἡ θεία δίκη μετέρχεται. ΚΕΦΑΛ. ΚΒʹ. ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ. αιδʹ. 9Τί ἐγένετό σοι, ὅτι νῦν ἀνέβητε πάντες εἰς δώματα μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων. Οἱ τραυματίαι σου, οὐ τραυματίαι ἐν μαχαίραις. Οὐδὲ οἱ νεκροί σου, νεκροὶ πολέμου9, κ.τ.λ. Εἰδωλολατροῦντες ἴσως ἐν τῷ δοκεῖν ἑαυτοῖς ἐπιγραφόμενοι τὸν Θεὸν ἀνάλωτοι διαμένειν ἐνόμιζον. ∆ιόπερ φησὶ περὶ τῆς Ἱερουσαλὴμ διὰ φωνῆς Ἱερεμίου πρὸς αὐτούς· "Καὶ μὴ λέγετε ὅτι ναὸς Κυρίου ἐστὶν, ὅτι ἐὰν μὴ διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώμ." Περὶ δὲ τούτων καὶ διὰ Μιχαίου φησίν· "Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον. Καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο. Καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά·" καὶ τὰ μετὰ ταῦτα. ∆ιὸ καὶ νῦν εἰδωλολατροῦσι προλέγει Θεὸς αὐτοῖς τὴν μέλλουσαν ἅλωσιν ὑπὸ τῶν Ἀσσυρίων Ἰεχονίου βασιλεύοντος. Ἧς, ὡς εἰπεῖν, ὁρωμένης, δέον ἐκ μετανοίας ἐπιστρέφειν ἐπὶ Θεὸν, ποιεῖν τε πάντα ὅσα Μιχαίας ἐπέταξε λέγων· "Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν," καὶ τὰ ἐπὶ τούτοις. Ταῦτα