De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
βασίλειον, αὔξῃ καὶ τὸ Βένετον." Καὶ εἶθ' οὕτως ὀψικεύουσιν τοὺς ἡνιόχους ἕως τῆς ἐκκλησίας, ἤγουν οἱ μὲν Βένετοι εἰς τὸν ∆αγιστέα, οἱ δὲ Πράσινοι εἰς τὰ ∆ιακονίσσης, λέγοντες τὸ δρομικὸν ποίημα· "Ἀγάλλου, Βένετε, (Οἱ Πράσινοι: Πράσινε), οἱ δεσπόται ἐνίκησαν." 2.158 Ἄκτα, ὅτε τρέχουσιν οἱ δρομεῖς τοῦ ἑνὸς μέρους ἀπὸ δρόμου ἀπεκεῖ. Λέγει ὁ φωνοβόλος· "Ἔχετε βοηθοῦντα ὑμῖν Ἰησοῦν."Ὁ λαὸς ἐκ γʹ· "Ἀεὶ νικᾷ." Ὁ φωνοβόλος· "Νίκαςδείξῃ." Ὁ λαός· "Ἐσαίουτα." Ὁ φωνοβόλος· "Αὔξῃνίκην" Ὁ λαός· "τῶν βαΐων." Ὁ φωνοβόλος· "Σωτὴρ τοῦ κόσμου," Ὁ λαός· "βοήθησον ἡμᾶς." Ἄκτα εἰς τὸν ἀπολακτισμὸν τῶν δρομέων. Ἀπολακτίζουσιν οἱ δρομεῖς, καὶ ἔρχονται ἔμπροσθεν τοῦ ἰδίου δήμου, καὶ λέγουσιν οἱ κράκται· "Ὅλους τούτους, Κύριε, βοήθησον, τοὺς πρώτους βοήθησον, ὁ ἐν Τριάδι, νικήσουσιν πρεσβείαις σου, Θεοτόκε, νικήσουσιν χαροποιοῦντες τὴν βασιλείαν, τὴν πολιτείαν, νικήσουσιν χαροποιοῦντες τοὺς Βενέτους· Ἔς, ὁ Θεὸς ὁ ἅγιος, νίκην αὐτοῖς παράσχου." Ἰστέον ὅτι, ἐπὶ Μιχαὴλ τοῦ φιλοχρίστου δεσπότου, ὁ Βαμβαλούδης ὁ τῶν Πρασίνων δρομεὺς εἰς τὸ ζυγιασιμὰ καὶ τὰς πρόβας οὐκ ἦν· ἐκρατεῖτο γὰρ ὑπὸ τοῦ πατρικίου Πετρωνᾶ, τῇ δὲ τοῦ βοτοῦ ἡμέρᾳ, τελεσθείσης τῆς κυλίστρας καὶ παραβάντων Βενέτων, μετὰ ταῦτα ἦλθεν ὁ Βαμβαλούδης, καὶ ἐξ αἰτήσεως τοῦ δήμου τῶν Πρασίνων ἔδραμεν ἀπὸ κελεύσεως εἰς τὸ τέταρτον βαΐον, καὶ ἐνίκησεν. 2.159 Ἄκτα εἰς τὴν κυλίστραν τῶν πεζῶν. "Εἰς ἐκείνας τὰς θύρας ἀπέλθωμεν, Θεὲ καὶ Κύριε τῶν ἁπάντων, ὅπου ἔσται ἐκ Θεοῦ νικῆσαι. Τοῦτό ἐστιν ἐκ Θεοῦ νικῆσαι. Καὶ δυσωποῦμέν σε, Θεοτόκε· νίκας λάβῃ ὁ δῆμος οὗτος." Ἄκτα κάμνοντος τοῦ μαππαρίου εἰς τὸ πεζόν. Οἱ κράκται. "Νανὰ αʹ," "Ἀνανάϊα." Ὁ λαός· "Ἐπέστηἡ ἡμέρα." Οἱ κράκται· "Νανά." Ὁ λαός· "Ἁγία Θεοτόκε." Οἱ κράκται· "Νανά." Ὁ λαός· "Ἡ νίκη τῶν Βενέτων. (Οἱ Πράσινοι· τῶν Πρασίνων.") Οἱ κράκται· "Νανά." Ὁ λαός "Χαρεῖ ἡ πολιτεία." Οἱ κράκται· "Νανά." Ὁ λαός· "Ἁγία Θεοτόκε." Καὶ ὅταν ὑψώσῃ τὰς χεῖρας ὁ μαππάρις, λέγουσιν· "Ἄρτι καὶ ἄρτι, Κύριε, βοήθησον." Ἄκτα, μέλλοντος λαμβάνειν τὰ ἔπαθλα τοῦ συμπερέστου καὶ τοῦ δευτέρου. "Στεφάνιν, δεσπόται, τῷ συμπερέστῃ· Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων. Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους· Κύριε, σῶσον τοὺς δεσπότας σὺν τοῖς Βενέτοις". Οἱ Πράσινοι, "σὺν τοῖς Πρασίνοις. Τὰ δύο, δεσπόται, τῷ συμπερέστῃ· τὸ ἕν, δεσπόται, τῷ δευτέρῳ. Κύριε, σῶσον τὸ ὀρθόδοξον κράτος· Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις Ῥωμαίων."
2.160 ΠΑʹ (ΟΒʹ) Περὶ τοῦ Βοτοῦ, ὅπως δεῖ τελεῖσθαι.
Ἰστέον ὅτι τὸ πέρατον οὐ δίδοται τὸ πρωΐ, ὥσπερ τὸ ἱππικόν, ἀλλὰ λαμβάνει τῇ πρὸ μιᾶς ἡμέρας τοῦ Βοτοῦ ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως ἀπόκρισιν, καὶ δίδωσι διάταξιν τῷ τῆς καταστάσεως, ὥστε τῇ ἑξῆς ἄγεσθαι. Καὶ ἑσπέρας ὥραν θʹ ἢ ιʹ τὰ μέρη Βενέτων καὶ Πρασίνων ἀνέρχονται εἰς τοὺς δήμους αὐτῶν· οἱ δὲ δήμαρχοι ἵστανται κάτω, λέγοντες σκωπτικὰ πρὸς ἀλλήλους, καὶ ὅσα δεῖ ἐκτελεῖν τῇ ἑσπέρᾳ ἐκείνῃ, ἀπολακτίζουσιν δὲ οἱ δρομεῖς, καὶ καθέζεται ὁ ὕπαρχος εἰς τὰ σημεῖα, ἐκτελῶν πάντα, ἃ δεῖ αὐτὸν ἐκτελεῖν. Τῇ δὲ ἑξῆς προέρχονται ἅπαντες ἐννύχιοι ἐν τῷ ἡμικυκλίῳ τῆς Ἀψίδος, φοροῦντες οἱ ἄρχοντες τοῦ κουβουκλείου χλανίδια τύρεα, οἱ δὲ πατρίκιοι καὶ ὁ τῆς καταστάσεως καὶ ἡ σύγκλητος φοροῦσιν χλανίδια ἀτραβατικά, καὶ ἀνοίξαντος τοῦ παλατίου, εἰσέρχονται, καὶ ἵστανται ἕκαστος εἰς τὴν ἰδίαν τάξιν, ὡς ἐν ἡμέρᾳ ἱππικοῦ, καθὼς προείρηται. Καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπ' αὐτῶν, διέρχεται διὰ τῆς Ἀψίδος καὶ τοῦ Αὐγουστέως καὶ τοῦ μυστικοῦ κοχλιοῦ, καὶ ἀνέρχεται ἐν τῷ Καθίσματι εἰς τὸ κλούβιν, καὶ ὁ σιλεντιάριος κατέρχεται μετὰ τῆς κυλίστρας εἰς τὸ στάμα, καὶ τῶν δύο μερῶν ἐκεῖσε ἑστώτων, κυλίει ὁ σιλεντιάριος ἐκ γʹ, καὶ οἷον ἂν μέρος παραβῇ, εἶθ' οὕτως ἕκαστος αὐτῶν τὸ ἴδιον μέρος εὐτρεπίζει, οἱ μὲν πρωτόθυρον, οἱ δὲ τὸ δέκατον. Ὁ δὲ βασιλεὺς προσκαλεῖται εἰς τὸ κλούβιν πατρικίους καὶ στρατηγοὺς 2.161 καὶ τοὺς τοῦ κουβουκλείου ἄρχοντας καὶ τοὺς τὰ πρῶτα ὀφφίκια κατέχοντας, καὶ δίδωσιν αὐτοῖς σφραγῖδας διανεῖμαι τοῖς πτωχοῖς ὅπως ἀνακλιθῶσι μετ' αὐτοῦ εἰς τὰ ιθʹ Ἀκκούβιτα κατὰ τὴν ἀρχαίαν συνήθειαν. Τοῦ δὲ τῆς καταστάσεως δηλοποιήσαντος τῷ πραιποσίτῳ, ὡς ὅτι ἡτοιμάσθησαν ἅπαντα, ὁ πραιπόσιτος δηλοῖ τῷ βασιλεῖ. Ὁ δὲ βασιλεὺς κατέρχεται διὰ τῆς λιθίνης σκάλας, καὶ λέγει τῷ πραιποσίτῳ·