ἐμοὶ οὐδέν, αὐτίκα ἐπεγειρόμενος ἀφ' ὕπνου ὁ λαγὼς ᾤχετο φεύγων, ὡς ᾔσθετο τοῦ θορύβου, καὶ οἱ κύνες μὲν ἐς βραχὺ ἐπεδίωξαν, οὐ μέντοι εἷλον. τότε δὴ ἐπέγνων, ὡς τὰ βέλη μοι κενὰ ἐγεγόνει, ὅτι εἱμαρμένον ἔτι ἦν τῷ λαγῷ ἐκείνῳ ἐπιζῆσαι. καὶ τὸ ἐντεῦθεν ἐπιλεξάμενος ψῆφον ἐμαυτῷ, ὦ βασιλεῦ, ἐθέμην μήτε ξίφος, μήτ' αὖ δόρυ, μήτε ὀϊστὸν δεδιέναι, ὡς ἢν ἐμοὶ πεπρωμένον εἴη ἐπιζῆσαι, οὐδ' ἂν τὸ δόρυ ἀφέλοιτο τὴν ζωήν. διὰ τοῦτο δὴ ἤϊα θαρρῶν, ὦ βασιλεῦ, ἐπὶ τὸν Παίονα, ἐπιστάμενος, ὡς εἰ πεπρωμένον μοι εἴη ἐπιβιῶναι, οὐδέν μοι χαλεπὸν ἔσοιτο ὑπὸ τοῦ Παίονος." ἀκούσαντα δὲ τὸν βασιλέα, καὶ ἀγασθέντα τὸν νεανίαν τοῦ λογισμοῦ, ἐσθῆτι μὲν αὐτίκα τότε ἐδωρήσατο σηρικῇ χρυσοπάστῳ, μετὰ δὲ ταῦτα ἐπιστῆσαι ἄρχοντα τῆς πατρῴας αὐτοῦ χώρας· ἐπιτελευτῆσαι γὰρ ἤδη ὁ πατὴρ αὐτοῦ, καὶ τὴν χώραν ἄλλος ἐπετρόπευεν ὑπὸ 2.130 βασιλέως ταχθείς. δαιμονίως δὲ τὸ γένος τοῦτο τίθεσθαι τῇ δόξῃ τῆς εἱμαρμένης, σχεδὸν καὶ οἱ ἄλλοι, ὅσοι πρὸς τὴν τοῦ Μεχμέτεω θρησκείαν εἰσὶ τετραμμένοι. Ταῦτα μὲν οὖν ἐς τὴν μονομαχίαν ἐγένετο· ἐπεὶ δὲ τοῦ βασιλέως ἱδρυμένου κατὰ χώραν τὰ στρατεύματα συνιόντα ἐμάχετο, τὸ μὲν Ἀσιανὸν στράτευμα ἡσυχίαν ἦγε, δεδιότος τοῦ βασιλέως, μὴ πρῶτα συμβολὴν ποιησαμένου ἐς τροπὴν γένοιτο, καὶ κινδυνεύσῃ αὐτῷ τὰ στρατεύματα διαφθαρῆναι αὐτίκα, καὶ ὑπερδειλιάσαντα οἴχεσθαι, ἀλλὰ τὸ μὲν Ἀσιανὸν στράτευμα εἱστήκει, τὸ δὲ Εὐρώπης διελόμενος ἐς μοίρας, ὅσας δὴ ἑώρα τοὺς Παίονας παραταξαμένους ἐλαύνειν, καθίστατο ἐς τὴν μάχην. καὶ οὕτω δὴ συμβάλλοντα τὰ τῆς Εὐρώπης στρατεύματα ἐμάχετο. πολὺ δὲ παρ' ἐλπίδα ἀγωνισάμενοι ἐμάχοντο ἀξίως λόγου. γενόμενοι γὰρ κατ' ὀλίγα ὡς οἱ Παίονες ἐπελαύνειν, ἔφευγον ἀνὰ κράτος, ὡς τοὺς Παιόνων ἵππους ἐπιδιώκοντας κάμνειν τε ἰσχυρῶς καὶ ἀπαγορεύειν. καὶ ἐνταῦθα δή, ὡς οἱ Τοῦρκοι αὐτάρκως ἔχοιεν τῆς φυγῆς, διαστάντες τούς τε ἵππους ἐτόξευον καὶ ὄπισθεν ἐπιόντες κατέκαινον τοὺς Παίονας· ἅτε γὰρ οἱ πλείους καὶ ἐφ' ἵππων πολὺ βελτιόνων φερόμενοι, καὶ τέχνῃ τὰ πολλὰ τὴν μάχην συνδιαχειρίζοντες, ἄμεινον ἐφέροντο τῶν Παιόνων. καὶ τὴν μὲν πρώτην ἡμέραν πολλοὶ μὲν Παιόνων ἔπιπτον ἐν τῇ μάχῃ, πολλοὶ δὲ Τούρκων ἀπόλλυντο ὑπὸ Παιόνων. καὶ ταύτην μὲν τὴν ἡμέραν ὅλην ἐμαχέσαντο ἀμφότεροι καὶ ἰσοπαλεῖς 2.131 ἐγένοντο· ἐπεὶ δὲ ὀψὲ ἦν, διέστησάν τε ἀπ' ἀλλήλων, καὶ ἐπὶ τῶν στρατοπέδων ἀναχωρήσαντες ἑκάτεροι ἀνεπαύοντο. Παίονες μὲν οὖν οἰόμενοι τοὺς Τούρκους νυκτὸς οἰχήσεσθαι ἀπιόντας καὶ οὐ μενοῦντας ἐν τῇ τάξει. καὶ ἱπποδρόμων μὲν οὐκ ὀλίγοι ἀπῄεσαν· ἐπεὶ δὲ τοὺς Τριβαλλοὺς εὕρισκον ἐν τοῖς στενοῖς ἐπιμένοντας, αὖθις ἐπανῄεσαν ἐπὶ τὸ στρατόπεδον. καὶ Παίονες μὲν οὖν οὕτω ἐνόμιζον τῇ ὑστεραίᾳ βραχεῖ τινι μορίῳ τοῦ στρατοῦ ἀντιτάξασθαι ὡς τῶν ἄλλων οἰχησομένων καὶ οὐ μενούντων, καὶ οὕτω δὴ περιγενομένους αἱρήσειν αὐτίκα τὰς βασιλέως θύρας· βασιλεὺς δὲ καὶ οἱ Τοῦρκοι ἀναθαρσήσαντες οὐκ ἐν ὁμοίῳ ἔτι δέει ἐγίγνοντο ἀμφὶ τοὺς Παίονας, θαρσαλεώτεροι δ' ὄντες παρεσκευάζοντο ὡς ἐς τὴν ὑστεραίαν μαχόμενοι τρέψασθαι τοὺς Παίονας. Τὴν μὲν οὖν ἡμέραν ταύτην ἐς τοσοῦτον ἐγένετο· τῇ δὲ νυκτὶ ταύτῃ Παίονες βουλευόμενοι, ὅπως τῇ ὑστεραίᾳ τὴν μάχην ποιήσωνται, γνώμην ἀπεφαίνετο ἕκαστος, ὡς ἐδόκει αὐτῷ τὴν μάχην ποιεῖσθαι, καὶ λόγος ἐγίγνετο πολύς. ἐνταῦθα βουλευομένων αὐτῶν, Ταούτης ὁ Σαούζεω, υἱιδοῦς τοῦ Ἀμουράτεω, γένος ὢν τῶν Ὀτουμανίδων, παρελθὼν ἐς μέσον ἔλεξε τοιάδε. "Ἡμῖν μὲν ἱκανὰ συμβέβληται ἔστε τὴν Ἀσίαν καὶ ἐς τὴν Εὐρώπην, οὐδὲ δὴ ταῦτα προσέχοντας ἐς τὰ Ἀμουράτεω πράγματα τὴν μάχην ποιεῖσθαι, ἀνήνυτα ἐργαζομένους· οὐ γὰρ ἂν παρεχομένων σφᾶς κτείνειν τῶν ἀνδρῶν τούτων δυναίμεθα οὕτω γε εὐπετῶς χειρώσασθαι. ἀλλ' ἐμοὶ δοκεῖ ὁ μαχόμενος τῷ 2.132 πολεμίῳ, ἢν μὲν βάλῃ καιρίαν πληγήν, κατέβαλέ τε τὸν πολέμιον καὶ ἔχει καλῶς χρῆσθαι τῷ στρατεύματι. ποῦ δ' ἂν βάλοι καιριωτέραν ἢ ἐν τῇ κεφαλῇ; τό τε γὰρ σῶμα ἄγειν πᾶν, καὶ ἐν τούτῳ ἡ πόλις. ἢν δὲ μὴ καιρίαν βάλῃ, ἐπίπονα ἔσται καὶ χαλεπὰ κατεργασθῆναι τὰ τῶν