115
μὲν οὐκ ἐποίουν, ἀπὸ δὲ τῶν δογμάτων περισκοποῦντες, τοὺς πολεμίους ὠδύροντο, ὅπερ ὑπῆρχεν ἀνόνητον. Προετεθνήκεσαν δὲ καὶ πρὸ μάχης φόβῳ, κατὰ τὸ εἰκὸς, καὶ λιμῷ, καὶ τῇ τῶν ὑδάτων ἐνδείᾳ. Εἰκότως ἄρα φησὶν ὁ ∆αβίδ· "Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ." Φάραγγα δὲ Σιὼν ὀνομάζει τὴν Ἱερουσαλὴμ, ὡς ὑποκειμένην ταῖς ὑπωρείαις Σιών. Ταύτης 2172 δὲ τοὺς ἄρχοντας πεφευγέναι φησιν· ἐπιόντων γὰρ ἤδη τῶν πολεμίων πᾶσαν βοήθειαν ἀπογνόντες ἀνθρωπίνην, ἀπέδρασαν οἱ πρῶτοι τῆς πόλεως, ὡς δὴ νηὸς βαπτιζομένης ἀποπηδήσαντες. Τοὺς δὲ ἁλόντας δεδέσθαι φησί· Τὸν γὰρ Σεδεκίαν ἄμα τοῖς παισὶ συλλαβόντες οἱ Βαβυλώνιοι, τοὺς μὲν ἀπέσφαξαν, τὸν δὲ τῶν ὀμμάτων ἐκκόψαντες ἀπεκόμισαν τῇ δυνάμει πάλαι θαῤῥήσαντα, καὶ μηδαμῶς εἰπεῖν ἀνασχόμενον, "Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με·" ἵνα καὶ λέξειεν· "Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. ∆ι' ἄπερ ἀπαράκλητον ἔχειν πένθος ὁ προφήτης φησὶ τὸ γένος ὀλοφυρόμενος. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου τίς ἀνοίξει; Εἶτά φησι· Πλανῶνται ἀνὰ τὰ ὄρη, ἢ φεύγοντες, ὡς ἐλέγομεν, ἢ ἐν ὑψηλοῖς τοὺς ψευδωνύμους θεοὺς ἱκετεύοντες· ὅπερ ἦν ἔθος αὐτοῖς παρὰ δένδρα μεγάλα ποιεῖν. Ἐπεὶ γὰρ ἔφη τὴν ἀπώλειαν παρὰ Κυρίου Σαβαὼθ ἐπιφέρεσθαι, καὶ τὴν αἰτίαν εἰκότως ἐπήνεγκεν, ὡς ἂν εἰκῆ Θεὸς μὴ τιμωρεῖσθαι νομίζοιτο. ∆ιό φησιν Ἱερεμίας· "Εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ἐπὶ παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ," κατὰ τὸ εἰρημένον· "Τῷ ξύλῳ εἶπαν· Πατήρ μου εἶ σύ. Καὶ τῷ λίθῳ· Σύ με ἐγέννησας." Καὶ οὐδὲ ὀλίγοι, φησὶ, τοῦτο πεπόνθασιν, ἀλλ' ἀπὸ μικροῦ ἕως μεγάλου. Ὅθεν φησὶ πρὸς τὸν Ἱερεμίαν Θεός· "Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαι. Οἷα γὰρ ποιοῦσιν, φησὶν, οἱ υἱοὶ αὐτῶν; συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι στᾶς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ." Οὐκ εἰκῆ γὰρ οὖν ἐκτείνεται δίκτυα πτερωτοῖς. ∆ιατυποῖ δὲ λοιπὸν ἐντεῦθεν εἰς ὄψιν ἄγων τὸν πόλεμον εἴ πως ἐπιστραφεῖεν φοβούμενοι τῆς πόλεως γεγονότας τοὺς Ἐλαμίτας, δεικνὺς ἐξ ἑνὸς ἔθνους τοὺς πολεμίους δηλῶν, καὶ τὸ πλῆθος παριστάς. Αἱ φάραγγές σου, φησὶν, ἁρμάτων πλησθήσονται, καὶ περὶ τὰς πύλας στενοχωρούμενοι τῶν ἵππων ἔνδον ἀποβάντες τὰς οἰκίας διερευνήσονται, καὶ τοὺς βασιλικοὺς ἀνακαλύψουσι θησαυρούς. Τοῦτο γὰρ διὰ τῆς ἄκρας δηλοῦται ∆αβίδ. Ἐξ αὐτοῦ γὰρ οἱ βασιλεύοντες. Οὕτω καὶ νοητοὶ διὰ τῶν παθῶν ἡμῶν ἐπικρατοῦντες πολέμιοι τὸν πνευματικὸν ἡμῶν ἀφαρπάζουσι πλοῦτον τὸν νοῦν εἰσδύνοντες τὸν ἡμέτερον. Ὅθεν εἴρηται· "Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τὸν τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας." Ἀνακοπτόμενα γὰρ τὰ τοιαῦτα πάθη μαραίνεται. 2173 Καὶ ἴδοσαν, φησὶν, ὅτι πλείους εἰσίν. Πρὸς τοὺς οἰομένους ὅτι καὶ μόνοι τῶν πολεμίων ἐπικρατήσουσιν· μὴ γὰρ ἂν διὰ τοσαύτης ὁδοῦ πολύ τι πλῆθος πολεμίων ἐλθεῖν. Ἤγουν, ἐπειδὴ τὸ κατὰ τὴν πόλιν ὕδωρ μὴ νομίσαντες ἀρκέσειν αὐτοῖς ὡς δὴ πλείοσιν ὑπάρχουσιν Ἰουδαῖοι, ἐστοχάσαντο δὲ τὰς οἰκίας κατὰ Σύμμαχον ἀριθμήσαντες, τὸ τῆς ἀρχαίας κολυμβήθρας ὕδωρ εἰς τὴν πόλιν μετοχετεύσαντες, Θεῷ μὲν οὐ προσεῖχον, ἀνθρωπίναις δὲ παρασκευαῖς ἐπεποίθεσαν. Ὡς ἐν ἤθει γὰρ αὐτοῖς ὀνειδίζων φησὶν, ὅτι δὴ πρὸς τὸ πλῆθος ἑαυτῶν, τὸ ὕδωρ συνεμετρήσαντο πρὸς τὴν πολιορκίαν οὕτως ἀρκέσειν οἰόμενοι, κἂν εἰς χρόνον ἐκτείνοιτο, καὶ τὰς οἰκίας καταλύοντες ἀσφαλέστερα τὰ τείχη κατεσκευάζοντο· δέον εἰς Θεὸν ὁρᾷν καὶ τὴν πόλιν ποιήσαντα, καὶ τεῖχος ταύτῃ γενόμενον. "Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ." Τοῦτο καὶ διὰ προφήτου φωνῆς ἐπαγγέλλεται· "Ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς." Εἶτά φησιν, ὡς κινδύνων αὐτοῖς ἐκ Θεοῦ τοσούτων ἐπικειμένων, δέον αὐτὸν εὐμενίζεσθαι πάσῃ