De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
"∆ὸς μεταστάσιμον" κἀκεῖνος λέγει μεγάλως· "Μεταστάσιμον." Καὶ εἰσέρχεται ὁ βασιλεὺς εἰς τὸν κοιτῶνα, καὶ περιβάλλεται τὴν χλανίδα αὐτοῦ διὰ τῶν
βεστητόρων, καὶ στεφθεὶς ὑπὸ τοῦ πραιποσίτου, ἐξέρχεται διὰ τοῦ στενοῦ, καὶ λαβόντος κουβικουλαρίου τὸ βῆλον, εἰσέρχεται ὁ βασιλεὺς ἐν τῷ μεγάλῳ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ, κἀκεῖσε ἵστανται οἱ ἄρχοντες τοῦ κουβουκλείου. Ὁ δὲ ὀστιάριος ἵσταται εἰς τὸ βῆλον κάτω, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, δίδωσι νεῦμα τῷ ὀστιαρίῳ τῷ κρατοῦντι τὸ βῆλον, καὶ εἰσάγει τοὺς πατρικίους, καθάπερ καὶ ἐπὶ τοῦ ἱππικοῦ, καὶ πίπτουσιν οἱ πατρίκιοι, καὶ στάντων αὐτῶν εἰς τοὺς τόπους αὐτῶν, λαμβάνει νεῦμα ὁ πραιπόσιτος, καὶ λέγει κατ' ἰδίαν· "Κελεύσατε." Καὶ ἐξέρχονται ὀψικεύοντες, καὶ πάλιν ἔξω τοῦ βήλου πίπτουσιν οἱ πατρίκιοι, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος, νεύει τῷ τῆς καταστάσεως κἀκεῖνος λέγει· "Κελεύσατε" καὶ ἐξέρχονται ὀψικεύοντες τὸν βασιλέα μέχρι τῆς πύλης εἰς τὰ βάθρα, καὶ ἀνέρχεται ὁ βασιλεὺς ἐπὶ τοῦ σένζου αὐτοῦ, καὶ τῶν ἀρχόντων τοῦ κουβουκλείου ἑστώτων καὶ δύο σπαθαρίων ἔνθεν κἀκεῖσε, βασταζόντων τὰ διστράλια αὐτῶν· οἱ δὲ εὐνοῦχοι πρωτοσπαθάριοι ἵστανται ἐπάνω τοῦ σκάμνου ὄπισθεν τοῦ σένζου, καὶ τὸν λαὸν ἐκ τρίτου κατασφραγίσας καθέζεται. Καὶ πληρωθείσης τῆς εὐφημίας, λαβὼν νεῦμα ὁ πραιπό 2.162 σιτος καὶ ἐξελθών, εὑρίσκει ἐν τῇ μεγάλῃ πύλῃ ἑστῶτας τοὺς πατρικίους καὶ στρατηγούς, καὶ δίδωσιν αὐτοῖς νεῦμα, καὶ ἀπέρχονται ἕκαστος εἰς τὰς τάξεις αὐτῶν. Χρὴ δὲ εἰδέναι ὅτι, ἐν ἡμέρᾳ τοῦ Βοτοῦ, οὐκ εἰσέρχονται ἐν τῷ Καθίσματι εἰς προσκύνησιν τοῦ βασιλέως, ἀλλὰ τελεῖται, ὡς προείρηται· καὶ τῶν δʹ βαΐων τελεσθέντων, ἀναστὰς ὁ βασιλεὺς ἀπὸ τοῦ σένζου, διέρχεται διὰ τοῦ τρικλίνου, οὗ εἴθισται ἀριστᾷν, τῶν πατρικίων ἑστώτων ἔνθεν κἀκεῖσε, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, εἰσέρχεται διὰ τοῦ μέσου αὐτῶν, αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα. Καὶ εἰσελθόντος αὐτοῦ εἰς τὸν κοιτῶνα, λαμβάνει ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εἰσέρχονται οἱ βεστήτορες, καὶ ἀπαλλάσσουσι τὴν χλανίδα αὐτοῦ, καὶ περιβαλλόμενος τὸ σαγίον αὐτοῦ, κατέρχεται διὰ τοῦ μυστικοῦ κοχλιοῦ, καὶ εἰσέρχεται εἰς τὸν κοιτῶνα τοῦ Ὀκταγώνου πλησίον τοῦ Ἁγίου Στεφάνου, καὶ ἐξελθὼν εἰς τὰ ιθʹ Ἀκκούβιτα, ἀκουμβίζει ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης μετὰ τῶν ἀρχόντων τοῦ κουβουκλείου, τὸν τοῦ Σακελλίου, τὸν τῆς καταστάσεως καὶ τὸν ἀκτουάριον, εἰς δὲ τοὺς κάτω ἀκουβίτους καθέζονται οἱ διὰ Χριστὸν ἡμῶν ἀδελφοί.
Καὶ ἀναστὰς ὁ βασιλεὺς καὶ ἐξελθὼν ἔμπροσθεν τοῦ κοιτῶνος τῆς ∆άφνης, περιβάλλεται τὸ τούτου σαγίον, καὶ δηριγευόμενος ὑπὸ τοῦ κουβουκλείου καὶ λοιπῶν τῶν ἐξ ἔθους ὀψικευόντων αὐτόν, ἔρχεται ἐν τῷ θεοφυλάκτῳ αὐτοῦ παλατίῳ. Χρὴ δὲ τὸν πραιπόσιτον παραγγελίαν καὶ ἀσφάλειαν ποιῆσαι πρὸς πάντας τοὺς τὰς συνήθεις ἐν τῷ Ἱπποδροπίῳ ἐκτελοῦντας δουλείας, τοὺς μὲν μαγγαναρίους μὴ τολμῆσαι ἐξ ἑκατέρου μέρους δῶρα λαβεῖν καὶ ποιῆσαι δόλον, τοὺς δὲ κούρσωρας τοὺς μέλλοντας ἑστάναι καὶ κρατῆσαι τοὺς συμπερέστας πρὸς τὸ κατέχειν αὐτοὺς ἐν 2.163 ἀσφαλείᾳ, ὅπως μὴ γένηταί τι σφάλμα δι' αὐτῶν· ὁμοίως καὶ τοὺς λοιποὺς κούρσωρας τοὺς τὸν Εὔριπον κατέχοντας πρὸς τὸ μὴ ἐᾶσαί τινα κατελθεῖν καὶ ποιῆσαι ἄτακτόν τι· ὡσαύτως δὲ καὶ τοὺς δεκανοὺς τοῦ ἔχειν πᾶσαν ἀσφάλειαν εἴς τε τὰς διασφαγὰς καὶ τὰς θύρας τὰς ἐξαγούσας ἀπὸ τῆς κύφης, ὅπως μή, ἀγομένου τοῦ πράγματος, ἐξελθών τις παρεμποδίσῃ τινὰ τῶν δρομέων· τοὺς δὲ τὰ ὄργανα φυσῶντας Σκλάβους μὴ ἐᾷν ἵστασθαι ἐκεῖσε, ἀλλ' ἀνάγειν αὐτοὺς εἰς τὰ σκαλία, εἰς δὲ τὰς παρασκευάς, ἵνα ἵστανται κούρσωρες δύο, ὅπως μὴ ἐξελθών τις ποιήσῃ ἐμπόδιόν τι· τοὺς δὲ δημότας καὶ τοὺς βαστάζοντας τὰ ἱμάτια τῶν δρομέων, μὴ ἐᾶν αὐτοὺς κατέρχεσθαι εἰς τὰς παρασκευάς, ἀλλὰ μένειν αὐτοὺς ἄνω· τῶν τεσσάρων ταγμάτων τοὺς ἄρχοντας τοὺς κατερχομένους εἰς τὰς διασφαγὰς τοῦ Εὐρίπου πρὸς τὸ μὴ ποιῆσαι ἄτακτόν τι εἰς τοὺς δρομεῖς ἕνεκα προσπαθείας, ἀλλὰ μᾶλλον μετὰ πολλοῦ φόβου ἵστασθαι καὶ ἐκτελεῖν τὰ αὐτοῖς προστεταγμένα. Χρὴ εἰδέναι ὅτι ἡ αἴτησις τοῦ δήμου πρὸς τὸ κρεμασθῆναι τὸ βῆλον ἀπὸ τοῦ τρίτου βαΐου γίνεται. Χρὴ δὲ τὸν πραιπόσιτον πρὸ τριῶν καὶ τεσσάρων ἡμερῶν προστάξαι τὸν σιλεντιάριον τὸν μέλλοντα κυλίειν, ἆραι τὴν κυλίστραν ἀπὸ τὸ βεστιάριον καὶ προμελετῆσαι αὐτήν, ὅπως μὴ ἐν αὐτῇ τῇ ἡμέρᾳ γένηται δι' ἀπειρίαν σφάλμα τι.