116
σπουδῇ· οἱ δὲ πρὸς ἀπόγνωσιν ἐλθόντες ἐπανηγύριζον κατὰ τό· "Ὅταν ἔλθῃ ἀσεβὴς εἰς πλῆθος κακῶν, καταφρονεῖ." Τοιγαροῦν πεπόνθασιν εἰς τέλος ἅπερ ἔδει πρὸς ὀλίγον αὐτοὺς παθεῖν τὸν Θεὸν ἱκετεύοντας μετὰ δακρύων καὶ πένθους, καὶ τὰ τοῦ ∆αβὶδ ἀνακράζοντας· "Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου." Τοῖς γὰρ ταῦτα ποιοῦσι καθὰ Μιχαίας φησί· "Ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις" ἐπὶ τούτοις. Τὴν προκειμένην δὲ ῥῆσιν οὕτω τινὲς ἐξηγήσαντο, ὡς μὴ προσωπολήπτης ὁ Κύριος τὸν περὶ τῆς Σιὼν λόγον ἐν μέσοις τοῖς κατὰ τῶν ἀλλοφύλων ἐλέγχοις ἐνέθηκεν, ὡς ἀλλοφύλοις τοῖς Ἰουδαίοις χρησάμενος, πρὸς οὕς φησι δι' Ἀμώς· "Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστέ μοι, λέγει Κύριος, οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου; Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς." Ὅθεν νῦν τὴν παντελῆ τούτων ἀποβολὴν παριστῶν, τοῖς ἀλλοφύλοις αὐτοὺς ἐγκατέλεξεν. Ὃ καὶ δηλοῦται διὰ τῆς φάραγγος. Οὐ γὰρ ἁπλῶς εἶπε Σιὼν, ἀλλὰ φάραγγα, τὴν πτῶσιν δηλῶν τὴν ἐξ ὕψους τοῦ θεοσεβοῦς πολιτεύματος καὶ ἐν κοιλάσι καὶ βάθει τῆς κακίας κειμένους αὐτοὺς αἰνιττόμενος. Σιὼν μὲν γὰρ ὄρος ἐστὶν [ὑψηλὸν] ἐφ' οὗ ὁ νεὼς τοῦ Θεοῦ ᾠκοδόμητο· ∆ιό φησιν· "Ἐπ' ὅρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών." Καί· "Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ." Σημαίνειν δὲ καὶ τὸν εὐαγγελικὸν ἐλέγετο λόγον. Οἱ δὲ ταύτης τῆς ἐλπίδος ἐκπεπτωκό 2176 τες ἐν φάραγγι τῆς Σιὼν παρακείμενοι πεπτώκασι. Πάσῃ γὰρ ἀρετῇ κακία παράκειται, εἰς ἢν ἐκπίπτει τις ἐκείνης διαμαρτὼν, ὡς ὁ εἰς ἀπιστίαν ἐκ πίστεως. Εἰς ἣν οἱ ἐκ περιτομῆς κατηνέχθησαν ἐξ ὕψους εὐαγγελικοῦ καὶ τῆς ἐπουρανίου Σιών. ∆ιόπερ ἐν ἀλλοφύλοις ἐτάχθησαν, ἀλλὰ καὶ οὕτω δυσπραγοῦντες, εἰκῆ φυσιώμενοι παρὰ τῆς προφητείας ἀκούουσι, Τί ἐγένετό σοι, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; καὶ κατὰ Χριστοῦ τὸ, "Αἶρε, αἶρε, καὶ σταύρου," βοησάντων, φησὶν, ἐνεπλήσθη ἡ πόλις βοώντων. Καὶ ἐπεὶ ἔστιν ἁμαρτία πρὸς θάνατον, καθ' ἣν ψυχὴ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται, αἱ τραυματίαι σου, φησὶν, οὐ τραυματίαι μαχαίρας. Καὶ πάντες, φησὶν, οἱ ἄρχοντές σου πεφεύγασιν. Κατὰ δὲ Σύμμαχον ἀνεστατώθησαν, κατὰ δὲ Θεοδοτίωνα μετεκινήθησαν. Ὅθεν οὐκ ἔτι παρ' αὐτοῖς, οὐ βασιλεῖς, οὐχ ἡγούμενοι, οὐχ ἀρχιερεῖς, οὐ προφῆται, ἀλλ' οὐδὲ Φαρισαῖοι καὶ Σαδδουκαῖοι. Οἱ δὲ εἰσέτι νῦν ἁλόντες ὑπὸ τοῦ τῶν ψυχῶν πολιορκητοῦ πικρῶς καταδέδενται. Τὴν δὲ τοσαύτην αὐτῶν πτῶσιν ὁ προφήτης ἰδὼν, συμμετρεῖ τῷ πάθει τὸν θρῆνον, τὴν τοῦ γένους ἀποβολὴν, καὶ τὴν ἅλωσιν προβλέπων τῆς πόλεως, τὰς τεταραχὰς, καὶ τὴν πλάνησιν, ἣν ἐπλανήθησαν ἐγκαταλειφθέντες. Εἶτα τοὺς Ἐλαμίτας εἰπὼν, ἀφανεῖς δυνάμεις δηλοῖ καὶ πολεμίους, οἷς ὑπὸ Θεοῦ παρεδόθησαν, οἳ καὶ παραβλέποντες ἑρμηνεύονται, τῶν ἀπολλυμένων παρορῶντες τὴν σωτηρίαν, φειδόμενοι μηδενός. Οὗτοι δὲ, φησὶν, εἰσελεύσονταί σου τὰς πύλας· ἀλλ' οὐχὶ νῦν, ἀλλ' ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τῷ προφητευομένῳ καιρῷ, ἀποκαλύψουσί τε τὰ κρυπτὰ τῆς ἄκρας ∆αβὶδ τῆς βασιλείας τὰ σύμβολα, καὶ τὰ ἐν τῷ ἁγιάσματι κείμενα τὰ μόνῳ τῷ ἀρχιερεῖ θεατά. Ἀντὶ δὲ τοῦ, Καὶ εἴδοσαν ὅτι πλείους εἰσὶ, Σύμμαχος ἔφη· Καὶ τὰ ῥήματα οἴκου ∆αβὶδ ὄψεσθε, ὅτι ἐπληθύνθη. Ὕδωρ δὲ ἦν παλαιᾶς κολυμβήθρας ἐν τῇ πόλει, τῆς παλαιᾶς θεοπνεύστου Γραφῆς ὁ λόγος, ὃν ἀποστραφέντες, ἀλλότριον ὕδωρ ἑαυτοῖς ἐπενόησαν, διδάσκοντες διδασκαλίας ἐντάλ ματα ἀνθρώπων, ἀκυρώσαντές τε τὸν λόγον τοῦ Θεοῦ τὴν παράδοσιν αὐτῶν. Περὶ ὧν πρὸς τὸν Ἱερεμίαν φησίν· "Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους." Τὸ δὲ ξένον ὕδωρ μεταξὺ τῶν δύο τειχέων ἐπενόησαν. ∆ύο δὲ τείχη τῆς κατὰ Θεὸν πολιτείας ἥτε Παλαιὰ καὶ Καινὴ ∆ιαθήκη, ὧν οὐδετέρας αἱ τῶν πρεσβυτέρων μετέχουσι παραδόσεις ἐφ' ἃς οἱ δευτερωταὶ λεγόμενοι παρ' ἐκείνοις ἀλαζονεύονται, καὶ ἄλλο δέ τι τολμήσαντες, τῆς πόλεως