De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
Λουπερκαλίου. Εἰσέρχεται πρὸ μιᾶς ἡμέρας τοῦ αὐτοῦ ἱπποδρομίου ὁ πραιπόσιτος πρὸς τὸν βασιλέα,
ὑπομιμνήσκων αὐτόν, εἰ κελεύει ἀχθῆναι τὸ αὐτὸ ἱπποδρόμιον, καὶ λαβὼν παρὰ τοῦ βασιλέως συγκατάθεσιν πρὸς τὸ ἄγεσθαι αὐτό, ἐξέρχεται, καὶ προσκαλεσάμενος τὸν τῆς καταστάσεως, ἀποστέλλει αὐτὸν πρὸς τοὺς δημάρχους καὶ τὸ πολίτευμα, εἰπεῖν πρὸς αὐτούς, ὡς ὅτι ἄγεται ἱπποδρόμιον. Εἰσέρχεται δὲ καὶ ὁ θεσσάριος, καὶ προστάσσεται παρὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως, ὅπως κρεμάσῃ. Καὶ τῇ ἑξῆς ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ παλατίου, δηριγευόμενος ὑπὸ τῶν ἐξ ἔθους, καὶ διέρχεται διά τε τοῦ Αὐγουστέως καὶ τοῦ μυστικοῦ κοχλιοῦ, καὶ ἀνέρχεται ἐν τῷ παλατίῳ τοῦ Καθίσματος, ἤγουν εἰς τὰ παρακυπτικά, ἐκδεχόμενος, μέχρις ἂν συμφθάσωσιν ἅπαντες. Ὁ δὲ τῆς καταστάσεως δηλοῖ τῷ πραιποσίτῳ, ὡς ὅτι πάντα ἕτοιμά ἐστιν, κἀκεῖνος εἰσέρχεται πρὸς τὸν βασιλέα, καὶ εὐθέως κατέρχεται διὰ τῆς λιθίνης σκάλας πρὸς τὸ ὑπαλλάξαι ἐν τῷ κοιτῶνι αὐτοῦ, εἶθ' οὕτως ἐξερχόμενος λέγει τῷ πραιποσίτῳ· "∆ὸς μεταστάσιμον" κἀκεῖνος λέγει· "Μεταστάσιμον."
Ὁ δὲ βασιλεὺς εἰσελθὼν ἐν τῷ ἐκεῖσε μητατωρίῳ καὶ περιβαλλόμενος τὴν χλανίδα αὐτοῦ καὶ στεφθείς, ὡς ἡ συνήθεια ἔχει, 2.165 ἐξέρχεται, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, ἐξέρχεται καὶ ἵσταται ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ δέχονται αὐτὸν ἐκεῖσε οἵ τε πατρίκιοι καὶ στρατηγοί, καὶ τούτων προσκυνησάντων, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ λέγει· "Κελεύσατε" καὶ ἐξελθόντες πάντες οἵ τε πατρίκιοι καὶ στρατηγοί, ἔξω τῆς πύλης ἵστανται μετὰ τῆς συγκλήτου· ὁ δὲ βασιλεὺς ἵσταται ἐν τῇ οὐδῷ τῆς πύλης καὶ πάντων προσκυνησάντων, δίδωσιν ὁ πραιπόσιτος ἀπὸ κελεύσεως νεῦμα τῷ τῆς καταστάσεως καὶ λέγει· "Κελεύσατε." Κἀκεῖθεν δηριγευόμενος ὑπ' αὐτῶν ὁ βασιλεὺς ἀνέρχεται ἐν τῷ Καθίσματι μετὰ μόνων τῶν τοῦ κουβουκλείου ἀρχόντων, καὶ ἡνίκα ἀποκινήσῃ, λαβὼν ὁ τῆς καταστάσεως τὸ ἄκρον τῆς χλανίδος αὐτοῦ, ποιεῖ ῥωσθέλιον καὶ ἐπιδίδωσι τῷ βασιλεῖ ἐν τῇ χειρὶ αὐτοῦ πρὸς τὸ σφραγίσαι τὸν λαόν. Καὶ ἀνελθόντος τοῦ βασιλέως ἐν τῷ Καθίσματι, φωνοῦσιν οἱ δῆμοι, ὡς εἴθισται αὐτοῖς, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, ἐξέρχεται, καὶ νεύει τοὺς πατρικίους, καὶ ἀνέρχεται ἕκαστος ἐν τῇ αὐτοῦ καθέδρᾳ. Ἰστέον δέ, ὅτι τῇ αὐτῇ ἡμέρᾳ οὐκ εἰσὶν οἱ πατρίκιοι ἐν τῷ Καθίσματι εἰς προσκύνησιν διὰ τὸ εἶναι τὸ ἱππικὸν παγανόν, καὶ τελεῖται πάντα τὰ κατὰ συνήθειαν. Καὶ ἀχθέντων τῶν τριῶν βαΐων, ἀπὸ τοῦ τρίτου βαΐου νεύει ὁ ἀκτουάριος ἀπὸ κελεύσεως μετὰ τῆς χειρὸς αὐτοῦ, κρατῶν ἐγχείριον, τὸ πολίτευμα, καὶ ἀποκινεῖ ἐκ τοῦ ∆ιϊππίου διὰ δύο. Ἐλθόντος δὲ ἕως τὰ κριτάρια, ἄρχονται λέγειν ἀντιφωνικῶς, τὸ μὲν ἓν μέρος· "Ἴδε τὸ ἔαρ τὸ καλὸν πάλιν ἐπανατέλλει" τὸ δὲ ἕτερον μέρος· "φέρον ὑγίειαν καὶ χαρὰν καὶ τὴν εὐημερίαν," καὶ τὰ λοιπά, καθὼς ἡ συνήθεια ἔχει. Καὶ κατελθόντες μέχρι τῶν Πρασίνων καμπτοῦ, ἑνοῦνται ἀμφότεροι, καὶ λέγουσιν ἀπελατικοὺς τρεῖς μέχρι 2.166 τοῦ Καθίσματος· κατέρχεται δὲ καὶ ὁ ὕπαρχος πόλεως ἀπὸ κελεύσεως, καὶ ἑνοῦται τῷ πολιτεύματι εἰς τὸν Χαλκόν, συνεισερχόμενος αὐτοῖς μέχρι τοῦ στάματος, καὶ ποιοῦσι προσκύνησιν ἅπαντες ἐν τῷ στάματι. Καὶ εἶθ' οὕτως ἵσταται ὁ νεανίσκος ἐν τῷ δεξιῷ μέρει τοῦ ὑπάρχου, εὐφημῶν καὶ λέγων οὕτως· "Ὁ βοηθῶν τοὺς δεσπότας." Ὁ λαός· "Εἷς ὁ Θεός," καὶ τὰ ἑξῆς, καθὼς ἡ συνήθεια ἔχει. Καὶ ἀνέρχονται ἐπὶ τὰς θύρας εὐφημοῦντες τὸν βασιλέα, λέγοντες καὶ τοῦτο· "Ναί, Κύριε, πολλὰ αὐτῶν τὰ ἔτη." Καὶ ἐξέρχονται. Ὁ δὲ ὕπαρχος λαβὼν νεῦμα ἀπὸ κελεύσεως παρὰ τοῦ ἀκτουαρίου, εὐθέως ἀπὸ τοῦ στάματος ἀνέρχεται, ὅθεν κατῆλθεν καὶ μετὰ ταῦτα τελεῖται τὸ τέταρτον βαΐον. Καὶ ἀναστὰς ὁ βασιλεὺς καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης, καὶ πάλιν ἐξέρχεται ἐν τῷ Καθίσματι, ὡς ἡ συνήθεια ἔχει. Καὶ ἀχθέντων τῶν τριῶν βαΐων, ἐν τῷ τετάρτῳ βαΐῳ ἀπὸ πέμπτης τάβλας κατέρχονται οἱ δʹ ἡνίοχοι ἐν τῷ τοῦ Πρασίνου καμπτῷ, καὶ τρέχουσιν ἡνιοχοῦντες ἀλλήλους μέχρι τοῦ στάματος, καὶ λαμβάνουσιν τὰ ἔπαθλα, ὡς ἐπὶ πρώτου βαΐου τῆς δειλινῆς. Τοῦτο δὲ τὸ ἐτήσιον γίνεται, ἤγουν τοῦ τρέχειν αὐτοὺς πεζούς, διὰ τὸ συγκλεῖσαι τὰ ἱπποδρόμια τοῦ χρόνου.