ἐπιστυγνάζων «κὰπ πεδίον», ἤγουν κατὰ πεδίον, «τὸ Ἀλήϊον οἶος ἀλᾶτο», τουτέστι μόνος ἐπλανᾶτο, «ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων», ἤγουν ἐκφεύγων τὴν μετ' ἀνθρώπων συνδιατριβήν, οἷα εἰς μελαγχολίαν ἐκκυλισθείς, καθὰ καὶ Ἀριστοτέλης ἐν τοῖς οἰκείοις ἱστορεῖ Προβλήμασι. Τοιοῦτον τὸ ἐπὶ παίδων στερήσει πάθος τοῖς φιλοτέκνοις, ὃ καὶ Λαέρτην ἐρημάζειν ἠνάγκαζεν οἰόμενον τεθνάναι τὸν υἱὸν Ὀδυσσέα. Σκοπητέον δὲ καὶ ὅπως θυμοβόρον ὁ μονασμός. ὁ γὰρ Βελλεροφόντης ὃν θυμὸν κατέδει ἐρημωθείς. Σημείωσαι δὲ καὶ ὅτι δεινότερον τοῦ θυμοδακοῦς τὸ τὸν θυμὸν ἔδεσθαι. Τὴν δέ γε τοῖς ὕστερον ποιουμένην τοῦ Βελλεροφόντου ἐκ μετεωροπορίας τῆς διὰ Πηγάσου κατάπτωσιν καὶ τὴν ἐκεῖθεν χώλωσιν οὐκ οἶδεν ὁ ποιητής, οὐδ' ὅτι Γοργόνος ἐξέφυ ὁ Πήγασος ἵππος καὶ ὅτι πτεροῖς αἴρεσθαι εἶχε καὶ ὅτι βληθεὶς οἴστρῳ χόλῳ ∆ιὸς ἐν Κιλικίᾳ ἢ Λυκίᾳ τὸν ἀναβάτην Βελλεροφόντην κατέρριψεν ἐς ∆ιὸς ἱέμενον, ἢ ὅτι ὁ Βελλεροφόντης Πηγάσῳ ἀέριος ἀρθεὶς μόλιβδον ἐνέρριψε τῷ τῆς Χιμαίρας στόματι, ὃς τακεὶς κατειργάσατο ἐκείνην, καὶ ὅσα ἄλλα μῦθοι ἐθρύλησαν ἀναιδεῖς (ῃ. 200) Τὸ δὲ «ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν» ἄκραν τοῦ ἥρωος δυσπραγίαν ἐμφαίνει. Ὡς μὲν γὰρ τῷ ∆ιῒ ἀπήχθετο καὶ τῇ Ἥρᾳ, ἡ τῆς βασιλείας δηλοῖ ἔκπτωσις, ὡς δὲ Ἄρεϊ καὶ Ἀθηνᾷ, τοῖς 2.290 ἐπιστατοῦσι τῆς μάχης, ὁ φόνος παριστᾷ τοῦ υἱοῦ, Ἄρτεμις δὲ τὴν θυγατέρα κτείνασα οὐκ ἂν εἴη τὸν πατέρα στέργουσα. οὐ μὴν οὐδὲ ∆ημήτηρ φιλεῖ τὸν τῇ ἐρημίᾳ κληρωθέντα, οὐδ' Ἀπόλλων τὸν κακόμοιρον. ὅμοια δέ τινα καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. Σημείωσαι δὲ ὅτι τὸ μὲν ἐφεξῆς τοῦ λόγου καὶ ἀκόλουθον ἦν μετὰ τὴν Λαοδάμειαν περὶ τῶν λοιπῶν ἀπερικόπως εἰπεῖν ἀδελφῶν, οἷον ὅτι Λαοδάμεια μὲν ἔτεκε Σαρπηδόνα, Ἴσανδρον δὲ Ἄρης ἀνεῖλεν, Ἱππόλοχος δ' ἐμ' ἔτικτεν. Ὅμηρος δὲ βραχὺ περικόψας τὴν τοιαύτην γενεαλογίαν ἐπενέβαλε τὴν τοῦ Βελλεροφόντου δυσδαιμονίαν, εἶτα πάλιν εἰς τὴν γενεαλογίαν ἐπανέβη, οὐ μόνον διὰ ποικιλίαν γραφῆς, ἀλλὰ καὶ ἄλλας πολλὰς αἰτίας, ἃς ὁ ἐχέφρων ἐπινοήσεται. (ῃ. 201) Τὸ δὲ Ἀλήϊον πεδίον κατὰ τοὺς παλαιοὺς ἢ παρὰ τὴν ἐκεῖ τοῦ ἥρωος ἄλην, ὅ ἐστι πλάνην, ὠνομάσθη. διὸ καί, ὥσπερ ἀνωτέρω ἐν τῷ «τέμενος ἔταμον» [καὶ «ἔτεκε τέκνα»], οὕτω καὶ ὧδε χρησάμενος ἐτυμολογίας τρόπῳ φησὶ «κατὰ πεδίον Ἀλήϊον ἀλᾶτο», ἢ διότι ἐστέρηται ληΐων διὰ τὴν ἐρημίαν. Τινὲς δὲ ἐδάσυναν τὴν ἄρχουσαν παρὰ τὸν ἅλα, φάμενοι ἅλας φέρειν τὸν τόπον ἐκεῖνον. Τοῦ δὲ τοιούτου πεδίου σὺν ἄλλοις μέμνηται καὶ Ἡρόδοτος τῆς Κιλικίας τε αὐτὸ εἰδὼς καὶ στρατοπεδεύσασθαί ποτε εἰπὼν περὶ αὐτὸ στρατηγοὺς ∆αρείου τοὺς κατὰ Ἑλλήνων. [Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὡς ἐρρέθη, ἀλῶ, οὗ παράγωγον ἡ ἄλη, ὧν πρωτότυπα, ὡς ἀλλαχοῦ δηλοῦται, τὸ πλανῶ καὶ ἡ πλάνη, καὶ ὁ ἠλεὸς γίνεται, ὅπερ ἐστὶ μάταιος, οὗ κλητικὴ «ἠλεέ» καὶ κατὰ ἀποκοπὴν ἠλέ, ὡς τὸ «μαινόμενε φρένας ἠλέ», καὶ ὁ παρὰ τῷ Ὀππιανῷ 2.291 ἠλέματος, ἔτι δὲ καὶ ὁ ἐν τῇ κωμῳδίᾳ κοάλεμος, ἤγουν ἐν τῷ κοεῖν ἤτοι νοεῖν ἀλώμενος, ὁποίου σημαινομένου ἐστὶ καὶ ἡ Ἀκκώ, τὸ παροιμιῶδες κύριον, καὶ τὸ κωμικῶς εἰπεῖν μακκοᾶν, ἶσον ὂν τῷ μὴ νοεῖν. Ἐκ δὲ τοῦ εἰρημένου κοαλέμου, ὃς τὸν εὐήθη δηλοῖ, καὶ Κοάλεμος, φασίν, ὁ τοῦ Κίμωνος πρόπαππος, δι' εὐήθειαν. Ἴσως δὲ παρὰ τὸ ἀλᾶσθαι καὶ ὁ Ἰάλεμος, ὅθεν παροιμία εἵλκυσται τὸ «Ἰαλέμου ψυχρότερος».] (ῃ. 202) Ὁ δὲ πάτος, ὃ δηλοῖ κατὰ ὀνοματοποιΐαν ὁδόν, ὅ ἐστι τρίβον, βαρύνεται κανόνι τοιούτῳ. Τὰ εἰς ˉοˉς δισύλλαβα βραχυπαράληκτα μονογενῆ βαρύνονται· κρότος, κότος, μίτος, ὅ τε τῶν ὑφαινόντων καὶ ὄνομα ποταμοῦ, Νότος, πότος, οὕτω καὶ πάτος. ἀντίκειται τὸ στρατός. τὸ βροτός διχῶς φασιν ἐκπίπτειν τοῦ κανόνος, ὅτι τε κοινόν ἐστι καὶ οὐ μονογενὲς καὶ ὅτι ἀντέμφασιν ἔχει πρὸς τὸ βρότος, ὃ δηλοῖ τὸν μολυσμόν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ πάτος γίνεται καὶ τὸ ἀναπατεῖν, ἤγουν ἄνω που οἰκήματος ἀργοῦντα κινεῖσθαι, καὶ τὸ ἀποπατεῖν δὲ καὶ ὁ ἀπόπατος. ἐπεὶ γὰρ ταὐτὸν πάτος καὶ ὁδός, ὡς ἀπὸ τῆς ὁδοῦ τὸ ἀφοδεύειν, οὕτω καὶ ἐκ τοῦ πάτου τὸ ἀποπατεῖν, ὅπερ ἐκτὸς ὁδοῦ