117
τοὺς οἴκους, εἰς οἰκοδομὴν τοῦ ἰδίου τείχους κατέλυσαν. Τὰ γὰρ ῥήματα τῆς θείας Γραφῆς ἀπολαμβάνοντες, τὰς οἰκείας μυθολογίας περιτειχίζουσι, μὴ προσεσχηκότες Θεῷ τῷ πεποιηκότι τὴν παλαιὰν τῶν θεοπνεύστων Γραφῶν, 2177 κολυμβήθραν τὴν ἀπὸ πηγῶν τοῦ θείου Πνεύματος προχεομένην. Ὁ μὲν οὖν Θεὸς μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ, θρηνεῖν αὐτοὺς παρεκελεύετο τὴν ἰδίαν ἀπώλειαν. Οἱ δὲ τοὐναντίον, ὡς ἀπεγνωκότες τὴν ἑαυτῶν σωτηρίαν, ἐποίουν, τὴν μετὰ τουτονὶ τὸν βίον τοῦ Θεοῦ κρίσιν οὐ λογισάμενοι. ∆ιὸ τοῖς ῥητοῖς ὁ Παῦλος χρησάμενος εἶπεν· "Εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν. Αὔριον γὰρ ἀποθνήσκομεν." Ὡς δὲ δεσμῷ Θεοῦ καταδεθείσης αὐτῶν τῆς ἁμαρτίας ἐπάγει· Καὶ οὐκ ἀφεθήσεται αὐτῇ ἡ ἁμαρτία ὑμῶν ἕως ἂν ἀποθάνητε. Καὶ ὅρα τὸ μέγεθος τῆς ἀπειλῆς τοῦ Θεοῦ, καὶ ὡς οὐδαμοῦ τὸν λαὸν ἐπ' εἰδωλολατρείᾳ διέβαλεν, ὅτι δὲ εἰς δώματα ἀνέβησαν μάταια, καὶ βοῶν ἐπλήρωσαν τὴν πόλιν, καὶ ξένον ὕδωρ ἐξεῦρον τὴν παλαιὰν κολυμβήθραν ἀποστραφέντες, καὶ συνεστήσαντο τεῖχος τοὺς οἴκους καθελόντες τῆς πόλεως. Καὶ αὐτοὶ μὲν ἀναισθήτως ἐπὶ τούτοις διέκειντο. Ὁ δὲ προφήτης ἀπέκλαιεν. Τῶν δὲ πικρῶν δακρύων ἡ πρόφασις ἡ κατ' αὐτῶν ἀπειλὴ τὴν ἁμαρτίαν ταύτην μὴ συγχωρηθήσεσθαι λέγουσαν. ιεκεʹ. 9Τὰδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸ παστοφορεῖον, πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἶπον αὐτῷ· Τί σοι ὧδε; καὶ τί σοι ὧδέ ἐστιν, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν9; κ.τ.λ. Σομνὰς καὶ Ἐλιακεὶμ, ὧν ἐνταῦθα μέμνηται, σύγχρονοι γεγόνασιν Ἐζεκίᾳ τῷ βασιλεῖ, ὅπερ ἐκ τῆς ἱστορίας ἔστι μαθεῖν. Οἳ καὶ ἐξῆλθον πρὸς τὸν Ἀσσύριον ἐπιστάντα τῇ πόλει, καθὰ διὰ τῶν ἑξῆς ὁ προφήτης φησίν. Τὸν δὲ Σομνὰν ἔλεγεν ὁ Ἑβραῖος ἄσεμνόν τε καὶ ἀλαζόνα γενέσθαι καὶ ἁβροδίαιτον ἀρχιερέα, αὐτομολῆσαί τε πρὸς Σενναχερεὶμ προδεδωκότα τὸν λαόν. Πρὸς ὃν ὁ προφήτης κελεύεται βαδίζειν ἐπὶ τὸ παστοφόριον. Ἦν δὲ χῶρος ἐν τῷ ναῷ. Ἀνθ' οὗ Σύμμαχος τὸν σκηνοποιοῦντα, φησίν. Ὁ δὲ Ἀκύλας τὸν σκηνοῦντα. Μνημεῖον δὲ κατὰ πέτρας ὑψηλὸν ἑαυτοῦ λατομήσας ἐπέγραψε τούτῳ σκηνὴ, ὡς δὴ σκηνώσων ἐν αὐτῷ μετὰ θάνατον, πρέπον δὲ σύμβολον τῆς ἑαυτοῦ διανοίας ἐπέγραψεν, ὡς τὰ ἔξω μόνον ὑπάρχων λαμπρός. Μάτην δὲ τοῦτο, φησὶ, λατομεῖς. Οὐ γὰρ μεθέξεις αὐτοῦ. Τοῦτο γὰρ τὸ, τί σοί ἐστιν ὧδε, δηλοῖ. Συντρίψει γὰρ ὁ Κύριος ἄνδρα, ἀπῴχοντο γὰρ αἰχμάλωτοι μετὰ τῶν ἀγελαίων οἱ δυνατώτατοι. Κομισθήσῃ δὲ καὶ σὺ μακρὰν τῆς ἀξίας ἀφῃρημένος, καὶ στάσεως τῆς κατὰ τῷ Θεῷ λειτουργεῖν. Τί οὖν ἔδει σοι τύφου καὶ χρημάτων καὶ ἅρματος; οὐ γὰρ τοῦ ἄρχοντος ἡ δόξα καθαιρεθήσεται. 2180 Τὴν γὰρ τῆς ἀρχιερωσύνης ἀναξίως μετῆλθες οἰκονομίαν, κριτὴς γενόμενος ἄδικος. Τὸν δὲ σὸν ἑταῖρον Ἐλιακεὶμ δοῦλον ἑαυτοῦ δοκιμάσας εἶναι Θεὸς, εἰς τὴν σὴν αὐτὸν καταστήσεται χώραν τοῖς ὑπὸ χεῖρα πατρὸς ἐφέξοντα τάξιν. Ἕσται γὰρ οὐκ αὐθάδης, οὐ βάσκανος. Πρᾶος δέ τις ὢν, τὴν δόξαν ἕξει τοῦ πραοτάτου ∆αβίδ. Ἄρξει δὲ μετὰ πολλῆς ἐξουσίας, ὡς μὴ ἕξειν τὸν ἀντιλέγοντα. Καὶ κράτος ἔξει. Τοῦτ' ἔστι τὸ δύνασθαι κρατεῖν τῶν ὑπὸ χεῖρα λαῶν. Καὶ ἔσται βεβαίων ἱδρυμένος ἐπὶ τὴν αὐτοῦ λειτουργίαν. Τοῦτο γὰρ δηλοῖ τὸ, Ἐν τόπῳ πιστῷ ἑστάναι τὴν ἀρχὴν ἀσάλευτον ἔχοντα. Τῆς δὲ τούτου κηδεμονίας ἠρτημένοι πάντες γενήσονται ὡς ἐπ' ἀγαθῷ πεποιθότες. ∆ιὰ δὲ τούτων μανθάνομεν μὴ χαυνοῦσθαι δυναστείᾳ, μηδὲ τῆς κρίσεως ἀμνημονεῖν τοῦ Θεοῦ. Εἰκότως δὲ συνῆπται ταῦτα τοῖς περὶ φάραγγος Σιὼν τοῦ σωτηρίου πάθους ἐπὶ τὸν καιρὸν ἀναγόμενα, καθ' ὃν οἱ κατὰ Σομνὰν ἀλαζόνες καὶ φιλοχρήματοι, κατὰ τὸν Μωσέως νόμον ἱερατεύοντες σωματικῶς, ἐκπεπτώκασιν. Περὶ ὧν ἐν τοῖς ἔμπροσθεν ἔλεγεν ὁ προφήτης μετ' ἄλλων ὅσων καὶ τὸ, Ἀγαπῶντες δῶρα, καὶ τὸ, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσιν χήρας οὐ προσέχοντες. Καὶ φονευτὰς δὲ, ὡς κυριοκτόνους, ἐκάλεσεν. Οἷς καὶ ταλανίζων ἔλεγεν ὁ Σωτήρ· "Καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν." Προετύπου δὲ τούτους ὁ Σομνάς. Ὁ δὲ