ἄγουσιν αὐτοὺς εἰς Ῥώμην διακομίσαι καὶ φυλάττειν ἐν ἀδήλοις φυλακαῖς, χωρίσαντας ἄλλους ἀπ' ἄλλων, ἕως ἂν αὐτὸς ἀφίκηται. τοῖς δὲ ἀνδράσιν ἐνθυμουμένοις ὅτι πάντες οἱ κορυφαιότατοι τῆς συνωμοσίας οἱ μὲν ἀπολύονται τῶν σημείων, οἱ δ' ἀποστέλλονται δίχα τῶν ἄλλων ὁποιδήποτε, λογισμὸς εἰσῆλθε περιφανῆ γεγονέναι σφῶν τὴν συνωμοσίαν, καὶ μετὰ τοῦτο δέος, εἰ χωρὶς ἀλλήλων γένοιντο καὶ τὰ ὅπλα θεῖεν, μὴ δίκας ὑπόσχωσιν εἰς Ῥώμην ἀπαχθέντες· συνιόντες τε κατ' ὀλίγους ἐσκόπουν τί χρὴ πράττειν. ἔπειτα γνώμην τινῶν εἰσηγησαμένων περὶ ἀποστάσεως, ἐπαινέσαντες τὸ βούλευμα καὶ πίστεις ἀπορρήτους ἐν ἀλλήλοις ποιησάμενοι οἱ τῆς στρατείας ἀφειμένοι περὶ Ταρρακινὰ πόλιν ἐν ἐπιτηδείοις χωρίοις παρ' αὐ 221 τὴν τὴν ὁδὸν στρατοπεδεύονται. ἔπειθ' οἱ μετὰ τοῦ πρεσβευτοῦ καὶ τῶν χιλιάρχων ἀποστελλόμενοι τοὺς ἡγεμόνας καταλιπόντες, ἔστιν δ' οὓς καὶ τῶν ἀγόντων σφᾶς στρατιωτῶν πείσαντες ἀποστῆναι, περὶ τὸν αὐτὸν ἱδρύονται τόπον. ὡς δὲ ἅπαξ οὗτοι τὰς παρόδους κατελάβοντο, πολλοὶ προσῄεσαν αὐτοῖς ὁσήμεραι, καὶ χεὶρ ἐγένετο περὶ αὐτοὺς καρτερά. ἔπειτα τὰ δεσμωτήρια ὑπ' αὐτῶν, ὅσα κατὰ τοὺς ἀγροὺς ἦν, ἐλύετο καὶ συνέρρει. Οἱ δὲ τῶν Ῥωμαίων ὕπατοι πᾶσαν τὴν μεταξὺ γῆν ἀδεῶς διελθόντες, τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων (πολλαὶ δ' εἰσὶ δυσχωρίαι κατὰ τὴν ἐκ Ῥώμης εἰς Καμπανίαν ἄγουσαν ὁδὸν ὄρεσί τε καὶ τέλμασι καὶ θαλάτταις καὶ ποταμοῖς ναυσιπόροις διακλειόμεναι, ἃς οὐ ῥᾴδιον ἦν διελθεῖν ὑπὸ τῶν πολεμίων προκαταληφθείσας), καί τινα καὶ ποταμόν, ὃς διὰ τῆς Κασιληνῶν χώρας καὶ πόλεως φέρεται λʹ τῆς Καπύης ἀπέχοντα στάδια, Οὐλτουρνὸν ὄνομα, τεττάρων οὐκ ἐλάττω πλέθρων ὄντα τὸ πλάτος, ξυλίνῃ γεφύρᾳ διαβάντες, ἣν ἐν τρισὶ κατεσκεύασαν ἡμέραις, διεξῄεσαν, ἵνα τοῖς μὲν τὰ σφέτερα φρονοῦσι Καμπανῶν θάρσος ὡς τὰ κράτιστα προῃρημένοις ἐγγένηται, τοῖς δὲ τἀναντία δέος. καὶ προελθόντες ἐπέκεινα τῆς πόλεως ἀπὸ μʹ σταδίων Καπύης στρατοπεδεύονται ἐν ὑψηλῷ τόπῳ θέντες τὸν χάρακα, ἔνθα ὑπομένοντες τὰς παρὰ Σαυνιτῶν ἀγοράς τε καὶ συμμαχίας ἐκαραδόκουν. οἱ δὲ ἄρα ὑπισχνοῦντο μὲν αὐτοῖς πλείω τῶν ἱκανῶν, ἐπήρκουν δ' οὐθὲν ὅ τι καὶ λόγου ἄξιον, στρατιάν τ' ἀγείρειν ἐκ πάσης πόλεως σκηπτόμενοι κατέτριβον τοὺς χρόνους. ἀπογνόντες δὴ τῆς ἐκεῖθεν ἐπικουρίας, καὶ τὰς μὲν ἑαυτῶν δυνάμεις ὁρῶντες οὐθὲν ἰσχύος ἐκ τοῦ χρονισμοῦ προσλαμβανούσας, τὰς δὲ τῶν πολεμίων μακρῷ πλείους γινομένας, ἐπὶ τὰ ἔργα χωρεῖν ἔγνωσαν. Ἐνθυμούμενοι δ' ὅτι πολὺ τῆς στρατιᾶς ἐστιν τὸ δυσάγωγον καὶ ταῖς ἐπιταγαῖς τῶν ἡγεμόνων ἀπειθές, ὡς ἐν ἄλλαις τε πολλαῖς πείραις ἐδήλωσε καὶ τὰ τελευταῖα ἐν τῇ Καμπανικῇ παραχειμασίᾳ, ἀφ' ἧς εἰς τοσαύτην ἀπόνοιαν ἦλθον αὐτῶν τινες, ὥστε καὶ πόλεσιν ἐπιθέσθαι καὶ τὸν ὕπατον καταλιπεῖν καὶ κατὰ τῆς πατρίδος ὅπλα ἀναλαβεῖν, τούτους ᾤοντο δεῖν πρῶτον ἀποδεῖξαι σωφρονεστέρους, δεινότερον ποιήσαντες αὐτοῖς τὸν 222 ἀπὸ τῶν ἡγεμόνων φόβον ἢ τὸν ἀπὸ τῶν πολεμίων κίνδυνον. Ταῦτα διανοηθέντες ἐκκλησίαν συνῆγον· καὶ λέγει Μάλλιος. [ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ ΚΑΙ ∆ΗΜΗΓΟΡΙΩΝ. ΠΕΡΙ ΤΟΥ ΥΙΟΥ ΜΑΛΛΙΟΥ ΤΟΥ ΜΟΝΟΜΑΧΗΣΑΝΤΟΣ]. 3. Ὅτι περὶ τὴν Ῥηγίνων πόλιν πάθος γίνεται δεινόν, οἷον καὶ περὶ Μεσσήνην ἐγένετο τὴν ἐν Σικελίᾳ, μεγάλης φυλακῆς καὶ προνοίας ἄξιον ἁπάσαις ταῖς πόλεσιν. ἀνάγκη δὲ τὰς αἰτίας καὶ τὰς προφάσεις τῶν κατασχόντων αὐτὴν κακῶν προειπεῖν. ὅτε Λευκανοὶ καὶ Βρέττιοι δυνάμεσι πολλαῖς ἐπὶ Θουρίους στρατεύσαντες τήν τε χώραν αὐτῶν ἐξεπόρθησαν καὶ τὴν πόλιν περιχαρακώσαντες ἐπολιόρκουν, ἐφ' οὓς ἀπεστάλη Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Φαβρίκιος ὁ ὕπατος, φοβηθέντες οἱ Ῥηγῖνοι μὴ καὶ ἐπὶ σφᾶς οἱ βάρβαροι Ῥωμαίων ἀπελθόντων στρατιὰν ἀποστείλωσι, καὶ τὴν Ταραντίνων πόλιν ἐν ὑποψίαις ἔχοντες, ἐδεήθησαν τοῦ Φαβρικίου δύναμιν τῇ πόλει λιπεῖν πρὸς τὰς αἰφνιδίους τῶν βαρβάρων ἐπιδρομάς, καὶ εἴ τις ἐκ τῶν Ταραντίνων ἐπιβουλή σφισιν ἀπροσδόκητος γένοιτο· καὶ λαμβάνουσιν Καμπανοὺς μὲν ωʹ,