βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
παραγενομένην σοφίαν παραιτησάμενοι καὶ χωρὶς Χριστοῦ φιλοσοφεῖν ἐπιχει ρήσαντες, τοῦ μόνου παραδείξαντος ἔργῳ καὶ λόγῳ τὴν ἀληθῆ φιλοσοφίαν. Οὗτος γὰρ πρῶτος καὶ μό νος ἔτεμε τῷ βίῳ, τὴν ταύτης πολιτείαν ἐπιδει ξάμενος καθαρὰν, ἀνωτέραν ἀεὶ φέρων τὴν ψυχὴν τῶν παθῶν τοῦ σώματος· ἔσχατον δὲ καὶ αὐτῆς κα ταφρονήσας, ὅτε ἡ παρ' αὐτοῦ οἰκονομουμένη σω τηρία τῶν ἀνθρώπων ἀπῄτει θάνατον, διδάσκων διὰ τούτου, ὅτι δεῖ τὸν φιλόσοφον ὀρθῶς προαιρούμενον ἀρνήσασθαι μὲν τὰ ἡδέα πάντα τοῦ βίου, πόνων δὲ καὶ παθῶν εὖ μάλα ἐπικρατεῖν, καταφρονοῦντα τοῦ σώματος, ἔχειν δὲ μηδὲ τὴν ψυχὴν τιμίαν, ἀλλὰ καὶ ταύτην προθύμως προέσθαι, ὅταν δι' ἀρετῆς ἀπό δειξιν ἀποθέσθαι 256 δέοι. Καὶ ταύτην παραλα βόντες οἱ ἀπόστολοι αὐτοῦ καὶ μαθηταὶ γνησίως τὴν διαγωγὴν ἐμιμήσαντο· ἅμα γὰρ τῷ κληθῆναι ἀπο ταξάμενοι μὲν τῷ βίῳ καὶ ὑπεριδόντες πατρίδος 110.409 καὶ γένους καὶ ὑπάρξεως πρὸς τὸν σκληρὸν καὶ ἐπίπονον εὐθὺς μετετάξαντο βίον, διὰ πάντων χωρή σαντες τῶν δυσχερῶν καὶ τεθλιμμένων, διωκόμενοι, κακουχούμενοι, ὑστερούμενοι, ἐλαυνόμενοι, γυμνη τεύοντες, ὑβριζόμενοι, ἐμπτυόμενοι, αὐτῶν τῶν ἀναγκαίων ἐνδεεῖς· ὕστερον δὲ καὶ θανάτου κατ εφρόνησαν καλῶς διὰ πάντων μιμησάμενοι τὸν διδά σκαλον, τῷ βίῳ καταλιπόντες πολιτείας ἀρίστης εἰ κόνα. Ἀλλὰ ἐπειδὴ γράφειν ἀπὸ ̣68b τῆς εἰκόνος ταύτης πάντες Χριστιανοὶ τὸν ἑαυτῶν βίον ὀφεί λονται, ἢ οὐκ ἠβουλήθησαν, ἢ ἠτόνησαν πρὸς τὴν μίμησιν· ὀλίγοι δέ τινες ἠδυνήθησαν τὰς κοσμι κὰς ὑπερκύψαι ταραχὰς καὶ φυγεῖν τὴν ἐν ταῖς πόλεσι ζάλην καὶ τὴν τοῦ ματαίου βίου φροντίδα τε καὶ προσπάθειαν· καὶ οὕτως ἔξω γενόμενοι τῶν κοσμι κῶν θορύβων, τὸν μοναδικὸν ἀσπασάμενοι βίον, ἐκμαγεῖον τῆς ἀποστολικῆς ἀρετῆς ἐποιήσαντο, τοῦ μὲν κεκτῆσθαι τὴν ἀκτημοσύνην προκρίναντες διὰ τὸ ἀπερίσπαστον, τροφῆς δὲ κεκαρυκευμένης τὴν ἐσχεδιασμένην προτιμήσαντες, διὰ τὰς τῶν παθῶν ἐπαναστάσεις τῇ παρατυχούσῃ τροφῇ τὴν χρείαν τοῦ σώματος ἐκπληροῦντες, ἐνδυμάτων τε μαλακῶν καὶ τῆς χρείας ἔξω, ὡς ἀνθρωπίνης χλιδῆς ἐπί νοιαν ἀλογήσαντες, λιτῇ καὶ ἀπεριέργῳ στολῇ διὰ τὴν τοῦ σώματος ἀνάγκην ἐχρήσαντο. ̣12 ̣ Καὶ γὰρ ὁ Κύριος τῷ πλουσίῳ τὴν τελειοτάτην τοῦ κατὰ Θεὸν ἀκροτάτου βίου τούτου σαφέστατα ὑποτιθέμενος "πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς," καὶ οὕτως ἀμερίμνως καὶ ἀπερισπάστως ἀκολου θεῖν "τὸν σταυρὸν ἄραντα" προσέταξε, καὶ τὸν τοῦτο μὴ ποιοῦντα ἀνάξιον ἑαυτοῦ ἔκρινεν· "Ὅστις γὰρ, φησὶν, οὐκ ἀφήσει πατέρα ἢ μητέρα, ἢ ἀδελφοὺς ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου καὶ ἀρεῖ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκο λουθήσει μοι, οὐκ ἔστι μου ἄξιος." Τοιγαροῦν οὐκ ἔστιν ἄλλως τῆς ἀξίας ταύτης καὶ τῆς τελειότη τος ἐπιτυχεῖν εἰ μὴ καθ' ὃν τρόπον ὁ ὑπερτελὴς καὶ προτέλειος ἐδίδαξε 257 Κύριος. Θαυμαστέον τοιγαροῦν ἡμῖν καὶ σφόδρα τιμητέον, τοὺς ἀπαρνη σαμένους πᾶσαν πρόσκαιρον ἡδονήν τε καὶ προσπά θειαν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου καὶ πρὸς τὴν μοναδικὴν πολιτείαν μεταχωρήσαντας καὶ πᾶσαν τὴν γῆν πληρώσανταςκαὶ γὰρ μεμέστωται τού των Αἴγυπτος, καὶ Λιβύη, καὶ Αἰθιόπεια, καὶ Ἰνδία, Μαυριτανία τε καὶ αἱ Θηβαΐδες· τούτων Συρία πλή ρης, καὶ Κιλικία, καὶ Γαλατία, Πόντος τε καὶ Ἀρμενία, Μεσοποταμία, καὶ ἡ Περσὶς ἅπασα τούτων ἀνάπλεως, Παλαιστίνη καὶ Ἀραβία καὶ Κύπρος, Ἀσία τε καὶ αἱ Κυκλάδες νῆσοι, καὶ ἡ Ἑλλὰς πᾶσα, καὶμὴν καὶ Ῥώμη, καὶ Ἱσπανία, καὶ Γαλατία μέχρι τοῦ πέρατος τῆς γῆς πέπλησται μοναστηρίων καὶ ἀσκητῶν, καὶ πᾶσα ἡ γῆ κατευλόγηται καὶ ἁγιάζεται προδήλως ταῖς τούτων χοροστασίαις τε καὶ ψαλμῳδίαις. ̣13 ̣ Καὶ δὴ Γρηγόριος ὁ πάνσοφος καὶ τῆς Θεολόγου ἐπωνυμίας ἀποσεμνύνων αὐτὸς λέγει "Οἱ ψάλλοντες, οἱ δοξάζοντες, οἱ μελετῶντες τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οἱ τὰς ὑψώσεις τοῦ 110.412 Θεοῦ ἐν ταῖς λάρυγξι φέροντες· καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ Θεὸν βίου προγράμματα καὶ μηνύ ματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς