Τούρκους ἐς τὸν ποταμὸν τὸν Μοράβαν καλούμενον παρὰ τὸ χεῖλος, καὶ αὐτὸς συσκευασάμενος ἀπήλαυνεν ἐπ' οἴκου. Ὁ δὲ Ἰωάννης ὡς φεύγων ἀπεχώρει ἐπὶ τὸν Ἴστρον, καὶ ἑσπέρα ἦν ἀφικομένῳ ἐπὶ τὸ Σβετζάνιον τοῦ βασιλέως πόλιν, διηπόρει, ὡς ἀσφαλέστερον κομιζόμενος πρός τε τῶν Μυσῶν μὴ 2.138 κατάδηλος γένοιτο, καὶ κινδυνεύσῃ πρὸς τοῦ Τριβαλλῶν ἡγεμόνος ἁλῶναι· εἶδε γὰρ τὸν Γεώργιον, ὡς περιποιήσαιτο ἑλεῖν αὐτὸν πολέμιον ὄντα καὶ διάφορον ἐς τὰ μάλιστα ἐπεὶ δὲ διασκοπούμενος ἐλογίζετο, ἐδόκει αὐτῷ χωρισθέντα τοῦ στρατοῦ ἐλαύνειν σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν εὐθὺ ἐπὶ Μπελογράδην. ὡς δὲ ἐδόκει αὐτῷ, περὶ δευτέραν φυλακὴν τῆς νυκτὸς ἐπιλεξάμενος τοὺς ἰδίους αὐτῷ ἐπορεύετο ἄλλην ὁδόν. πορευομένῳ δὲ αὖθις ἐδόκει οἱ καὶ ταύτῃ ἔτι μᾶλλον κατάδηλος ἔσεσθαι. πρὶν δὴ ἡμέραν γενέσθαι, νόῳ λαβών, ὡς μόνος αὐτῶν ἄμεινον σώζοιτο ἐς τὸν Ἴστρον, χωρὶς γενόμενος παρ' ἑαυτῷ ἰδίᾳ ἐπορεύετο αὐτὸς πορείαν. ὡς δὲ ἡμέρα ἐγένετο, καταβαίνει τε ἀπὸ τοῦ ἵππου, καὶ πεζῇ πορευόμενος ἀφικνεῖται ἐπὶ λόφον τινά, καὶ θεασάμενος Τοῦρκον ταύτῃ που ἐξελαύνοντα καταφεύγει ἐπὶ τὸ ἕλος ὕδατος πλῆρες καὶ ἐπὶ πολὺ διῆκον. ἐπεὶ δὲ προῆλθεν, ἀφικνεῖται πρὸς τὴν τοῦ Γεωργίου χώραν, καὶ περιτυχὼν Τριβαλλοῖς ἐζήτει γενέσθαι οἱ τῆς ὁδοῦ ὁδηγούς, καὶ μισθὸν αὐτοῖς τῆς ὁδοῦ παρέχεσθαι. οἱ δέ, ὡς ὑπέσχοντο ἐξηγεῖσθαι αὐτῷ τὴν ὁδόν, ἐπεβούλευον ἀνελεῖν. ἐνταῦθα, ὡς ἐδόκει αὐτοῖς, συλλαμβάνουσι τε αὐτὸν ὡς ἀποκτενοῦντες. ὁ δὲ ὡς ᾔσθετο, σπασάμενος τὸ ξίφος τοῦ Τριβαλλοῦ, ὥς οἱ ἐν καιρῷ ἦν, παίει μὲν τὸν ἕνα κατὰ τὸν ὦμον καὶ καταβάλλει· ὁ δὲ ἕτερος φεύγων ᾤχετο. ἐν δὲ τούτῳ πυνθανόμενος ὁ Τριβαλλῶν ἡγεμών, ὡς ὁ Χωνιάτης ἡττηθεὶς πρὸς τοῦ βασιλέως ἀπελαύνει, ἔπεμπε κήρυκα περιαγγέλλοντα τοῖς ἑαυτοῦ, ὡς μηδενὶ Παιόνων ἐπιτρέ 2.139 πειν διαβαίνειν τὴν χώραν, πρὶν δὴ πυνθάνοιντο [καὶ ἐς ὄψιν ἄγειν αὐτόν], ὅστις τε εἴη καὶ ποῖ πορεύοιτο, καὶ τοὺς μὲν ἄλλους ἐᾶν διιέναι, τὸν δὲ Χωνιάτην συλλαβόντας ἄγειν παρ' ἑαυτόν. οὗτος μὲν ταῦτα περιήγγελλεν, οἱ δὲ ἄρχοντες τοῖς ἐν τῇ χώρᾳ προαγορεύοντες, ὅντινα ἂν λάβοιεν τῶν Παιόνων, ἄγειν παρ' ἑαυτοὺς ἐπιδεικνύντας, καὶ ὅστις ἄλλῃ ποι ἰὼν ἁλώσοιτο, ὡς κακίστῳ θανάτῳ ἀπολούμενος. ἐνταῦθα ὁ Χωνιάτης, ὡς ὑπὸ λιμοῦ ἀπαγορεύων διηπόρει, ὅποι τραπόμενος γένοιτο, ἀφικνεῖται ἐπί τινα χώραν τῶν Τριβαλλῶν. καὶ ἐνταῦθα ὡς ἑωράκει Τριβαλλοὺς τὴν γῆν ἐργαζομένους, ἤϊεν ἐπὶ τούτους δεησόμενος ἐπιδοθῆναί οἱ ἄρτον. ὡς δὲ εἶδον ἄνδρα Παίονα ἐπιστάντα σφίσι ζητεῖν ἄρτον, ἔφασαν "ἀλλ' ὦ ξένε, ἄρτος μέντοι ὅδε σοι ἕτοιμος, χρεὼν δέ ἐστιν ἐπὶ τὸν τῆς πόλεως ἄρχοντα ἄγοντας δὴ ἡμᾶς ἐπιδεικνύναι, καὶ ἐπειδὰν θεάσηται, ἀποπέμψει δὴ πάλιν οὗτος ἐπὶ τὴν σαυτοῦ χώραν. οὐ γὰρ κακόν τι πρὸς αὐτοῦ πείσῃ ἂν οὐδ' ὁτιοῦν, ἀλλὰ Ἰωάννου τοῦ Χωνιάτου ζήτησις, οἶμαι, γίγνεται· τοὺς δ' ἄλλους τῶν Παιόνων, ὅσοι διεξελαύνουσιν ἐντεῦθεν, ἐν οὐδενὶ λόγῳ ποιοῦνται." ταῦτα λέγοντες ὡς οὐ μεθίεντο αὐτοῦ, ἀλλ' ἰσχυρῶς τε ἥπτοντο, ἀναγκάζεται τῷ πρεσβυτέρῳ μηνῦσαί τε ἑαυτόν, ὡς εἴη ὁ Χωνιάτης. καὶ ἐπηγγέλλετο μεγάλα δοῦναι αὐτῷ ξένιά τε καὶ χρήματα καὶ χώραν, εἰ ἐπὶ Μπελογράδην ἀγάγοι σῶον, ὑπὸ μηδενὸς τῶν Τριβαλλῶν 2.140 ὀφθέντα. ὁ μὲν οὖν πρεσβύτερος ἔγνω τε αὐτόν, καὶ ὑπεδέξατο ἀσινῆ ἐς τὴν χώραν ἀπάξειν, τοῖς τε ἀδελφοῖς αὐτοῦ ἐξειπών, ὅστις εἴη, προηγόρευε μηδαμῇ ἰόντας ὁμολογῆσαι τὸν ἄνδρα. ἑσπέρας δὲ γενομένης ἀπήγαγον ἐς τὸ οἴκημα, ἐν ᾧ ἄχυρά τε ἦν σφίσι καὶ ὑποζύγια, καὶ ἐνέμενον τῇ ὑστεραίᾳ συσκευασάμενοι ἀπάγειν ἐπὶ Μπελογράδην. τῇ δὲ ἡμέρᾳ ταύτῃ ἐν διαφορᾷ γενομένων τῶν ἀδελφῶν ἐξαγορεύει τις τούτων τῷ τῆς πόλεως ἄρχοντι, καὶ λαβὼν τοὺς θεράποντας ἄγει ἐπὶ τὸ οἴκημα, ἐν ᾧ ἦν ὁ Χωνιάτης ἐν τοῖς τῶν ἀχύρων οἰκήμασι. καὶ λαβόντες ἀπήγαγον παρὰ τὸν τῆς πόλεως ἄρχοντα. ὁ δὲ ἔπεμπε δέσμιον ἀγόμενον παρὰ τὸν ἡγεμόνα, καὶ ἤγγειλεν, ὡς ἑάλω ἐν χόρτῳ κεκρυμμένος. ὁ μὲν οὖν ἡγεμών, ὡς ἤχθη παρ' ἑαυτὸν ὁ Ἰωάννης, εἰς φυλακὴν ποιησάμενος αὐτὸν εἶχεν ἐπί τινα χρόνον ἐν τῇ