118
Ἐλιακεὶμ, Θεοῦ ἀνάστασις ἑρμηνευόμενος, σύμβολον τῆς νέας καὶ καινῆς ἱερωσύνης ἐγένετο, ἣν ἡ τοῦ Σωτῆρος ἡμῶν ἀνάστασις ἐν τῇ ἑαυτοῦ Ἐκκλησίᾳ καθ' ὅλης τῆς οἰκουμένης συνεστήσατο. Κέκληται γὰρ Χριστὸς ἀντ' ἐκείνων ἀρχιερεὺς, ὡς Ἐλιακεὶμ ἀντὶ Σομνά. Κατὰ γὰρ τὸν Ἀπόστολον. "Οὐχ ἑαυτῷ τις ἁρπάζει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ. Καθὼς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν εἰς τὸ γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτὸν, "Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ." Λαβεῖν δὲ λέγεται καὶ τὴν ∆όξαν τοῦ ∆αβὶδ, τοῦτ' ἔστι τὴν ἐπὶ τὸν νοητὸν Ἰσραὴλ ἀρχήν τε καὶ βασιλείαν· "Οὐ γὰρ πάντες φησὶν, οἱ ἐξ Ἰσραὴλ, οὗτοι καὶ Ἰσραὴλ," καὶ τὰ ἐπὶ τούτοις. Ἀρχιερεῖ δὲ γεγονότι Χριστῷ οὐκ ἔσται, φησὶν, ὁ ἀντιλέγων. "Οὐ γὰρ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἄνομος οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν." Καὶ ἄλλως δὲ, εἰ καὶ Ἰσραὴλ ἀντεῖπεν, τὰ δ' οὖν ἔθνη ὑπέκυψεν. ∆ιὸ περὶ μὲν ἐκείνου φησί· "Ῥῦσαί με ἐξ ἀντιλογίας λαοῦ." Περὶ δὲ τούτων· "Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνω, ἐδούλευσέν μοι. Εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου·" καὶ περὶ ἐκείνων αὖθις, "Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι." Καί· "Ὅτι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν." Πεπαλαίωνται γὰρ, καὶ ἐγγὺς γεγόνασιν ἀφανισμοῦ κεκλασμένην τέως περιεσχήκασι τὴν διάνοιαν υἱοὶ γεγονότες ἀλλότριοι. Πάλαι γὰρ ὢν πρωτότοκος Ἰσραὴλ, ὅτε κατεψεύσαντο τοῦ Χριστοῦ, γεγόνασιν ἀλλότριοι, ἀπωλείας λοιπὸν 2181 τέκνα καὶ γεέννης καλούμενοι· ἀνθ' ὧν ἡμῖν ἀνέδειξε τὸν Ἐλιακείμ. Ὃς καί φησιν. "Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος." Ἐν δὲ τῇ Ἐκκλησίᾳ, τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, πᾶς ἔσται, φησὶν, ἐπ' αὐτῷ πεποιθὼς ἔνδοξός τε καὶ μικρὸς, κατὰ κόσμον φημί. Προσωπολήπτης γὰρ οὐκ ἔστιν ὁ τῶν ὅλων Θεός. Νοήσεις δὲ τοῦτο καὶ κατὰ μέτρον ἡλικίας πνευματικῆς. ΚΕΦΑΛ. ΚΓʹ. ΤΟ ΟΡΑΜΑ ΤΥΡΟΥ. αιηʹ. 9Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκ ἔτι ἔρχονται. Ἐκ γῆς Κιτιαίων ἦκται αἰχμάλωτος· τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ μετάβολοι Φοινίκης, διαπερῶντες τὴν θάλασσαν ἐν ὕδατι πολλῷ; Σπέρμα μεταβόλων, ὡς ἀμητοῦ εἰσφερομένου, οἱ μετάβολοι τῶν ἐθνῶν9. κ.τ.λ. Οὐ περὶ πραγμάτων μόνον ἤδη λαβόντων τὴν ἔκβασιν τῆς ἐπ' αὐτοῖς προῤῥήσεως, αἱ προφητεῖαί φασιν· οὕτω γὰρ ἂν ἔδοξεν οὐδὲν εἶναι ταῦτα πρὸς ἡμᾶς, εἰ καὶ τὰ μάλιστα διὰ τούτων ἀψευδὲς θαυμάζειν ἐχρῆν τὸν Θεόν. Νυνὶ δὲ οὐ προθεσπίζουσι μόνον ἐπὶ τοῖς ἔθνεσιν, ἀλλὰ καὶ καθ' ἑκάστην διάζων φέρεται τρόπος θεοσεβείᾳ προσήκων· ὡς ἐν τῷ προλέγειν τὴν Βαβυλῶνος καθαίρεσιν, περὶ καθολικῆς τοῦ Θεοῦ διείλεκται κρίσεως. Ὁ περὶ Αἰγύπτου δὲ λόγος θυσιαστήριον ἔσεσθαι Θεοῦ κατ' αὐτήν φησι θεοσεβῶν τε πλῆθος ἀνδρῶν. Ὁ δὲ περὶ Μωὰβ, Ἐκκλησίαν τε καὶ θρόνον ἐν αὐτῇ γενέσθαι Θεοῦ, παυσαμένης ὡς ἐν Αἰγύπτω κἀν ταύτῃ τῆς εἰδωλολατρείας. Ὁ δὲ περὶ ∆αμασκοῦ, ἐπιστροφὴν ἔσεσθαί φησι τῶν πάλαι τὸν Θεὸν ἀγνοούντων. Ὁ δὲ νῦν περὶ Τύρου, πρὸς τοῖς αὐτῆς πάθεσιν, προσφορὰς ἐν αὐτῇ προαγορεύει Κυρίῳ γενήσεσθαι. Εἴποις δ' ἂν καὶ ἄλλως, ὠφελείας ἕνεκα τῶν ἐξ Ἰσραὴλ, τὰς περὶ τῶν ἐθνῶν προλέγεσθαι προφητείας, ὡς ἂν γνοῖεν, ὡς οὐ μόνων αὐτῶν Θεός ἐστιν ὁ Θεὸς, ἀλλ' ὅτι καὶ διὰ πάντων ἡ τούτου διέρχεται πρόνοια, ποινὰς ἀεὶ τὰς ἐπὶ ταῖς ἀσεβείαις καὶ τοῖς ἔθνεσιν παροῦσα τοῖς λοιποῖς· ὡς καὶ νῦν Τυρίοις, ὄτι καὶ τῷ τοῦ Θεοῦ λαῷ παθόντι κακῶς ἐπετώθαζον, οὐχ ὡς δι' ἁμαρτίας παθοῦσιν, ἀλλ' ὡς τοῦ σώζοντος αὐτοὺς ἠσθενηκότος Θεοῦ. ∆ιὸ σὺν Ἱερουσαλὴμ παθούσῃ, πάντες οἱ κύκλῳ πεπόνθασιν ἐθνικοὶ τὴν αὐτὴν Τυρίοις, ἐσχηκότες προαίρεσιν, ἀνάστατοι πάντες ὑπ' Ἀσσυρίων γενόμενοι. Τοὺς συνεπαναστάντας δὲ τῷ ἰδίῳ λαῷ, καθ' ὃν ἡλίσκετο χρόνον, ἀπαριθμεῖται ∆αβὶδ οὕτως εἰπών· 2184 Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός· ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν· ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ὁσίων σου· Εἶπαν·