ἀκροπόλει. ὁ δὲ πείθει τόν τε ἄρχοντα τῆς ἀκροπόλεως καὶ τὴν φρουρὰν ἐπιθέσθαι ἅμα αὐτῷ τῷ ἡγεμόνι καὶ καταλαβεῖν τὴν πόλιν. ἐξενεγκόντος δέ τινος τῶν συνειδότων τὴν ἐπιβουλήν, καταφανῆ ἐγένετο τὰ τῶν ἐν τῇ φρουρᾷ, καὶ οἱ μὲν ἀπώλοντο, Ἰωάννης δὲ ἐπιγαμίαν αὐτῷ ποιησάμενος, καὶ ἁρμοσάμενος τὸν παῖδα αὐτοῦ, ἀπέπεμψεν ἐπὶ τὴν ἀρχὴν αὐτοῦ ἐς Μπούδην. Καὶ περὶ μὲν τὴν τῶν Παιόνων ἐκστρατείαν ἡγουμένου τοῦ Χωνιάτου τοσαῦτα ἐγένετο καὶ ἐν τέλει τούτῳ ἔσχετο· Ἀμουράτης δὲ ὡς ἐπανήκει ἐς τὰ βασίλεια, οὐ πολλῷ ὕστερον ὥρμητο μὲν ἐπὶ Βυζάντιον στρατεύεσθαι, τελευτήσαντος δὲ τοῦ Ἑλλήνων βασιλέως Ἰωάννου, καὶ ἐπὶ Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτοῦ ὡς ἐχώρησεν ἡ βασιλεία. ἐπεί τε γὰρ ἐτελεύτησεν, ὥρμητο μὲν ὁ ἀδελφὸς αὐτοῦ ∆ημήτριος ἐπὶ τὴν βασιλείαν, διε 2.141 κωλύθη δὲ ὑπὸ τῶν ἐν τῇ πόλει καὶ τῆς μητρὸς καὶ μεσιτῶν καὶ τοῦ δήμου καὶ τῶν μεσαζόντων, Καντακουζηνοῦ τε καὶ Νοταρᾶ, δεδιότων μὴ ἀφικομένου ἐπὶ τὴν βασιλείαν τούτου ἐπαγάγῃ ὁ Κωνσταντῖνος στρατὸν ἐπήλυδα, καὶ σφίσιν ἀπόλοιτο ἡ ἀρχή τε καὶ τὰ πράγματα. ἀνέμενον δὴ διὰ ταῦτα ἐλθεῖν τὸν Κωνσταντῖνον, καὶ οὐκ ἐπέτρεπον τῷ ∆ημητρίῳ παριέναι ἐς τὴν βασιλείαν. ἔτυχε δὲ τότε προπαραγενόμενος ἐς Βυζάντιον καὶ Θωμᾶς ὁ νεώτερος ἀδελφός, περιόντα ἔτι οἰόμενος καταλήψεσθαι τὸν βασιλέα, καὶ χρηματίσων περὶ ἐνίων, ὧν προσεδεῖτο τοῦ βασιλέως. οὗτος μὲν οὖν ἐτελεύτα, καὶ οὐκέτι ζῶντα κατέλαβεν, εὗρε δὲ τὰ πράγματα καταστάντα ἐς διαφορὰν ∆ημητρίῳ τῷ ἀδελφῷ περὶ τῆς βασιλείας. ἀφικομένου δὲ αὐτοῦ ἐς Βυζάντιον οὐ πολλῷ ὕστερον τοῦ Κωνσταντίνου, διείλοντο σφίσι τὴν Πελοπόννησον, καὶ ὅρκια ἐπὶ τῇ νομῇ ταύτῃ πρὸς ἀλλήλους ἐτάμοντο, ἐμπεδοῦντες τὴν διανομήν. ὁ μέντοι νεώτερος ἀδελφὸς πρότερος ἀφικόμενος νηῒ ἐπὶ Πελοπόννησον ἀφίστα τε τὰς ἐν Πελοποννήσῳ πόλεις πρὸς ἑαυτὸν παρὰ τοὺς ὅρκους, καὶ προσλαβόμενος τοὺς Πελοποννησίους τοὺς συναφεστῶτας ἐπολέμει πρὸς ∆ημήτριον τὸν ἀδελφόν. ὁ δὲ ἐπαγόμενος τοῦ βασιλέως στρατόν, ἐπιδιαπραξαμένου τοῦ τῆς γυναικὸς ἀδελφοῦ Ἀσάνεω, τόν τε ἀδελφὸν ἠνάγκασεν ἐς ὁμολογίαν αὐτῷ γενέσθαι, καὶ ἐπετράποντο διαιτητῇ σφῶν τῷ ἀδελφῷ Βυζαντίου βασιλεῖ, περί τε τῆς χώρας ὁμήρους δόντες ἀλλήλοις καὶ πιστά. Ἐν ᾧ δὴ ταῦτα ἐγένετο, Ἀμουράτης ὁ Μεχμέτεω παῖς 2.142 τελευτᾷ ἐν συμποσίῳ, ὑπὸ οἴνου γενόμενος ἀπόπληκτος. ἐβασίλευε δὲ ἔτη δύο καὶ τριάκοντα. κατέλιπε δὲ βασιλέα Μεχμέτην τὸν παῖδα αὐτοῦ, καὶ παῖδα ἕτερον ἐκ τῆς γυναικὸς αὐτοῦ, τῆς Σπενδέρεω θυγατρός, ἀνὴρ ἐπιεικής τε γενόμενος καὶ τὴν τύχην οὐκ ἀδόκιμος. ἀμυνόμενος δὲ ἐπολέμει, οὐχ ὑπάρχων ἀδικίας, ἀλλ' ἐς τὸν ὑπάρξαντα αὐτίκα ἐπιὼν ἐστρατεύετο, καὶ ὁπότε μή τις αὐτὸν προὐκαλεῖτο ἐπὶ πόλεμον, οὐ πάνυ τι προὐθυμεῖτο στρατεύεσθαι, οὐκ ἐς τοῦτο ὄκνου ἥκων, ἀλλ' ἀμυνόμενος μὲν ἐδικαίου καὶ χειμῶνος καὶ ἐς τὰ χαλεπώτατα προϊέναι καὶ μηδένα ὑπολογίζεσθαι μήτε πόνον μήτε αὖ κίνδυνον. Ἐπεὶ δὲ ἐτελεύτησε, κατέστη ἐς τὴν βασιλείαν Μεχμέτης. καὶ αὐτίκα μὲν ἐν τῇ Ἀμουράτεω τελευτῇ οἱ ἐν τῇ Ἀδριανοῦ πόλει νεήλυδες συνίσταντο ἀλλήλοις ὡς τῇ πόλει ἐπιθησόμενοι, καὶ ἐκτός τε τῆς πόλεως συναθροισθέντες ἐβουλεύοντο, ὅποι τῆς πόλεως ἐπιθοῖντο καὶ σφίσι χρήματα πορίσαιντο ἀπὸ τούτου. ἐνταῦθα δὴ Χαλίλης ὁ Πραΐμεω τῶν θυρῶν τοὺς λοιποὺς ἐξοπλισάμενος, καὶ ἀπειλήσας, ἂν μὴ τὰ ὅπλα κατάθοιντο, μέγα τι κακὸν αὐτοῖς ἔσεσθαι ἀπὸ τούτου, ἐπειδὴ δὲ κατέθεντο τὰ ὅπλα, καὶ διέλυσε τὸν σύλλογον, ἐπ' οὐδενὶ ἀγαθῷ φάμενος ταῦτα ποιεῖν τούτους. μετ' οὐ πολὺ δὲ ἀφικόμενος ἀπὸ τῆς Ἀσίας Μεχμέτης ὁ Ἀμουράτεω ἐπὶ τὴν βασιλείαν καθίστη τε τὰ ἐν τῇ ἀρχῇ, ᾗ αὐτῷ ἐδόκει πρὸς τὰ παρόντα ξύμφορα ἔσεσθαι, καὶ τοῖς τε Ἕλλησι σπονδὰς ἐποιεῖτο καὶ δέδωκε τὴν τῆς Ἀσίας παράλιον. καὶ δὴ καὶ τῷ Τριβαλλῶν ἡγεμόνι εἰρήνην 2.143 ἐποιεῖτο, καὶ τὴν θυγατέρα αὐτοῦ, γυναῖκα τοῦ Ἀμουράτεω μητρυιὰν δὲ αὐτοῦ, αὐτίκα ἔπεμπε τῷ πατρὶ χαριζόμενος, καὶ χώραν ἐπεδίδου, ὅσην ἐκτήσατο. τὸν δὲ ἀδελφὸν αὐτοῦ ἐπὶ