119
∆εῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ, κατὰ σοῦ διαθήκην διέθεντο. Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ Ἀγαρηνοὶ, Γεβὰλ, καὶ Ἀμμὼν, καὶ Ἀμαλὴκ,ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Λέγει δὲ καὶ δι' ἑνὸς τῶν προφητῶν ὁ Θεός· "Καὶ τί ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοί; Ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου, καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα, καὶ τοὺς υἱοὺς Ἱερουσαλὴμ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν." Φησὶ δὲ καὶ πρὸς Ἰεζεκιὴλ ὁ Θεός. "Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσωρ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρον. Πᾶσα κεφαλὴ φαλάκρωμα καὶ πᾶς ὦμος μαδὼν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρον. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου." Ὅτε τοίνυν ἡ Τύρος τὴν ἄκραν ὑπέμεινεν ἐρημίαν, συνέβαινε τοὺς οἰκήτορας μηκέτι τῇ συνήθει ναυτικοὺς ὄντας ἐμπορείᾳ κεχρῆσθαι. ∆ιό φησιν· Ὀλολύζετε, πλοῖα Καρχηδόνος. Ἄποικοι γὰρ Τυρίων οἱ Καρχηδόνιοι τὴν νῦν οἰκοῦντες τῆς Ἀφρικῆς καλουμένην Καρταγένναν, οἵπερ εἰς Τύρον ἔτι σωζομένην τὰς ἐμπορείας ἐκόμιζον· Τὸ δὲ Κιτιαίων, Χετιεὶμ ἐξέδωκαν οἱ λοποί. Λέγεται δὲ Κύπρος οὕτω δηλοῦσθαι, καὶ Κίτιον εἶναι πόλις ἐν αὐτῇ, δι' ἧσπερ ἔπλεον οἱ ἀπὸ τῆς Τύρου ναυτιλλόμενοι, τάχα τι καὶ τῶν πρὸς ἐμπορείαν ἐν ταύτῃ διατιθέμενοι. Οὐκέτι τοίνυν ἔμποροι Τύριοι, φησί. Ἀπώλοντο γὰρ, καὶ πρὸς αἰχμαλωσίαν ἀπήχθησαν, ὡς μηδένας παθεῖν παραπλήσια. Ἀντὶ δὲ τοῦ, τίνι ὅμοιοι γεγόνασιν; ὁ μὲν Ἀκύλας, σιωπήσατε· ὁ δὲ Σύμμαχος, σιγήσατε κατοικοῦντες τὴν νῆσον, εἰρήκασιν. Λόγοις γὰρ ἀλαζονικοῖς ἐχρῶντό ποτε φρυαττόμενοι. Ἀλλὰ σιωπᾷν αὐτοὺς ταπεινωθέντας ὁ λόγος παρακελεύεται. Οἱ αὐτοὶ δὲ ἦσάν ποτε Φοινίκης μετάβολοι, πλοῦτον πολὺν σωρεύοντες, ὡς ἀμητῷ παραβάλλεσθαι αὐτῶν τὸ πλῆθος τῆς πραγματείας, ἤγουν τὸ πλῆθος αὐτῶν τῶν τῇ ἐμπορείᾳ χρωμένων. Τῶν δὲ ἀγαθῶν τούτων ἐστερημένους αὐτοὺς αἰσχύνην φησὶν καταχέασθαι δεῖν μετὰ τῆς ἐγγειτόνων Σιδόνος, ἧς τινες ἀποικισθῆναι τὴν Τύρον φασὶν, ὡς ἐπὶ θυγατρί τε μεγάλα φρονεῖν τοσαύτην ἐχούσῃ κατὰ θάλατταν δύναμιν. Τινὲς δὲ ὡς ἀπὸ τῆς Τύρου πρὸς τὴν Σιδόνα τὸ Αἰσχύνθητι, Σιδὼν, ἔφασαν λέγεσθαι. Καὶ σὲ γὰρ 2185 ἡ ὀργὴ καταλήψεται. Πρὸς αὐτὴν οὖν οἱ νησιῶται (τούτους γὰρ εἶπε θάλασσαν), ἀλούσης Τύρου φασίν· Ἀπόλωλέ σου τὸ φρύαγμα. Αὐτὴ δὲ ἡ Τύρος οὖσα τῆς θαλάσσης ἰσχὺς, τὴν ἑαυτῆς ἐρημίαν ἰδοῦσα φησίν· Ἐν ἴσῳ γέγονα ταῖς μὴ τεκούσαις ὅλως, μηδὲ μὴν ἀναθρεψάσαις ἢ νεανίσκους, ἢ παρθένους. Τινὲς δὲ προσωποποιίαν ἔφασαν μονονουχὶ καὶ τῆς θαλάσσης αὐτῆς φωνὴν ἀφιείσης καὶ θρηνούσης αὐτοὺς, διὰ τὸ μηκέτι ἔχειν οὓς θρέψειεν νεανίσκους καὶ παρθένους, ὅτι τὸ παλαιὸν ὥσπερ θαλάσσης ὅντες γεννήματα, ὑπ' αὐτῆς ἐστρέφοντο· νῦν δὲ ἀπολωλότας αὐτοὺς ἡ θάλασσα καὶ ἡ ταύτης ἰσχὺς αὐτοὺς ἀποκλαίεται. Ἀγωνιᾷ δὲ καὶ Αἴγυπτος, μὴ πάθῃ τὰ παραπλήσια. Πρὸς δὲ Τυρίους τὸν λόγον μεταφέρων φησὶν, ὡς οὕτω τούτων γενομένων, ὅσοι φυγεῖν ὑμῶν τὸν ὄλεθρον ἐδυνήθητε, πρὸς τοὺς ἀποίκους εἰς Καρχηδόνας τοὺς ὑμετέρους, εἰ δυνατὸν ὑμῖν, ἐλθόντες ὀδύρεσθε τὴν πατρίδα τῶν συμφορῶν. Οὐχ ἑτέρους, ἀλλὰ τὴν ἑαυτῶν ὑπερηφανίαν καὶ ὕβριν καταιτιώμενοι, δι' ἣν τοῦ Ἰσραὴλ καὶ τοῦ Θεοῦ κατεπῄρεσθε. Λογίσασθε τοίνυν τὸν ἐπενέγκοντα Θεὸν τῇ Τύρῳ τὰς συμφορὰς μὴ εἱμαρμένης ἀνάγκῃ, μηδ' ὀργῇ τινος τῶν ψευδωνύμων θεῶν ταῦτα παθεῖν ἡγησάμενοι. Κύριος γὰρ Σαβαὼθ ὁ παρὰ μόνοις Ἑβραίοις θεολογούμενος ταῦτα πεποίηκεν, οὐ μόνης Τύρου ταπεινῶν τὴν ὑπερηφανίαν, καὶ ὕβριν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀθέων ἐθνῶν, καθ' ὧν ἤδη φθάσας