De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
προκένσῳ τῆς Ἰερείας.
∆έον εἰδέναι ὅτι ἔξωθεν τοῦ παλατίου τῆς Ἰερείας εἰς τὸ πεδίον, ἤγουν εἰς τὸ λιβάδιον, γίνεται φρινζάτον, περικαλλές τε καὶ ὡραῖον, καὶ ἵστανται οἵ τε μάγιστροι καὶ πραιπόσιτοι, ἀνθύπατοί τε καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι καὶ λοιποὶ συγκλητικοὶ ἀντικρὺ τοῦ τοιούτου φρινζάτου καὶ τῆς ἀμπέλου, καὶ μετὰ τούτους οἱ τῶν δύο μερῶν δῆμοι μετὰ καὶ τῶν δημάρχων. Ὁ δὲ βασιλεὺς κάτεισι μετὰ τοῦ πατριάρχου, ἀπὸ κολοβίου, φορῶν καὶ τὸ χρυσοπερίκλειστον σαγίον, ὁ δὲ πατριάρχης ἀπὸ φελωνίου καὶ ὠμοφορίου, καὶ δὴ τούτων εἰσερχομένων ἐν τῷ πρὸ τῆς ἀμπέλου ἀναδενδραδίῳ (ἐκεῖσε γὰρ ἵσταται τράπεζα μαρμάρινος, ἐν ᾗ ἀπόκεινται αἱ σταφυλαὶ μετὰ κανισκίων), καὶ εἶθ' οὕτως πλησιάζουσιν οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ συγκλητικοὶ καὶ οἱ τῶν δύο μερῶν δήμαρχοι μετὰ καὶ τῶν δημοτῶν· καὶ δὴ τοῦ κουράτωρος προσφέροντος τὴν βούτην μετὰ τῶν σταφυλῶν, ποιεῖ ἐκεῖσε εὐχὴν ὁ πατριάρχης κατὰ τὴν τῆς Ἐκκλησίας ἀκολουθίαν. Καὶ μετὰ τὴν εὐχὴν λαμβάνει ἓν βοτρύδιον ὁ πατριάρχης, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ· ὁμοίως καὶ ὁ βασιλεὺς πάλιν δίδωσι τῷ πατριάρχῃ, καὶ εἶθ' οὕτως εἰσέρχονται κατὰ τάξιν οἱ τῆς συγκλήτου ἄρχοντες, οἵ τε μάγι 2.176 στροι καὶ ἀνθύπατοι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι καὶ οἱ δήμαρχοι καὶ ὁ τῆς καταστάσεως, καὶ δίδωσιν ἑνὶ ἑκάστῳ αὐτῶν ὁ βασιλεὺς ἀνὰ μιᾶς σταφυλῆς. Ὅτε δὲ τῷ πρώτῳ μαγίστρῳ ἐπιδοθῇ παρὰ τοῦ βασιλέως ἡ σταφυλή, λέγουσιν τὰ δύο μέρη ἡνωμένοι ἀπελατικὸν ἦχος αʹ· "Ἐκ τοῦ λειμῶνος τῆς γνώσεως τοῦ ∆εσπότου τῆς σοφίας τρυγήσαντες ἄνθη, ἱερὰ τάξις τῶν ἐντίμων πατρικίων, ἐν τῷ προσφέρειν τῶν ᾀσμάτων τὰ πλήθη, κεφαλὴν καταστέψωμεν, ὡς οἶκον τῆς εὐωδίας τῶν νοημάτων, ἀντιλαμβάνοντες τῶν ἐκείνου τερπνῶν χαρίτων. Ἀλλά, ἀθάνατε Βασιλεῦ τῶν ἁπάντων, σὺ δίδου ἐπὶ πολὺ ταύτην τὴν ἑορτὴν τῷ κόσμῳ τῆς αὐτοκράτορος ἐξουσίας, ὁ δεῖνα, τοῦ θεοστέπτου χρισθέντος βασιλέως." Ἄλλος, ἦχος π. δʹ. "Ἡ ἀρετή σου, ὡς ἄμπελος εὐκληματοῦσα, βότρυας εὐφροσύνης βλαστάνει, ἐξ ἧς τρυγῶσα ἡ ὑφήλιος ἅπασα καὶ τὸ ποτήριον πλῆρες κεράσματος πιοῦσα, ἐν εὐφροσύνῃ ᾄδουσα, σὺν τῇ μυστικῇ σου καὶ δουλικῇ τάξει τῶν πατρικίων ἑορτάζει τὴν σὴν ἀνέσπερον ἀνάληψιν τῆς αὐτοκρατορικῆς ἐξουσίας, ὁ δεῖνα, τὸ ἀκένωτον φρέαρ τῆς οἰκουμένης." Ἦχος γʹ. "Εὐκληματοῦσα ἄμπελος οἱ κραταιοὶ ἀνεδείχθησαν δεσπόται, εὐφρασίας βότρυας διανέμοντες πᾶσι. ∆ιὸ καὶ κατευφραίνονται αἱ σχολαὶ καὶ ἡ σύγκλητος, τρυγητικὴν ἀπόλαυσιν ἐκτελοῦντες ἐν τοῖς Ἑρείας δώμασιν. ∆ιὸ πάντες κραυγάζομεν· "Χαρὰ ἀνεκλάλητος ἐπεδήμησεν τῷ κόσμῳ." Καὶ μετὰ τὸ πληρῶσαι τοὺς δεσπότας τὴν διανομὴν τῶν βοτρύων ἐν τοῖς ἄρχουσι, καὶ λαμβάνουσι τὰ δύο μέρη ἀνὰ νομισμάτων ἓξ εὐεργεσίαν διὰ ἀποκομβίων καὶ ἐπεύχονται τοὺς δεσπότας, καὶ ἐξιοῦσιν. Οἱ δὲ δεσπόται ἀνέρχονται μετὰ τοῦ πατριάρχου ἐν τῷ παλατίῳ, καὶ συνεστιώμενοι εὐφραίνονται ἅμα καὶ ἡ σύγκλητος.
2.177 ΠΗʹ (ΟΘʹ) Ἄκτα ᾀδόμενα τῷ ὑπάρχῳ τῇ κυριακῇ τῆς Βαϊοφόρου ἀπιόντι ἐν τῷ ναῷ τοῦ ἁγίου μάρτυρος Ῥωμανοῦ.
∆έχονται οἱ τοῦ μέρους τῶν Βενέτων ἐν τῇ καμάρᾳ τοῦ Μιλίου, καὶ τοῦ ὑπάρχου διερχομένου, ἀκτολογοῦσι ταῦτα, δηλονότι ἔμπροσθεν αὐτοῦ προπορευόμενοι· "Ὕπαρχε πρωτοσπαθάριε, καλή σου ἡμέρα, καὶ καλή σου ἡμέρα, καὶ καλὴ ἑορτή σου. Ὁ ἐγείρας Λάζαρον ἐκ τάφου τετραήμερον σώσῃ καὶ κατευοδώσῃ καὶ ἐνδυναμώσῃ σε, καὶ εἰς τοὺς δεσπότας πλείονά σοι παράθηται τὴν αὐτῶν εὐμένειαν. Θεὸς ἐπισφραγίσῃ σοι, τοῦ δεσπότου γνήσιε. Τὸ Θεῖον περισώσῃ σε, ὅτι παντοφίλητος ὑπάρχεις καὶ ἐνάρετος, καὶ εὐχὰς κομίζεσαι ἐκ τῶν ἀγαπώντων σε. Μείνῃς ἀδιάδοχος ἐν ζωῇ τῶν δεσποτῶν ἡμῶν· Βένετοι ἀξίως σοι εὐχόμεθα, ὅτι τὸν Θεὸν ἡμῶν ἔχεις ἐν καρδίᾳ σου· καὶ ὡς ἀγαπῶντά σοι πάντοτε τὸ δίκαιον· ὅπου γὰρ τὸ