120
ἐξήνεγκε τὴν ἀπόφασιν ἐν ταῖς προλαβούσαις ὁράσεσι. Θεὸς γάρ ἐστιν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ χάριν διδούς. Χαλεπὸν ἄρα τὸ μαστιγουμένοις ἐπεμβαίνειν ἁγίοις, ἢ τὴν ἀεὶ σώζουσαν αὐτοὺς ἀτονεῖν οἴεσθαι χεῖρα, καὶ μὴ νοεῖν μᾶλλον, ὡς Θεοῦ πολλάκις ἐφιέντος πειράζονται. Τοῖς γὰρ παρανόμοις λεκτέον· "Μὴ παρανομεῖν· καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας, μηδὲ ἀδικίαν εἰς τὸ ὕψος λαλεῖν." ∆ιὰ τοῦτο γὰρ Τύρος ἐκ δόξης εἰς ἀτιμίαν μετεκομίσθη. Μὴ οὖν ἐπαίρου, φησὶ, τῷ πλούτῳ ἐκ θαλάττης, ταπεινωθεῖσα δὲ πρόσκεισο γεωργίᾳ. Τὰ γὰρ ἐκ θαλάττης πέπαυται κέρδη, δι' ἄπερ ἦσθα σοβαρὰ καὶ νεανικὴ, τοὺς κύκλῳ βασιλεῖς παροξύνουσα, καὶ ἢν ἠδίκεις Σιδόνα τὴν γείτονα. Τῆς δὲ τούτων ἀδικίας ἡ τῶν κακῶν πεῖρά σε παύσειεν. Ἔνθα δ' ἂν ἀπέλθῃς, οὐχ ἕξεις καταφυγὴν ἀναπαύσεως, Θεοῦ σε πανταχοῦ κακοῖς περιβάλλοντος, καὶ τῶν σῶν συμμάχων Χαναναίων ἠρημωμένων. Ἀρνήσονται δέ σε καὶ Κίτιοι συνήθεις πάλαι τυγχάνοντες. Κἂν εἰς Χαλδαίους αὐτομολήσεις, ἤγουν ἀπέλθῃς αἰχμάλωτος, τὰ ἐκ Περσῶν καὶ Μήδων εὑρήσεις κακὰ, ἔρημόν τε τὴν Βαβυλῶνα, δι' ἅπερ ἠλαζονεύσατο. Πέπτωκε γὰρ αὐτῆς ὁ τοῖχος. Οὕτω δὲ καλεῖ τὸ τεῖχος ἢ τὴν δύναμιν αὐτῆς τὴν βασιλικὴν, δι' ἧς ὠχύρωτο πρότερον. ∆ιό σε θρηνήσουσι Καρχηδό 2188 νιοι πᾶσαν ἀπολέσασαν σωτηρίας ἐλπίδα, τὴν πάλαι τούτων οὖσαν ὀχύρωμα. Παιδευθήσῃ δὲ τοσοῦτον χρόνον, ὅσον ἡ τῷ Θεῷ πόλις ἀνακειμένη, καθ' ἧς ἐπαρθεῖσα τὴν ἴσην δίκην ἐκτίσεις. Κἀκεῖνοι γὰρ ἑβδομηκοστὸν ἐν αἰχμαλωσίᾳ παρέτειναν ἔτος. Ἀνθρώπου δὲ ζωῆς χρόνος, ἔτη, καὶ κατὰ ∆αβὶδ, ἔστιν ἑβδομήκοντα. Λέγει γάρ· "Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη." Ταυτὸ δὲ τοῦτο καὶ βασιλείας χρόνος πολυετοῦς. Ἐν οἷς δὲ χρόνος ὁρισθεὶς μὴ πληροῦται παρὰ Θεοῦ, μὴ σαλευθῇς. Οὐ γὰρ ὑπόκειται Θεὸς τοῖς τῆς προαγορεύσεως αὑτοῦ ὅροις. Ἀγαθὸς γὰρ ὢν, καὶ χρόνον ὁρίζει, καὶ ἀπειλεῖ τὰ δεινὰ, οὐχ ὡς πάντως ἐπάξων, ἀλλ' ὡς ἐπιστρέψαι βουλόμενος· ὅπερ ἐστὶ καὶ ἀπὸ τῶν ἑξήκοντα ἐτῶν τῶν δι' Ἡσαΐου κατ' Ἐφραῒμ ὁρισθέντων μαθεῖν. Συνεστάλη γὰρ εἰς τριάκοντα. Καὶ ∆ανιὴλ δὲ τῶν ἐν αἰχμαλωσίᾳ τὴν κακίαν αὐξανομένην ὁρῶν, δεῖται Θεοῦ μὴ προσθεῖναι τοῖς ὁρισθεῖσι κατ' αὐτῶν ἔτεσιν. Ὁ Θεὸς γὰρ ἢ μετανοούντων ὑποτέμνῃ τὸν ὅρον, ἢ ταῖς ἀσεβείαις ἐπιμενόντων προστίθησιν. Τοιγαροῦν τοῖς ἐπὶ Νῶε τὸν τῶν ἑκατὸν εἴκοσιν ἐτῶν ὥρισεν ἀριθμὸν, ἂ φιλανθρώπως ἐπέτεμεν, ἱστῶν αὐτοῖς τὰ κακὰ, καὶ κωλύσας μείζω γινόμενα. Νινευΐταις δὲ μεταγνοῦσι τῆς ἀπειλῆς τὸν χρόνον διέλυσε, καθάπερ ἰατρὸς κἄν τι προείπῃ περὶ καύσεως ἢ τομῆς μηκέτι τοῦτο δρῶν μεταβαλόντος ἐπὶ τὸ κρεῖττον τοῦ σώματος. Εἶτά φησιν ὁ προφήτης, ὡς Ἐν τούτοις τοῖς ἔτεσιν ᾆσμα γενήσῃ καθάπερ τις γυνὴ τῆς ἰδίας ἐκπεσοῦσα τιμῆς. Τότε περίελθε ῥεμβομένη τόπον ἐκ τόπου εἰς τὰ λοιπὰ τῶν ἐθνῶν ἐκπορνεύουσα, ὡς ἂν ἐπιλησθεῖσα παρὰ Θεοῦ. Εἰ δὲ δύνασαι λαβοῦσα τὴν σεαυτῆς κιθάραν, μηκέτι πορνικῶς, μετ' ἐπιστήμης δὲ κροῦσον τὸ ὄργανον διὰ πλείστων εὐχῶν τὸν Θεὸν ἱκετεύουσα. Οὕτω γάρ σου μνησθήσεται κιθάρας δίκην τοῖς μέλεσι καὶ τοῖς αἰσθητηρίοις χρησαμένης τοῦ σώματος, καλῶς ταῦτα διὰ τῆς σωφροσύνης ἁρμόττουσα. Θεὸς γὰρ τούτοις ἀρέσκεται, καὶ σοῦ μνησθεὶς ἀποκαταστήσει πάλιν ἐπὶ τὰ πρότερα, τοῦ καθ' ὃν ἐπαιδεύθης χρόνου πεπληρωμένου. Τὰ δὲ ὡς περὶ πόρνης οὕτω τινὲς ἐξηγήσαντο, πολλάκις εἰπόντες ἑταίρα τις ἐν ὥρᾳ γενομένη διαπρεπὴς, παυσαμένων αὐτῆς μετὰ τὴν ὥραν τῶν ἐραστῶν, ᾠδὰς ἔσθ' ὅτε καὶ κιθάραν ἐπινοεῖ τοῦ πάλαι πόθου τούτους ὑπομιμνήσκουσα. Τοιαῦτα ποιούσης τῆς Τύρου, μόλις αὐτῆς μνεία ἐν ἀνθρώποις γενήσεται. Ὅτ' ἂν δέ σου παρέλθῃ τῆς παιδείας ὁ χρόνος, ἐμπόριον αὖθις πάσης γενήσῃ τῆς γῆς, ὅτε τῶν πρὶν μεμνημένη κακῶν, οὐκέτι δαιμονίοις, Θεῷ δὲ μᾶλλον προσοίσεις τῆς ἐμπορίας τὰς ἀπαρχὰς, καὶ πρόσοδον ἡ τοῦ Θεοῦ σε ποιήσεται πόλις. Ὥσπερ οὖν 2189 καὶ ἐπὶ τοῦ Χειρὰμ ἰστόρησεν ἡ Γραφή. Τῇ δὲ διὰ κρείττονος μουσικῆς μετανοίᾳ πρέπον ἂν εἴη τὴν ἐπὶ Χριστοῦ πολιτείαν νοεῖν. ∆ι' ὅπερ Ἀκύλας,