121
γεύεται, εἰ μὴ πρότερον αὑτῷ καταράσαιτο, καὶ ἀντὶ τοῦ εἰπεῖν λαμβάνοντα τὸν ἄρτον ἐκεῖνον τὸ ἀμήν, «οὐκ ἐπανήξω πρὸς Κορνήλιον» λέγει». 6.43.20 καὶ μεθ' ἕτερα πάλιν ταῦτά φησιν· «ἤδη δὲ ἴσθι γεγυμνῶσθαι καὶ ἔρημον γεγονέναι, καταλιμπανόντων αὐτὸν καθ' ἡμέραν ἑκάστην τῶν ἀδελφῶν καὶ εἰς τὴν ἐκκλησίαν ἐπανερχομένων· ὃν καὶ Μωσῆς, ὁ μακάριος μάρτυς, ὁ παρ' ἡμῖν ἔναγχος μαρτυρήσας καλήν τινα καὶ θαυμαστὴν μαρτυρίαν, ἔτι ὢν ἐν κόσμῳ, κατιδὼν αὐτοῦ τὴν θρασύτητα καὶ τὴν ἀπόνοιαν, ἀκοινώνητον ἐποίησεν σὺν τοῖς πέντε πρεσβυτέροις τοῖς ἅμα αὐτῷ ἀποσχίσασιν ἑαυτοὺς τῆς ἐκκλησίας». 6.43.21 καὶ ἐπὶ τέλει δὲ τῆς ἐπιστολῆς τῶν ἐπὶ τῆς Ῥώμης παραγενομένων ἐπισκόπων τῆς τε τοῦ Νοουάτου κατεγνωκότων ἀβελτηρίας κατάλογον πεποίηται, ὁμοῦ τά τε ὀνόματα καὶ ἧς ὁ καθεῖς αὐτῶν προηγεῖτο παροικίας, ἐπισημαινόμενος, 6.43.22 τῶν τε μὴ παραγενομένων μὲν ἐπὶ τῆς Ῥώμης, συνευδοκησάντων δὲ διὰ γραμμάτων τῇ τῶν προειρημένων ψήφῳ τὰς προσηγορίας ὁμοῦ καὶ τὰς πόλεις, ὅθεν ἕκαστος ὁρμώμενος ἐπέστελλεν, μνημονεύει. ταῦτα μὲν ὁ Κορνήλιος Φαβίῳ Ἀντιοχείας ἐπισκόπῳ δηλῶν ἔγραφεν· 6.44.1 τῷ δ' αὐτῷ τούτῳ Φαβίῳ, ὑποκατακλινομένῳ πως τῷ σχίσματι, καὶ ∆ιονύσιος ὁ κατ' Ἀλεξάνδρειαν ἐπιστείλας πολλά τε καὶ ἄλλα περὶ μετανοίας ἐν τοῖς πρὸς αὐτὸν γράμμασιν διελθὼν τῶν τε κατ' Ἀλεξάνδρειαν ἔναγχος τότε μαρτυρησάντων τοὺς ἀγῶνας διιών, μετὰ τῆς ἄλλης ἱστορίας πρᾶγμά τι μεστὸν θαύματος διηγεῖται, ὃ καὶ αὐτὸ ἀναγκαῖον τῇδε παραδοῦναι τῇ γραφῇ, οὕτως ἔχον· 6.44.2 «ἓν δέ σοι τοῦτο παράδειγμα παρ' ἡμῖν συμβεβηκὸς ἐκθήσομαι. Σεραπίων τις ἦν παρ' ἡμῖν, πιστὸς γέρων, ἀμέμπτως μὲν τὸν πολὺν διαβιώσας χρόνον, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. ἐν νόσῳ δὲ γενόμενος, τριῶν ἑξῆς ἡμερῶν ἄφωνος καὶ ἀναίσθητος διετέλεσεν, 6.44.3 βραχὺ δὲ ἀνασφήλας τῇ τετάρτῃ προσεκαλέσατο τὸν θυγατριδοῦν, καὶ· «μέχρι με τίνος, φησίν, ὦ τέκνον, κατέχετε; δέομαι, σπεύσατε, καί με θᾶττον ἀπολύσατε, τῶν πρεσβυτέρων μοί τινα κάλεσον». καὶ ταῦτα εἰπών, πάλιν ἦν ἄφωνος. 6.44.4 ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· νὺξ δὲ ἦν, κἀκεῖνος ἠσθένει. ἀφικέσθαι μὲν οὐκ ἐδυνήθη, ἐντολῆς δὲ ὑπ' ἐμοῦ δεδομένης τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ καὶ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἵν' εὐέλπιδες ἀπαλλάττωνται, βραχὺ τῆς εὐχαριστίας ἔδωκεν τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. 6.44.5 ἐπανῆκεν ὁ παῖς φέρων, ἐγγύς τε γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σεραπίων· «ἧκες, ἔφη, τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν καὶ ἀπάλλαττέ με». ἀπέβρεξεν ὁ παῖς καὶ ἅμα τε ἐνέχεεν τῷ στόματι καὶ μικρὸν ἐκεῖνος καταβροχθίσας εὐθέως ἀπέδωκεν τὸ πνεῦμα. 6.44.6 ἆρ' οὐκ ἐναργῶς διετηρήθη καὶ παρέμεινεν, ἕως λυθῇ καὶ τῆς ἁμαρτίας ἐξαλειφθείσης ἐπὶ πολλοῖς οἷς ἔπραξεν καλοῖς ὁμολογηθῆναι δυνηθῇ;» ταῦτα ὁ ∆ιονύσιος. 6.45.1 Ἴδωμεν δ' ὁ αὐτὸς ὁποῖα καὶ τῷ Νοουάτῳ διεχάραξεν, ταράττοντι τηνικάδε τὴν Ῥωμαίων ἀδελφότητα· ἐπειδὴ οὖν τῆς ἀποστασίας καὶ τοῦ σχίσματος πρόφασιν ἐποιεῖτο τῶν ἀδελφῶν τινας, ὡς δὴ πρὸς αὐτῶν ἐπὶ τοῦτ' ἐλθεῖν ἐκβεβιασμένος, ὅρα τίνα τρόπον αὐτῷ γράφει· «∆ιονύσιος Νοουατιανῷ ἀδελφῷ χαίρειν. εἰ ἄκων, ὡς φῄς, ἤχθης, δείξεις ἀναχωρήσας ἑκών. ἔδει μὲν γὰρ καὶ πᾶν ὅτι οὖν παθεῖν ὑπὲρ τοῦ μὴ διακόψαι τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἦν οὐκ ἀδοξοτέρα τῆς ἕνεκεν τοῦ μὴ εἰδωλολατρῆσαι γινομένης ἡ ἕνεκεν τοῦ μὴ σχίσαι μαρτυρία, κατ' ἐμὲ δὲ καὶ μείζων. ἐκεῖ μὲν γὰρ ὑπὲρ μιᾶς τις τῆς ἑαυτοῦ ψυχῆς, ἐνταῦθα δὲ ὑπὲρ ὅλης τῆς ἐκκλησίας μαρτυρεῖ. καὶ νῦν δὲ εἰ πείσαις ἢ βιάσαιο τοὺς ἀδελφοὺς εἰς ὁμόνοιαν ἐλθεῖν, μεῖζον ἔσται σοι τοῦ σφάλματος τὸ κατόρθωμα, καὶ τὸ μὲν οὐ λογισθήσεται, τὸ δὲ ἐπαινεθήσεται. εἰ δὲ ἀπειθούντων ἀδυνατοίης, σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν. ἐρρῶσθαί σε, ἐχόμενον