121
καὶ τὸ Ἑβραϊκὸν, ἄνευ τῶν ἄρθρων καὶ τοῦ πᾶσα, φασὶ, καὶ ἔσται ἐμπόριον αὐτῆς, καὶ μίσθωμα ἡγιασμένον τῷ Κυρίῳ. Οὐ γὰρ πᾶν τὸ ἐμπόριον αὐτῆς, οὐδὲ τὸ μίσθωμα πᾶν, ἐν ἀπαρχῶν δὲ λόγῳ μέρος ἁγιασθήσεται. Τοῦτο καὶ νῦν ἐν Ἐκκλησίαις Θεοῦ ταῖς ἐκεῖ γινομέναις ἔστιν ὁσημέραι θεάσασθαι. Τοῖς δὲ κατοικοῦσιν ἔναντι Κυρίου προσάγεται, δηλαδὴ τοῖς προέδροις τοῦ θυσιαστηρίου, τοῦ Κυρίου διατάξαντος τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν. Καὶ οἱ τῷ θυσιαστηρίῳ δὲ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται. Τούτοις ἐπάγεται· Πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι Κυρίου. Ὃ δὴ σαφῶς ἐξέδωκε Σύμμαχος εἰπών· Τοῖς γὰρ κατοικοῦσιν ἐνώπιον Κυρίου ἔσται ἡ ἐμπορία αὐτῆς φαγεῖν εἰς πλησμονὴν, καὶ περιβαλέσθαι εἰς τὸ παλαιῶσαι. Ὁ δὲ Ἀκύλας· Τοῖς καθημένοις εἰς τὸ πρόσωπον Κυρίου ἕσται ἐμπόριον αὐτῆς τοῦ φαγεῖν εἰς πλησμονὴν, εἰς ἔσθησιν μετάρσεως. Ὁ δὲ Θεοδοτίων· Καὶ περιβαλέσθαι εἰς παλαίωσιν. Οἱ δὲ Ἑβδομήκοντα· Καὶ περὶ τῶν προσφερόντων αὐτῶν. Ὡς ἐν εὐκτηρίοις ἑστιωμένων, ἀλλ' οὐ καθάπερ ἐν εἰδωλείοις τὸ πρότερον ταῖς εὐωχίαις ἐπανηγύριζον. ΚΕΦΑΛ. Κ∆ʹ. αʹκγʹ. 9Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. Καὶ ἔσται ὁ λαὸς, ὡς ἱερεύς· καὶ ὁ παῖς, ὡς ὁ κύριος· καὶ ἡ θεράπαινα, ὡς ἡ κυρία· ἕσται ὁ ἀγοράζων, ὡς ὁ πωλῶν9, κ.τ.λ. Τὰ καταμέρος, φασὶν, εἰρημένα περὶ διαφόρων ἐθνῶν, νῦν ὡς ἐν κεφαλαίῳ περιλαβὼν, οἰκουμενικὴν ὀνομάζει φθορὰν τὴν κατὰ πολλῶν ἐθνῶν γενομένην. Ἀνακαλύψει δὲ ταύτης τὸ πρόσωπον δίκας εἰσπράττων, καὶ τὴν λανθάνουσαν πάλαι διελέγχων ἀσέβειαν πρόσωπον οὖσαν τῆς ἑκάστου τούτων ζωῆς. Θεοῦ γὰρ ὀργὴ τὴν τῶν πασχόντων ἀξίαν παρίστησιν, καθ' ἣν ὑπερέχοντές τε καὶ ταπεινοὶ πάντες γίνονται παραπλήσιοι. Τὴν γὰρ ἀξίαν τῶν λογάδων διακρίνειν οὐκ οἶδε πολέμιος. Τῆς δὲ πάλαι τάξεως ἀπεργάζεται σύγχυσιν, καὶ τὰς ἁλούσας πόλεις καὶ χώρας καταλαμβάνει κατήφεια διὰ τῆς ἐρημώσεως, ἢν δὴ καὶ πένθος ἐκάλεσεν. Τῶν ὑψηλῶν δὲ καὶ περιφανεστέρων καθάπτεται πλέον ἡ συμφορὰ, διὰ τὴν ἀφ' ὧν ἐστερήθησαν πρὸς τἀναντία μεταβολήν. Ἀνομῆσαι δέ φησι τὴν γῆν, τοῦτ' ἕστι τοὺς κατοικοῦντας, ὡς καὶ πόλις ἄνομος λέγεται. Τὸ γὰρ δίκαιον τῆς τιμωρίας δεικνὺς, προσεπάγει τούτοις, διότι τὸν νόμον παρέβησαν, συμπεριλαμβάνων τοῖς ἔθνεσι τοὺς ἅμα παθόντας αὐτοῖς Ἰουδαίους, Καὶ παρέβησαν, λέγων, διαθήκην αἰώνιον. Πάντων δὲ τῶν 2192 ἁλόντων, ὀλίγοι μὲν ἐν ταῖς χώραις ὑπολειφθήσονται· μετὰ πτωχείας δὲ βιωτεύσουσιν, ἐπειδὴ μετανοῆσαι δέον, προσέκειντο ταῖς τρυφαῖς, ὥσπερ Ἰουδαῖοι, "Φάγωμεν καὶ πίωμεν, λέγοντες, αὕριον γὰρ ἀποθνήσκομεν." Περὶ ὧν ἕτερος προφήτης φησίν· "Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες." Καὶ μετ' ὀλίγα· "Καὶ οὐκ ἔπασχον οὐδὲν ἑπὶ τῇ συντριβῇ Ἰωσήφ." ∆ιὰ τοῦτό φησι πενθήσειν τὸν οἶνον· τοῦτ' ἔστιν, οἱ τρυφαῖς καὶ μέθῃ προσκείμενοι τὴν περίεργον ἀπόλαυσιν τοῦ πλούτου, καὶ τὴν ἐντεῦθεν δεικνύντες ἀλαζονείαν, πενθήσουσιν. Ἑξῆς δὲ τῶν ἑλόντων αὐτοὺς πολεμίων παραδηλοῖ τὴν ὠμότητα, καὶ μέχρι μόνον ἑνὸς ἢ δυεῖν, τοὺς εἰς σφαγὴν, ἢ τοὺς αἰχμαλώτους ἐσομένους διερευνώντων, ὡσανεὶ τρυγῶντες ἐλαίαν ἐτύγχανον, οἱ καὶ τῶν μὲν κειμένων, τῶν δὲ ληφθέντων, καὶ μηδενὸς ἔτι λειπομένου, βοήσουσιν ἀλαλάζοντες, ὡσανεὶ τρυγῶντες ἐπαύσαντο. Τοῦτο γὰρ ἔσθ' ὅτε φίλον τοῖς τρυγῶσι καθέστηκεν. Ἐπὶ δὲ ταῖς ἀπειλαῖς οὐκ ἐᾷ τοὺς εὐσεβοῦντας καταπεσεῖν. Εἰ γὰρ καὶ ταῦτα, φησὶ, τοὺς ἀνόμους ἐκδέξεται, πλὴν οὐκ ἀπολέσει Κύριος μετὰ τῶν ἀσεβούντων τὸν δίκαιον. Ὃ καὶ δι' Ἰεζεκιήλ φησιν ὁ Θεός· "Υἱὲ ἀνθρώπου, λέγων, γῆ ἐφ' ἣν ἐπάγω κρῖμα, αἵματος. Κἂν ὦσιν ἐν μέσῳ αὐτῶν Νῶε, καὶ ∆ανιὴλ, καὶ Ἰὼβ, οὗτοι ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται· ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον." Καὶ ἀλλαχοῦ πρὸς τοὺς ἑπομένους ἓξ ἄνδρας, τῷ τὸν πέλυκα φέροντι· "Κόπτετε, καὶ μὴ φείδεσθε." Καὶ μεθ' ἔτερα· "Ἐπὶ δὲ πάντας, ἐφ' οὕς ἐστι τὸ