De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἐσώρευσα τοῦ ἀγροῦ, καὶ εἰς τὴν παστάδα εἰσῆκα σπουδῇ· ζευγόνυμφον ἥλιον εἶδον εἰς χρυσέντιμον κλίνην· ἀλλήλα ἠγκαλίζοντο ποθητὴν ἐπιθυμίαν· χαρὰ εἰς τὰ κάλλη αὐτῶν τὰ ἐγγλυκοθέατα, καὶ ῥόδα εἰς τὰ ῥοδοεύμορφα· χαρὰ εἰς τὸ ζεῦγος τὸ χρυσόν."
2.181 ϛʹΑʹ (ΠΒʹ) Ὅσα δεῖ παραφυλάττειν εἰς στεφάνωμα. Τῶν νεονύμφων ἐξιόντων ἀπὸ τῆς ἐκκλησίας μετὰ καὶ τῶν παρανύμφων, δέχονται τούτους τά τε πληθία καὶ τὰ χειροκύμβαλα, καὶ ἀκτολογοῦσι τὰ δύο μέρη ταῦτα· "Ὁ Σωτὴρ Θεὸς ἡμῶν, τοὺς δεσπότας φύλαττε. Ἅγιε, τρισάγιε, ζωήν, ὑγείαν δὸς αὐτοῖς. Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον. Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν. Ἔς, τοῦτο τὸ βασίλειον, Κύριε, στερέωσον." Καὶ ὅτε πλησιάσωσιν τῇ παστάδι, λέγουσιν ἀπὸ κρακτῶν ἀπελατικὸν ἦχ. αʹ· "∆ι' ἡμᾶς ἐμετρίασας ἐν Κανᾷ τῆς Γαλιλαίας τὴν ἔννομον συνάφειαν, ὡς Θεὸς ἐπισφραγίζων· ἐκ μητρικῆς γὰρ παστάδος ὡς ἄνθρωπος προεκλίθης, καὶ ὡς ηὐλόγησας τοὺς ἐκεῖ νυμφευομένους, οὕτως καὶ νῦν εὐλόγησον δυάδα στεφανουμένην, κατακοσμῶν εὐτεκνίᾳ βιώσει." Καὶ λέγουσιν ἀπὸ κρακτῶν· "Εὐγενεῖς, νεόνυμφοι, Θεὸς διαφυλάξῃ σας· ἔντιμοι, ἐνάρετοι, Τριὰς κατευοδώσῃ σας, εὐλογῶν τὸν γάμον σας. Ὡς μόνος ὑπεράγαθος, ὃς ἐν Κανᾷ τὸ πρότερον τῷ γάμῳ παρεγένετο, καὶ ἐν αὐτῷ ηὐλόγησεν τὸ ὕδωρ, ὡς φιλάνθρωπος, καὶ οἶνον μετεσκεύασεν ἀνθρώπων εἰς ἀπόλαυσιν, οὕτως εὐλογήσῃ σε μετὰ καὶ τῆς συζύγου σου. Ἔς, ὁ Θεὸς ὁ ἅγιος, τοὺς νεονύμφους φύλαττε."
2.182 ϛʹΒʹ (ΠΓʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῷ δείπνῳ τῶν ιθ Ἀκκουβίτων εἰς τὸ λεγόμενον Γοτθικόν.
Τῇ ἐννάτῃ ἡμέρᾳ τῆς δωδεκαημέρου, τῶν δεσποτῶν ἐπὶ τοῦ δείπνου καθεζομένων, ὃ καὶ τρυγητικὸν προσαγορεύεται, ἐν ταῖς δυσὶν εἰσόδοις τοῦ μεγάλου τρικλίνου τῶν ιθʹ Ἀκκουβίτων ἵστανται οἱ μέλλοντες παῖξαι τὸ Γοτθικὸν οὕτως. Ἐν μὲν τῷ ἀριστερῷ μέρει, ἐν ᾧ καὶ ὁ δρουγγάριος τοῦ πλοΐμου παρίσταται, ἵσταται ὁ τοῦ μέρους τῶν Βενέτων μαΐστωρ μετὰ καὶ ὀλίγων δημοτῶν καὶ τῶν πανδουριστῶν μετὰ τῶν πανδούρων, καὶ ὄπισθεν αὐτοῦ οἱ δύο Γότθοι φοροῦντες γούνας ἐξ ἀντιστρόφου καὶ πρόσωπα διαφόρων εἰδέων, βαστάζοντες ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ σκουτάρια, ἐν δὲ τῇ δεξιᾷ βεργία. Ὁμοίως καὶ ἐν τῷ δεξιῷ μέρει, ἐν ᾧ καὶ ὁ δρουγγάριος τῆς βίγλης παρίσταται, ἵσταται ὁ τοῦ μέρους τῶν Πρασίνων μαΐστωρ μετὰ καὶ ὀλίγων δημοτῶν μετὰ καὶ τῶν πανδουριστῶν μετὰ τῶν πανδούρων, καὶ ὄπισθεν αὐτοῦ οἱ δύο Γότθοι φοροῦντες γούνας ἐξ ἀντιστρόφου καὶ πρόσωπα διαφόρων εἰδέων, βαστάζοντες ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ σκουτάρια, ἐν δὲ τῇ δεξιᾷ βεργία. Καὶ δὴ μετὰ τὴν τοῦ σφαιροδρομίου ἔξοδον, τοῦ δεσπότου κελεύοντος τὸν τῆς τραπέζης τούτους εἰσάγεσθαι, εὐθὺς 2.183 ὁρίζει ὁ τῆς τραπέζης τῷ ἄρχοντι τῆς θυμέλης, καὶ αὐτὸς ἐξερχόμενος προτρέπεται τούτους εἰσελθεῖν. Οἱ δὲ τρέχοντες καὶ τὰ σκουτάρια ὑπὸ τῶν ὑπ' αὐτῶν βασταζομένων βεργίων τύπτοντες καὶ κτύπον ἀποτελοῦντες, λέγουσιν· "τοὺλ τούλ." Καὶ τοῦτο συνεχῶς λέγοντες ἀνέρχονται πλησίον τῆς βασιλικῆς τραπέζης, ὡς ἀπὸ ὀλίγου διαστήματος, κἀκεῖσε μιγνύμενοι ἀμφότεροι ποιοῦσι κυκλοφερῆ παραταγήν, οἱ μὲν ἔσω τοῦ κύκλου ἀποκλειόμενοι, οἱ δὲ ἔξωθεν περικυκλοῦντες. Καὶ τοῦτο τρισσῶς ποιοῦντες διαχωρίζονται, καὶ ἵστανται εἰς τοὺς ἰδίους τόπους, οἱ μὲν τῶν Βενέτων εἰς τὰ ἀριστερά, οἱ δὲ τῶν Πρασίνων εἰς τὰ δεξιὰ μετὰ καὶ τῶν ἑτέρων δημοτῶν, καὶ λέγουσιν ἄμφω τὰ γοτθικά, ἅτινά εἰσι ταῦτα, δηλονότι καὶ τῶν πανδούρων τὸ οἰκεῖον μέλος ἀποπληρούντων· "γαύζας· βονας· βηκηδίας· "Ἅγια·" γαυδέντες· ἐλκηβόνιδες· ἐνκέρτυς· "Ἅγια·" βόνα· ὥρα· τούτουβάντες· βόνα ἀμόρε· ἐπισκύαντες· ἰδεσαλβάτους· "Νανά·" δέους· δέους· σεβακιβά· "Νανά·" δευμονογυγγύβελε· γυβίλους· γυβέλαρες· "Νανά·" γυβίλους· γυβέλαρες· "Νανά·" τοῦ γεγδεμα· δὲ τούλβελε· νικάτω τουλδο· "Νανά·" ὁ Ἐζεκίας ἐν τοῖς πολέμοις καθοπλισάμενος Ἀσσυρίοις· "Ἀνανά·" τὴν ἐλπίδα καὶ μόνην ἔχων Θεοῦ τοῦ φιλανθρώπου·