1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

122

τῆς εἰρήνης ἐν κυρίῳ, εὔχομαι». Ταῦτα καὶ πρὸς τὸν Νοουάτον. γράφει δὲ καὶ τοῖς κατ' Αἴγυπτον ἐπιστολὴν περὶ μετανοίας, ἐν ᾗ τὰ δόξαντα αὐτῷ περὶ τῶν ὑποπεπτωκότων παρατέθειται, τάξεις παραπτωμάτων διαγράψας. 6.46.2 καὶ πρὸς Κόλωνα τῆς Ἑρμουπολιτῶν δὲ παροικίας ἐπίσκοπος ἦν οὗτος ἰδία τις περὶ μετανοίας αὐτοῦ φέρεται γραφὴ καὶ ἄλλη ἐπιστρεπτικὴ πρὸς τὸ κατ' Ἀλεξάνδρειαν αὐτοῦ ποίμνιον. ἐν τούτοις ἐστὶν καὶ ἡ περὶ μαρτυρίου πρὸς τὸν Ὠριγένην γραφεῖσα· καὶ τοῖς κατὰ Λαοδίκειαν ἀδελφοῖς, ὧν προΐστατο Θηλυμίδρης ἐπίσκοπος, καὶ τοῖς κατὰ Ἀρμενίαν ὡσαύτως περὶ μετανοίας ἐπιστέλλει, ὧν ἐπεσκόπευεν Μερουζάνης. 6.46.3 πρὸς ἅπασι τούτοις καὶ Κορνηλίῳ τῷ κατὰ Ῥώμην γράφει, δεξάμενος αὐτοῦ τὴν κατὰ τοῦ Νοουάτου ἐπιστολήν, ᾧ καὶ σημαίνει δηλῶν ἑαυτὸν παρακεκλῆσθαι ὑπό τε Ἑλένου τοῦ ἐν Ταρσῷ τῆς Κιλικίας ἐπισκόπου καὶ τῶν λοιπῶν τῶν σὺν αὐτῷ Φιρμιλιανοῦ τε τοῦ ἐν Καππαδοκίᾳ καὶ τοῦ κατὰ Παλαιστίνην Θεοκτίστου, ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀπαντήσοι τὴν κατὰ Ἀντιόχειαν, ἔνθα τοῦ Νοουάτου κρατύνειν τινὲς ἐνεχείρουν τὸ σχίσμα. 6.46.4 πρὸς τούτοις ἐπιστέλλει μηνυθῆναι αὐτῷ Φάβιον μὲν κεκοιμῆσθαι, ∆ημητριανὸν δὲ διάδοχον ἐκείνου τῆς κατ' Ἀντιόχειαν ἐπισκοπῆς καθεστάναι· γράφει δὲ καὶ περὶ τοῦ ἐν Ἱεροσολύμοις αὐτοῖς ῥήμασιν φάσκων· «ὁ μὲν γὰρ θαυμάσιος Ἀλέξανδρος ἐν φρουρᾷ γενόμενος, μακαρίως ἀνεπαύσατο». 6.46.5 ἑξῆς ταύτῃ καὶ ἑτέρα τις ἐπιστολὴ τοῖς ἐν Ῥώμῃ τοῦ ∆ιονυσίου φέρεται διακονικὴ διὰ Ἱππολύτου· τοῖς αὐτοῖς δὲ ἄλλην περὶ εἰρήνης διατυποῦται, καὶ ὡσαύτως περὶ μετανοίας, καὶ αὖ πάλιν ἄλλην τοῖς ἐκεῖσε ὁμολογηταῖς, ἔτι τῇ τοῦ Νοουάτου συμφερομένοις γνώμῃ· τοῖς δὲ αὐτοῖς τούτοις ἑτέρας δύο, μεταθεμένοις ἐπὶ τὴν ἐκκλησίαν, ἐπιστέλλει, καὶ ἄλλοις δὲ πλείοσιν ὁμοίως διὰ γραμμάτων ὁμιλήσας, ποικίλας τοῖς ἔτι νῦν σπουδὴν περὶ τοὺς λόγους αὐτοῦ ποιουμένοις καταλέλοιπεν ὠφελείας. 7.pin.t Ζ Τάδε καὶ ἡ ἑβδόμη περιέχει βίβλος τῆς ἐκκλησιαστικῆς ἱστορίασ 7.pin.1 Α Περὶ τῆς ∆εκίου καὶ Γάλλου κακοτροπίας. Β Οἱ κατὰ τούσδε Ῥωμαίων ἐπίσκοποι. Γ Ὅπως Κυπριανὸς ἅμα τοῖς κατ' αὐτὸν ἐπισκόποις τοὺς ἐξ αἱρετικῆς πλάνης ἐπιστρέφοντας λουτρῷ δεῖν καθαίρειν πρῶτος ἐδογμάτισεν. ∆ Ὁπόσας περὶ τούτου ∆ιονύσιος συνέταξεν ἐπιστολάς. Ε Περὶ τῆς μετὰ τὸν διωγμὸν εἰρήνης. Περὶ τῆς κατὰ Σαβέλλιον αἱρέσεως. Ζ Περὶ τῆς τῶν αἱρετικῶν παμμιάρου πλάνης καὶ τῆς θεοπόμπου ὁράσεως ∆ιονυσίου οὗ τε παρείληφεν ἐκκλησιαστικοῦ κανόνος. Η Περὶ τῆς κατὰ Νοουάτον ἑτεροδοξίας. Θ Περὶ τοῦ τῶν αἱρετικῶν ἀθέου βαπτίσματος. Ι Περὶ Οὐαλεριανοῦ καὶ τοῦ κατ' αὐτὸν διωγμοῦ. ΙΑ Περὶ τῶν τότε ∆ιονυσίῳ καὶ τοῖς κατ' Αἴγυπτον συμβάντων. ΙΒ Περὶ τῶν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης μαρτυρησάντων. ΙΓ Περὶ τῆς κατὰ Γαλλιῆνον εἰρήνης. Ι∆ Οἱ κατ' ἐκεῖνο συνηκμακότες ἐπίσκοποι. ΙΕ Ὅπως κατὰ Καισάρειαν Μαρῖνος ἐμαρτύρησεν. Ι Ἡ κατὰ Ἀστύριον ἱστορία. ΙΖ Περὶ τῶν κατὰ Πανεάδα σημείων τῆς τοῦ σωτῆρος ἡμῶν μεγαλουργίας. ΙΗ Περὶ τοῦ θρόνου Ἰακώβου. ΙΘ Περὶ τῶν ἑορταστικῶν ∆ιονυσίου ἐπιστολῶν, ἔνθα καὶ περὶ τοῦ πάσχα κανονίζει. Κ Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ συμβάντων. ΚΑ Περὶ τῆς ἐπισκηψάσης νόσου. ΚΒ Περὶ τῆς Γαλλιήνου βασιλείας. ΚΓ Περὶ Νέπωτος καὶ τοῦ κατ' αὐτὸν σχίσματος. Κ∆ Περὶ τῆς Ἰωάννου ἀποκαλύψεως. ΚΕ Περὶ τῶν ἐπιστολῶν ∆ιονυσίου. Κ Περὶ Παύλου τοῦ Σαμοσατέως καὶ τῆς ἐν Ἀντιοχείᾳ συστάσης ὑπ' αὐτοῦ αἱρέσεως. ΚΖ Περὶ τῶν τότε γνωριζομένων διαφανῶν ἐπισκόπων. ΚΗ Ὅπως ὁ Παῦλος ἀπελεγχθεὶς ἐξεκηρύχθη. ΚΘ Περὶ τῆς τῶν Μανιχαίων ἑτεροδόξου διαστροφῆς ἄρτι τότε ἀρξαμένης. Λ Περὶ τῶν καθ' ἡμᾶς αὐτοὺς διαπρεψάντων ἐκκλησιαστικῶν ἀνδρῶν τίνες τε αὐτῶν μέχρι τῆς τῶν ἐκκλησιῶν πολιορκίας διέμειναν. Τὸν ἕβδομον τῆς ἐκκλησιαστικῆς ἱστορίας αὖθις ὁ μέγας ἡμῖν Ἀλεξανδρέων ἐπίσκοπος ∆ιονύσιος ἰδίαις φωναῖς συνεκπονήσει, τῶν καθ' ἑαυτὸν πεπραγμένων ἕκαστα ἐν μέρει δι' ὧν καταλέλοιπεν ἐπιστολῶν