122
σημεῖον, μὴ ἐγγίσητε." ∆ηλοῖ διὰ μὲν Νῶε τοὺς εὐαρεστοῦντας αὐτῷ διὰ πίστεως· τοὺς δὲ σοφούς τε καὶ διορατικοὺς διὰ τοῦ ∆ανιήλ. ∆ιὰ δὲ τοῦ Ἰὼβ, τοὺς καρτεροῦντας ἐν ἅπασι. ∆ιαφυγόντες δὲ τὸν ὄλεθρον τὸν σεσωκότα δοξάσουσι. Τὸ δὲ τῆς θαλάττης ὕδωρ, φησὶ, ταραχθήσεται, τὸ πλῆθος τῶν ἐθνῶν αἰνιττόμενος· ὡς καὶ ∆αβὶδ ὁ μέγας· "Αὕτη, λέγων, ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος," καὶ τὰ ἑξῆς. Οὐ γὰρ ἰχθύων ἐθέλει λέγειν διαφοράς· ἀλλ' οὐδὲ δράκοντα τοῖς ὕδασιν ἐννηχόμενον, ᾧ Θεὸν ἐμπαίζειν φησί. ∆ηλοῖ δὲ μᾶλλον τῶν τοῦ βίου πραγμάτων τὸν σάλον, δι' ὧν ὁ νοητὸς δράκων μεταφοιτᾷ καὶ χωρεῖ. Λέγοις δ' ἂν καὶ νήσους τὰς πόλεις, ἢ τὰς τῆς ἅλμης τῶν παθῶν ὑπερανεχούσας ἀνθρώπων ψυχὰς, ἐν αἷς ἐστι δόξα Κυρίου, τῆς προφητείας ἐπὶ Χριστὸν ἤδη μεταγούσης τὸν λόγον. Τῆς γὰρ γῆς ἐκ τῶν εἰδώλων καὶ κακῶν ἐρημωθείσης τῶν ἐν αὐτῇ, καὶ διαφόροις συμφοραῖς τῶν ἀνθρώπων πεπαιδευμένων, ἡ Χριστοῦ τοῦ Σωτῆρος δόξα τοῖς ἐπὶ γῆς ἀνατέταλκε τοῖς ἐκ τῆς εἰδωλολατρείας καταλειφθεῖσιν, οὓς διὰ τοῦ θείου βαπτίσματος αἱ περὶ τῶν ἀγαθῶν τῶν μελλόντων ἐλπίδες εὐφραίνουσιν, ὅτι δὴ τῷ 2193 Χριστῷ συνέσονται δόξῃ τυγχάνοντι τοῦ Πατρός. Τότε καὶ τὸ, ὕδωρ τῆς θαλάττης ταράττεται, τῶν ἀποστόλων πανταχοῦ τοῦ βίου κηρυττόντων καινότερα, καὶ ταραττόντων τῷ ξένῳ τῆς ἀκοῆς τοὺς ἀκούοντας. Ὁ δὲ Θεὸς ἐν ταῖς ἁγίαις ἐδοξάζετο νήσοις τοῦ λόγου τὰς Ἐκκλησίας δηλώσαντος. Αὗται γὰρ τῶν τοῦ βίου κυμάτων διανεστήκασι διὰ Χριστοῦ νικῶσαι τοὺς θλίβοντας. Θάλασσαν γὰρ εἰπὼν τὰ ἔθνη, νήσους ταύτας εἰκότως ἐκάλεσεν. Οἱ δὲ ταύτας οἰκοῦντες ἅμα τῇ δόξῃ Κυρίου, φασὶ πρὸς τὸν Θεὸν Ἰσραήλ· Ἐκ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, πεπιστευκότες ὡς ἔστι τοῖς εὐσεβοῦσιν ἐλπίς· πτέρυγας καλοῦντες τῆς γῆς, τοὺς τοῖς θείοις λόγοις αὐτοὺς ἀποστόλους ἀναπτερώσαντας, ὡς ἀφεῖναι τὴν γῆν, καὶ φρονεῖν ἐπουράνια, τὸ πολίτευμα λοιπὸν ἐσχηκότας ἐν οὐρανῷ. Τὰ δὲ τούτων φασὶ ξένα δεξάμενοι δόγματα, ἐλπίδι τῇ διὰ πίστεως περὶ τῶν μελλόντων ἀγαθῶν βεβαιούμεθα. Τοὺς δὲ μὴ δεξαμένους τὸν τῆς πίστεως ὀδύρονται νόμον, μᾶλλον δὲ καὶ τὸν διὰ Μωσέως. Περὶ αὐτοῦ γὰρ κἀκεῖνος ἔγραψε, δηλονότι Χριστοῦ. Καὶ εἰ ἐπίστευον Μωσεῖ, ἐπίστευον ἂν καὶ Χριστῷ. Νουθετοῦσι δὲ τοὺς ἀπιστοῦντας οἱ τὴν πίστιν δεξάμενοι τὸν ἐκ τῆς κολάσεως αὐτοῖς ἐπανατείνοντες φόβον, πᾶν εἶδος αὐτοῖς κακῶν ἀπειλούμενοι. Τοῦτο γὰρ ὅ τε φόβος, καὶ ὁ βόθυνος, καὶ παγίς. Κἂν γὰρ ἕν τις διαφύγῃ, τοῖς ἑτέροις ἁλώσεται. Ταῦτα δὲ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν μυρίοις ἁλόντες κακοῖς Ἰουδαῖοι πεπόνθασιν. Καὶ τὴν τούτων αἰτίαν ἐπάγων φησὶν, ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν. Τοῦτ' ἔστιν, ἐπισκοπῇ τὴν γῆν ἐπεσκέψατο Κύριος· Θεοῦ γὰρ ἀνεξικακοῦντος, ὡς μηδὲ δοκεῖν ἐφορᾷν, κεκλεῖσθαι λέγεταί πως ὁ οὐρανὸς, ὡς τοὺς ἁμαρτωλοὺς ἐπ' ἀδείας παρανομεῖν. Ἐπεξίοντος δὲ τοῖς ἁμαρτήμασι, θορύβου πάντα καὶ δέους ἀνάμεστα, καὶ ὡς ἐκ μέθης πρὸς πᾶν εἶδος ἄνθρωποι διαῤῥίπτονται κακῶν ὡς ὀπωροφυλάκιον σαλευόμενοι. Φορητῶν μὲν γὰρ ὁ Θεὸς ἁμαρτημάτων ἀνέχεται. Κατισχυούσης δὲ τῆς ἁμαρτίας κολάζει τοὺς δράσαντας. Λαμπρὸν δὲ κατόρθωμα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ διασκεδασθῆναι τῶν τῇ κτίσει λατρευσάντων παρὰ τὸν κτίσαντα τὴν ἀσέβειαν, ᾗπερ καὶ Ἰουδαῖοι περιπεπτώκασιν. "Ὧν αἱ γυναῖκες, κατὰ τὸν Ἱερεμίαν, τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ τῶν υἱῶν συλλεγόντων τὰ ξύλα, καὶ τῶν Πατέρων καιόντων τὸ πῦρ." Καὶ ἄλλος δὲ προφήτης φησίν· "Ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥαιφάν." Ἡ οὖν τούτοις ἐπαγομένη χεὶρ διασκεδασμὸν τῶν ταῦτα καὶ τὰ τοιαῦτα προσκυνούντων δηλοῖ. Εἴποις δ' ἂν καὶ κόσμον οὐρανοῦ, καὶ τὸν περὶ οὖ εἴρηται· "Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων," καὶ βασιλεῖς τῆς γῆς, τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου. Βεβασιλεύκασι γὰρ τῆς γῆς, ἰδίους ἐν αὐτῇ προσκυνητὰς ἀποφήναντες, οὓς δὴ κατέπεμψεν ὁ Χριστὸς εἰς τὸ τῆς κολάσεως δεσμωτήριον, οἳ καὶ παρεκάλουν, ἵνα μὴ προστάξῃ 2196 αὐτοῖς εἰς τὴν