βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
πλησίον ὄντας καίειν, τὸ 266 δὲ κάλλος καὶ τοὺς πόῤῥωθεν ἑστῶτας. Ἐπεὶ οὖν ἐκ τοῦ ὁρᾷν τὸ ἐρᾷν τίκτεται, καὶ ἐκ τοῦ ἐρᾷν ἡ συγκατάθεσις γίνεται, καὶ ἐκ τῆς συγκαταθέσεως ἡ πρᾶξις τελεῖται, διὰ τοῦτο ὁ Χριστὸς τὸν ἀκο λάστως ἑστιῶντα τὰς ὄψεις μοιχὸν ἔκρινεν, οὐ τὴν πρᾶξιν μόνον, ἀλλὰ καὶ ἔννοιαν ἀναστέλλων. (Ὅπερ οὖν Ἀμβακοὺμ αἰνιττόμενος ἔλεγε· "Καθαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρὰ καὶ ἐπι βλέπειν ἐπὶ πόνους ὀδύνης.") Ἔτι δὲ πάλιν Σω κράτης φυλάττεσθαι σφόδρα καὶ παρατηρεῖσθαι τὴν ἀκρασίαν διδάσκων ἔφη, μὴ πεινῶντας λίαν ἐσθίειν καὶ μὴ διψῶντας πολλὰ πίνειν. Καὶ γὰρ ὁ Κύριος ἐμακάρισε τοὺς τοιούτους (φάσκων· "Μακάριοι οἱ πτωχοὶ, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ πεινῶντες νῦν καὶ διψῶν τες, ὅτι χορτασθήσεσθε· καὶ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε"). ̣19 ̣ Ποῦ τοίνυν εἰσὶν οἱ τὸν ἁβροδίαιτον καὶ τρυ φηλόν τε καὶ ἀνειμένον μεταδιώκοντες βίον, καὶ ὥσπερ ἐπ' ἐξουσίας τὸν κόσμον ἔχοντες ἀδεῶς πάντα, λοιπὸν μεθ' ἡδονῆς, καὶ γέλωτος, καὶ αἰσχρολογίας, καὶ διαχύσεως, καὶ ἀφοβίας Θεοῦ χρῶνται πρὸς κό ρον, καὶ τρυφῆς αὐτοῖς καιρὸς ἅπας, τῇ γὰρ ὀρέξει τὸν καιρὸν ὁρίζονται· κἂν ἕωθεν ἡ πείνα προσβάλλῃ, παραυτίκα τὴν τροφὴν προσφέρουσιν· οὐ γὰρ ὥρισται τοῦτο μὲν ἐσθίειν, ἐκεῖνο δὲ παραιτεῖσθαι, ἀλλὰ πάντων ἀκρατῶς καὶ ἀδιαφόρως καὶ ἀπερισκέπτως ἀπολαύσουσιν ὡς τραπεζολάτραι καὶ κοιλιόδουλοι, ἥτις γε τράπεζα εἰκότως ἂν κληθείη κυρίως καθέδρα λοιμῶν καὶ ἀλόγων φάτνη. Εἰ γὰρ μὴ ἐκ πολλῆς ἀλογίας καὶ ἀπροσεξίας ἀπεκτηνώθησαν, ἐπιλαθό μενοι τὸν συνιόντα εἰς πάντα τὰ ἔργα ἡμῶν καὶ μέχρι ψιλοῦ ῥήματος καὶ ἐνθυμήματος δίκας εἰσ πράττειν, οὐκ ἂν δήπουθεν μετὰ φλυαριῶν, καὶ κακονοίας, καὶ γέλωτος, καὶ βλασφημίας τὴν θεόσδο τον τροφὴν μετελάμβανον, ἀμνημονήσαντες τοῦ λέ γοντος, ὅτι καὶ "ὑπὲρ ἀργοῦ λόγου λόγον δώ σομεν ἐν ἡμέρᾳ κρίσεως καὶ ἀπολογίας, καὶ ἐκ τῶν λόγων ἡμῶν τῶν φαύλων κατακριθησόμεθα·" καί· "Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε." 267 ̣20 ̣ Οὐκοῦν ἐματαιώθησαν ἐξ ἐπιμέτρου σφόδρα τινὲς τῶν ἀφελεστέρων κοσμικῶν, φάσκοντες ἐπὶ καταστροφῇ τῶν ἀκουόντων καὶ πειθομένων αὐ τοῖς, ὅτι φησὶ, Μοναχοῖς μόνοις ὁ ἀπεχθέστερος 110.425 καὶ βαρύτερος μὲν δέδοται ζυγὸς, κοσμικοῖς δὲ ὁ ἐλαφρότατος καὶ ἀνειμένος· ἔδει γὰρ τοὺς ἀσυνέ τους συνιδεῖν ὅπερ καὶ ὁ παλαιὸς νόμος τοῖς πάλαι Ἰουδαίοις ἀδιαστόλως ἐνομοθέτησεν, μικροῖς τε καὶ μείζοσιν, καὶ ἡ παράβασις ἐπικίνδυνος ἄγαν καὶ ὀλέθριος· διό φησιν ὁ ∆αυίδ· "Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου, Κύριε." Καὶ ὁ τῆς χάριτος ὁμοίως ἐξ ἴσου τεθέσπισται καὶ ἄρχουσι καὶ ἰδιώταις, πλουσίοις καὶ πένησι, καὶ ἁπλῶς κο σμικοῖς τε πᾶσι καὶ μοναχοῖς, τοῦ οὖν Κυρίου καὶ Θεοῦ ἡμῶν λέγοντος· "Μακάριοι οἱ πεινῶντες ὅτι χορτασθήσεσθε," καί· "Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται," καί· "Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ̣72a ὑμῶν," καί. "Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε," καὶ· "Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυ χὴν, οὐκ ἔστι μου ἄξιος·" καί· "Πᾶς ὃς οὐκ ἀποτάσσεται πᾶσι ταῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύ ναταί μου εἶναι μαθητής·" καὶ· "Σπουδάσατε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι' αὐτῆς·" καί· "Τί στενὴ ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλί γοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν." Ταῦτα δὴ, ταῦτα καὶ τὰ τούτοις παραπλήσια πάντα οὐ πρὸς μοναχοὺς εἴρηται, ἀλλὰ καὶ πρὸς κοσμικοὺς, καὶ βιωτικοὺς, καὶ τὸν πρόσυλον καὶ γεώδη βίον ἐπανῃρημένους· ἐπεὶ ἂν ἄρα πρὸς μοναχοὺς καὶ μόνον ἐῤῥέθη, ἐλεει νότεροι πάντων ἀνθρώπων εἰσὶν οἱ κοσμικοὶ, τοιού των μακαρισμῶν καὶ θείων ἐντολῶν ἀπεστερημένοι· εἰ δέ γε κοινὸς ὁ νόμος καὶ ὁ ζυγὸς, κοινὸς καὶ ὁ μακαρισμὸς, καὶ ὁ ταλανισμὸς, καὶ ὁ βασανισμὸς, εὔδηλον ὅτι οἱ καὶ ἀναγινώσκοντες οὐκ ἐπιγινώσκου σιν τὸ παράπαν, ἐπεὶ οὐκ ἂν τοὺς 268 ἀναιτίους