βασιλέως πύργους καθίστασαν ἐπὶ ξύλων μετεώρους τέσσαρας καὶ ἐπιπύργια, ὡς αὐτίκα πῦρ ἐνήσοντες ᾗ αὐτά. οὐ μέντοι γε προεχώρησε τὰ ὀρύγματα· οἱ γὰρ Ἕλληνες ὡς ᾔσθοντο τοὺς πολεμίους ὀρύσσοντας, ἔνδοθεν ὤρυσσον καὶ αὐτοί, καὶ προϊόντες εὗρον τοὺς βασιλέως ὀρυκτάς, καὶ ἐξέωσαν πῦρ ἐνιέντες, καὶ ἐπεκράτησαν τῶν ὀρυγμάτων. ἐπεποίητο μὲν καὶ πύργος ξύλινος ἐπιμήκης, καὶ κλίμακες ἐν αὐτῷ ὡς πλεῖστοι ἐς τὸ ἄνω τοῦ πύργου, ὡς διὰ τούτων πειρασομένων τοῦ τείχους καὶ ὑπερβαλλομένων. Ταῦτα μὲν οὖν κατ' ἤπειρον παρεσκεύαστο τῷ βασιλεῖ ἐς τὴν πολιορκίαν· κατὰ δὲ τὴν θάλατταν, ὡς οὐκ ἠδύνατο παριέναι εἴσω ἐς τὸν λιμένα, ὥστε πανταχῇ τῇ πόλει προσβάλλειν, ἐδόκει αὐτῷ ἄνω κατὰ τοῦ Ζαγάνου στρατόπεδον ἀνελκύσαντα ὑπερείδειν τὰ πλοῖα ἐς τὸν λιμένα. καὶ ταύτῃ μὲν ἄνω διὰ τοῦ 2.153 ὄρους διέζευξε τὰ πλοῖα, παρεσκευασμένα ἱστίοις τε καὶ κώπαις ἑλκόμενα ἐς τὸν αἰγιαλὸν τοῦ λιμένος. διεβίβασε δὲ πλοῖα ἐς τὰ ἑβδομήκοντα, πεντηκοντόρους τε καὶ τριηκοντόρους, καὶ οὕτω παρεσκευάζετο ὡς τῇ ὑστεραίᾳ ἐπιπλευσούμενα ἐς τὸν λιμένα. καὶ ταύτῃ κατὰ τὸν αἰγιαλὸν οἱ τοῦ βασιλέως παρασκευασάμενοι τηλεβόλοις διενοοῦντο ἀμύνεσθαι, ἤν τις ἐπίῃ διακωλύσων τὰ πλοῖα καθέλκειν ἐς τὴν θάλασσαν. Ἕλληνες γὰρ ὡς ἑώρων τὰ πλοῖα ἕτοιμα κατὰ τὸν αἰγιαλὸν τοῦ λιμένος πληρώσαντες πλοῖα ὅσα ἐπῆν αὐτοῖς, καὶ ἐπιόντες κατακαῦσαι, ἢν δύνωνται, τὰ πλοῖα. καὶ ἐπεί τε ἔδοξεν, ἐποίουν οὕτω, καὶ πληρώσαντες πλοῖα καὶ ἐξοπλισάμενοι ἐπῄεσαν ὡς κατακαύσοντες, ὥσπερ ἔχουσιν ἀνειλκυσμένα τὰ πλοῖα. οἱ μέντοι Τοῦρκοι αἰσθανόμενοι αὐτοὺς ἐπιόντας, καὶ ἀφιέντες τοὺς τηλεβόλους, διέφθειραν τῶν πλοίων δύο τριηκοντόρους. καὶ τὰ μὲν πλοῖα εὐθὺς κατεδύετο, οἱ δὲ ἄνδρες, ὅσοι μὴ ἠπίσταντο νήχοντες, εὐθὺς ἀπώλοντο. τούτων δ' αὖ, ὅσοι ἐξένευσαν ἐς τὸν αἰγιαλὸν παρὰ τοὺς Τούρκους, ἑάλωσαν· καὶ οἱ Τοῦρκοι, ὡς ἡμέρα τάχιστα ἐγεγόνει, ἀπαγαγόντες τούτους ἐς τὰς πύλας τῆς πόλεως διέφθειραν. Ἕλληνες δὲἦσαν δὴ παρ' αὐτοῖς Τούρκων τινές, οἳ ἑάλωσαν, δέσμιοιἀπαγαγόντες καὶ οὗτοι τούτους ἐς τὰς ἐπάλξεις ἐναντίον τοῦ στρατοπέδου κατεχρήσαντο, ἴσα πρὸς ἴσα σφίσι διαχειριζόμενοι γίγνεσθαι περὶ τοὺς αἰχμαλώτους. τὰ μέντοι πλοῖα τοῦ βασιλέως, ὡς οὐδεὶς ἔτι διεκώλυε καθειλκυσμένα, ἀπέπλει ἐς τὴν πόλιν. Καὶ ἐνταῦθα αὐτίκα βασιλεὺς γέφυραν ἐποιεῖτο ἀπὸ τῆς καταντικρὺ ἠπείρου τῶν Κεραμαρείων καλουμένης χώρας, ἐς τὴν 2.154 πόλιν φέρουσαν, δυοῖν πίθοιν ξυλίνοιν ξυνηρμοσμένοιν καὶ συνδεδεμένοιν ἀλλήλοις ἰσχυρῶς, ὥστε διαβαίνειν τὰ στρατεύματα ἀπὸ τοῦ Ζαγάνου στρατοπέδου ἐπὶ τὴν πόλιν. συνέβαινεν οὕτω ἁπανταχῇ πολιορκεῖσθαι τὴν πόλιν, καὶ τὰ τῆς πόλεως ταύτῃ πράγματα καὶ Ἑλλήνων ἀσθενῆ γίγνεσθαι. ἅτε γὰρ τῆς πόλεως ἐπὶ πολὺ διηκούσης (ἡ γὰρ περίοδος τῆς πόλεως μεγίστη αὕτη τῶν ἐφ' ἡμῶν, καὶ ἐπὶ ἑκατὸν ἕνδεκά πῃ σταδίους γενομένη) διανεμομένων τῶν ἀνδρῶν τῆς πόλεως ἁπανταχῇ, οὐ πάνυ τι ὀχυρὰ ἐγένετο. καὶ ἐπὶ τεσσαράκοντα ἡμέρας τοῖς τηλεβόλοις ἔτυπτε τὸ τεῖχος ἰσχυρῶς, καὶ κατέβαλε μέγα μέρος, πύργους τέσσαρας καὶ ἐπιπύργια. ὡσαύτως καὶ ἐς τὸ μέγα τεῖχος τούς τε πύργους κατέβαλεν. οἱ δὲ Ἕλληνες τὴν ἀρχὴν μὲν καὶ οὗτοι τοὺς παρὰ σφίσι τηλεβόλους ἱδρυσάμενοι κατὰ τὸ τεῖχος ἠφίεσαν καὶ οὗτοι λίθον ἕλκοντα τρία ἡμιτάλαντα σταθμόν, καὶ ἔβαλον ἐς τὸν τοῦ βασιλέως τηλεβόλον. ἀλλ' ἐσείετο μὲν τὰ τείχη καὶ ἐβλάπτετο σφίσιν, οὐ μέντοι ἤνυον οὐδέν. καὶ ὁ μὲν μείζων τηλεβόλος διερρήγνυτο αὐτίκα, ὅτε πρῶτον ἠφίετο. καὶ τὸν τηλεβολιστὴν ἐν αἰτίαις εἶχον ὡς διεφθαρμένον ὑπὸ βασιλέως, καὶ ἀπῆγον θανάτου· οὐ μέντοι γε φανερὸν εἶχον σημεῖον, ὡς κολάζειν, καὶ ἀπέλυσαν. ἐς δὲ τὸ τεῖχος, ὃ κατεβάλλετο ὑπὸ τῶν βασιλέως τηλεβόλων, κλίμαξί τισι καὶ πίθοις ξυλίνοις φραξάμενοι ἠμύνοντο, νυκτὸς ἐπιτελοῦντες ταῦτα διὰ σπουδῆς αὐτοί. Ἐν δὲ τῷ μεταξὺ χρόνῳ, ἐν ᾧ ταῦτα ἐγίγνετο, ἠγγέλλετο 2.155 τῷ βασιλεῖ ὡς νῆες ἐπιπλέουσιν ἀπὸ τοῦ Αἰγαίου ἐπὶ τὸ Βυζάντιον, δύο φορτίδες, μία μὲν μείζων τῶν Ἰανυΐων, ἡ δὲ ἑτέρα τοῦ Ἑλλήνων