123
ἄβυσσον ἀπελθεῖν. Οὗτοι δὲ καὶ ἀπὸ κτίσεως κόσμου τῇ τοῦ Θεοῦ πολεμοῦντες δόξῃ, μέχρι τῆς τοῦ Σωτῆρος ἐπιδημίας παρέτειναν, ὅτε διὰ πολλῶν γενεῶν ἐπισκοπῆς τυχόντες εἰς δεσμωτήριον ἐνεβλήθησαν. Παρεικάζει δὲ τείχει τὸν Σατανᾶν. ∆εινὸς γὰρ εἰς ἀντίστασιν, καὶ πόλις οἷον εὐπυργοτάτη· ἀλλ' ἥλω καὶ πέπτωκε Χριστοῦ κατασείσαντος. Ἔθος γὰρ τῇ Γραφῇ τοὺς ἄγαν ἰσχυροὺς παρεικάζειν τείχει καὶ πόλεσι. Θεὸς γοῦν πρὸς Ἰερεμίαν φησίν· "Ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασι τοῖς βασιλεῦσι τῆς γῆς, καὶ πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος." Ταῦτα προετύπου καὶ ὁ τοῦ Ναυὴ Ἰησοῦς, τοὺς πέντε βασιλεῖς κατακράτος ἑλὼν καὶ ἐμβαλὼν εἰς τὸ σπήλαιον. Πλὴν ὅτι ταῖς πονηραῖς δυνάμεσι καὶ τὸ ἄῤῥηκτον τεῖχος συμπέπτωκε. Τοῦτ' ἔστιν ὁ Σατανᾶς, τῆς εἰδωλολατρείας ἐξ ἀνθρώπων ἀνῃρημένης, ὅτε καὶ βεβασίλευκε Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλήμ. Σκοπευτήριον γὰρ, καὶ εἰρήνης ὅρασις, ἡ Ἐκκλησία Χριστοῦ. Ἐνώπιον δὲ πρεσβυτέρων λέγει τῶν τελείων τὴν φρένα, δι' ἧς ὁρῶσι τῶν περὶ αὐτοῦ μυστηρίων τὸ βάθος. Πρὸς οὕς φησιν Ἰωάννης· "Γράφω ὑμῖν, Πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς." Τὸν γὰρ Χριστὸν ὡς Θεὸν ἐγνωκότες δοξάζουσι. Τὴν δὲ παροῦσαν ἅπασαν ῥῆσίν τινες περὶ τῆς καθόλου συντελείας ἐξέλαβον λέγοντες, ὡς ἐν μέρει περὶ τῶν ἐθνῶν ὁ προφήτης εἰπὼν, ἀκολούθως νῦν περὶ πάσης τῆς οἰκουμένης ἐκτίθεται· ἐπειδὴ τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς· καὶ πάντων κηδόμενος, περὶ τῆς μελλούσης αὐτοὺς καταλήψεσθαι κρίσεως ποιεῖται τὸν λόγον ἐν ἡμέρᾳ ἐν ᾗ κρίνει ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. ∆ιόπερ νῦν οὐδενὸς ἔτι μέμνηται τῶν κατὰ μέρος ἐθνῶν· περὶ δὲ τῆς οἰκουμένης ἁπάσης. Ἔδει γὰρ ἀρχὴν εἰληφότα τὸν κόσμον καὶ πέρας ἔχειν, τροπῆς ἐπὶ τὸ κρεῖττον γενησομένης. "Ὅτι καὶ αὕτη ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." Καὶ πάλιν φησί· "∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν." Καὶ πάλιν· "Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου." Καὶ ὁ Σωτὴρ δέ φησιν· "Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται." ∆ιδάσκει τοίνυν οἷα τοὺς ἀγαθοὺς καὶ δυσσεβεῖς διαδέξεται, ἀπὸ τῶν σκυθρωπῶν ἀρξάμενος, ὡς ἂν καταντήσῃ πρὸς τὰ χρηστότερα. Τῇ δὲ τῆς οἰκουμένης ἐρημώσει τε καὶ φθορᾷ σύμφωνον τὸ ῥηθὲν ἐν ὁράσει τῇ περὶ Βαβυλῶνος, ἥξειν ὁπλομάχους καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. Καὶ τό· "Ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς." Ἀνθρώποις γὰρ διαλεγόμενος, περὶ ἀνθρώπων μόνον ἔφη, περὶ τῶν λοιπῶν λογικῶν οὐδὲν μεμνημένος. Κρινομένων δὲ τῶν ἐπὶ γῆς, καὶ μετατιθεμένων εἰς ἕτερα τῆς 2197 οἰκουμένης χωρία, ἐρημοῦσθαι τὸ τῆς γῆς ἀκόλουθον ἧν οἰκητήριον, τῶν ἐνοικούντων ἄλλων ἄλλοσε διασπαρέντων εἰς ἕτερα τοῦ κόσμου χωρία, κατὰ λόγον τῶν ἑκάστου πράξεων. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, πρός τε τὴν ἁπάντων ὑποδοχὴν, καὶ τῶν πώποτε γενομένων ὁ κόσμος ἀρκεῖ, σκοτεινῶν μὲν χωρίων ὑποδεχομένων τοὺς ἀσεβεῖς, κατὰ τό· Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς, παραδοθήσονται εἰς χεῖρας ῥομφαίας. Μερίδες ἀλωπέκων ἔσονται, τῶν δὲ εὐσεβῶν ἁρπαγησομένων ἐν νεφέλαις, εἰς ἁπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ γενησομένων. Πρόσωπον δὲ τῆς γῆς τὴν ἐπιφάνειαν ταύτης ἐκάλεσεν. Ἀνακαλύπτεται δὲ τῶν ἐν αὐτῇ κεκαλυμμένων ἀναγομένων εἰς φῶς κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, μεθ' ἣν ἅπαντες τῷ τοῦ Χριστοῦ παραστήσονται βήματι, δικαίας ψήφου τυγχάνοντες χωρὶς προσωποληψίας τῶν ἐν ἀξιώμασιν ἢ πλούτῳ διαφανῶν. Τὸ γὰρ ἴσον ἔσται πᾶσι κρινομένων μόνων τῶν λογισμῶν τε καὶ πράξεων. Καὶ Ἰὼβ δέ φησι· "Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων οὐ δεδοικὼς τὸν Κύριον αὐτοῦ." Γῆν δὲ φθαρήσεσθαί φησι τοὺς τὸ γεῶδες ἔχοντας φρόνημα, κατὰ τό· "Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Καὶ τό· "Ὁ πρῶτος