βασιλέως, σῖτον ἐπιφέρουσαι. τοῦτο μὲν ὡς ἐπύθετο, τάχιστα ἐπλήρου τάς τε τριήρεις καὶ πλοῖα, καὶ ἔπεμπεν ἐπὶ τὰς ναῦς ἤδη ἐγγὺς οὔσας καὶ ἐπιφερομένας πνεύματι ἱκανῷ ἐς τὴν πόλιν. τὰ μὲν οὖν πλοῖα καὶ αἱ τριήρεις ἀνήγοντο ἐς τὰς ναῦς, καὶ ἐμβάλλουσι μὲν τῇ Ἑλληνικῇ νηῒ τὰ πρῶτα. καὶ παρὰ βραχὺ ἑάλω, εἰ μὴ ἡ Ἰανυΐων ναῦς ἐπιστραφεῖσα ἤμυνεν αὐτῇ· φέρουσα γὰρ ἐνέβαλεν ἐς τὰς τριήρεις. καὶ ὁ βασιλεὺς ἀπὸ τοῦ αἰγιαλοῦ ἐπεβόα διακελευόμενος τοῖς ἑαυτοῦ, ἐσβαίνων ἐς τὴν θάλατταν σὺν τῷ ἵππῳ. αἱ μέντοι νῆες οὕτω διαφυγοῦσαι κατέπλεον ἐς τὸν λιμένα. ἐνταῦθα τιτρώσκεται ὁ τοῦ βασιλέως ναύαρχος Παλτόγλης τὸν ὀφθαλμὸν ὑπὸ τῶν σφετέρων, ὡς αὐτὸς διεμαρτύρατο ἐς τὸν βασιλέα, καὶ εἰ μὴ ἐτρώθη, εἷλεν ἂν τὰς ναῦς, διισχυριζόμενος. οὕτω μέντοι διέφυγεν, ὥστε κακόν τι μὴ παθεῖν ὑπὸ βασιλέως. καὶ οὓς ἐν ὑποψίᾳ ἔσχε, συλλαβὼν ὁ βασιλεὺς καθεῖρξεν ὡς ἀπολέσων. Ὡς μὲν οὖν ἱκανῶς ἤδη αὐτῷ τὸ τεῖχος κατεβέβλητο, ὥστε εἰσπεσόντας τοὺς νεήλυδας εἰσελθεῖν ἐς τὴν πόλιν, ἐκέλευσεν ἀνὰ τὸ στρατόπεδον ἁπανταχῇ πυρὰ καίειν τὰ νενομισμένα, καὶ τἄλλα ποιούμενος ὡς τῇ ἐπιούσῃ τῆς ὑστεραίας τὴν προσβολὴν ποιησόμενος, καὶ τήν τε διαρπαγὴν καὶ ἐξανδραποδισμὸν ἀνεκήρυττεν ἐς τὰ στρατόπεδα. Λέγεται μὲν οὖν καὶ τόδε. ὡς τὸ τεῖχος ἐπεπτώκει ὑπὸ τῶν τηλεβόλων, ὁ Σκενδέρεω τοῦ Σινώπης ἄρχοντος παῖς, Ἰσμαΐλης 2.156 τοὔνομα, προσέφερε λόγους τοῖς Ἕλλησι περὶ σπονδῶν, λέγων τοιάδε. "ἄνδρες Ἕλληνες, ἐπὶ ξυροῦ ἀκμῆς ὑμῖν, ὡς ὁρᾶτε, τὰ πράγματα ἕστηκε. τί οὐ πρέσβυν πέμπετε ὡς βασιλέα περὶ εἰρήνης; ἢν γὰρ ἐμοὶ ἐθέλητε ἐπιτρέψαι, διαπράξομαι ὑμῖν σπονδὰς γενέσθαι παρὰ βασιλέως, καὶ τὴν χάριν οὖν εὖ οἶδ' ὅτι καταθήσεσθε τῷ διαπραξαμένῳ ὑμῖν. ἢν δὲ μὴ τοῦτο γένηται ὑμῖν, ἡ πόλις ἐξανδραποδιοῦνται, καὶ ὑμᾶς πασσυδὶ βασιλεὺς διαφθερεῖ, καὶ γυναῖκας καὶ παῖδας ὑμῶν ἐξανδραποδιούμεθα, καὶ συμφορᾷ κατασχεθήσεσθε ἀνηκέστῳ. ἀλλὰ πέμπετε ὡς τάχιστα ἄνδρα, ὃν ἂν ἐπὶ τὰς βασιλέως θύρας ἀγαγὼν ἐγὼ διαπράξομαι ὑμῖν τὴν εἰρήνην." ταῦτα ἔλεγε τοῖς Ἕλλησι βουλευομένοις. ἐδόκει δὲ πεμπτέα εἶναι ἄγγελον, ὅστις ἂν πύθηται τῆς βασιλέως γνώμης περὶ σφᾶς, ἧς ἐστι, καὶ οὕτω βουλεύσονται περὶ τοῦ συνοίσοντος σφίσιν, ὅ τι εἴη ἄμεινον πειρωμένοις. ἔπεμπον δὲ ἄνδρα οὐκ ἐπίσημον ὡς ἀποπειρασόμενον τῆς βασιλέως γνώμης. ἐπεὶ δ' ἀφίκετο ἐς τὰς θύρας οὗτος ἡγουμένου Ἰσμαήλεω, ἐκέλευε βασιλεὺς δέκα τελεῖν αὐτῷ μυριάδας τοῦ ἐνιαυτοῦ· εἰ δὲ μὴ τοῦτο οἷοί τε ὦσι ποιεῖσθαι, οἴχεσθαι ἀπολιπόντας τὴν πόλιν, ἀποφερομένους τὰ σφέτερα αὐτῶν, ἕκαστος ὅποι ἂν βούλοιτο ἀπελθεῖν· ταῦτα ὡς ἀνηνέχθη ἐς τοὺς Ἕλληνας, ἐβουλεύοντο μὲν καὶ ἐδόκει ἀμύνεσθαι ἀνακινδυνεύοντας μᾶλλον ἢ οὕτω ἀμαχητὶ ἐκλιπόντας τὴν πόλιν οἴχεσθαι ἀποπλέοντας. ἐμοὶ μὲν οὖν δοκεῖ βασιλέα ταῦτα προτεῖναι ἀποπειρώμενον τῆς Ἑλλήνων γνώμης. καὶ τὰ ὀρύγματα μᾶλλον αὐτῶν 2.157 ἄπρακτα γενόμενα ἐπῆρε διαπειρᾶσθαι, ὅ τι γινώσκοιεν περὶ σφῶν οἱ Ἕλληνες, εἴτε ἐχυρὰ εἴη αὐτοῖς τὰ πράγματα. Οἱ μὲν οὖν Ἕλληνες ἐς τοσοῦτον ἐξεφέροντο, ἐς ὅσον μοι δεδήλωται· βασιλεὺς δέ, ὡς αὐτῷ τὰ ἐς τὴν προσβολὴν παρεσκεύαστο, συγκαλέσας τοὺς νεήλυδας ἔλεγε τοιάδε. "ἄνδρες νεήλυδες καὶ ἐμοὶ παῖδες, τὰ κάλλιστα ἀεί, ὅποι ἂν στρατεύωμαι, ἀριστεύοντες, ἐφ' ὑμῖν ἤδη ἐστὶν ἁλῶναι τήνδε τὴν πόλιν. ἴστε δὲ καὶ τόδε. ὁπότε ἐπειρώμην ὑμᾶς, ἐφάσκετε ἁλώσιμον εἶναι τὴν πόλιν, εἰ μόνον τὰ τείχη ὑμῖν καταβάλλοιμι. περιάγων δὲ ὑμᾶς ἐπηρόμην, εἰ ἱκανῶς καταβέβληται ἤδη τοῦ τείχους· καὶ ἐς ὅσον ὑμῖν ἱκανῶς ἔχειν ἔδοξε, κατεβάλλετο. νῦν δὲ ἐπειδὴ ὥρα ἐστὶ τὴν προσβολὴν ποιεῖσθαι, τάδε προτίθεμαι. ὑμεῖς ἁπανταχῇ δόξαν παρὰ τοῖς προγόνοις καὶ ἐμοὶ εὐκλεῆ ἀνελόμενοι συγκατεργάζεσθε τὴν βασιλείαν ἐμοί. ἴστε δὴ οὖν. ὅσαι ὑπαρχίαι ἔν τε τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τυγχάνουσιν ὄντα, τούτων τὴν βελτίω δώσω τῷ πρώτῳ ἀναβάντι ἐπὶ τὸ διάφραγμα. τιμήσω δὲ τοῦτον, οἷα εἰκός, καὶ ἀμείψομαι, ἀρχὴν παρεχόμενος εὐδαίμονα, καὶ ἀποδείξω μακαριζόμενον ὑπὸ τῶν τοῦ ἡμετέρου γένους ἀνθρώπων.