124
ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἐξ οὐρανοῦ πνευματικὸς," καὶ τὰ ἑξῆς· μεθ' ἅ φησι· "Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται." Οἱ δὲ τοιοῦτοι τῇ ἑαυτῶν φθορᾷ φθαρήσονται. Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται. Ὡς γὰρ ἡ σὰρξ ὑφ' οὗπερ ἐξ αὐτῆς ἀνῆψε πυρετοῦ διαφθείρεται, οὕτως οἱ θησαυρίσαντες ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς διεφθορότες τὰς ψυχὰς, τῇ ἑαυτῶν παραδοθέντες φθορᾷ κολασθήσονται, δίκην εἰσπραττομένων καὶ δυνάμεών τινων, αἳ δημίων λόγον ἐπέχουσιν, οἳ προνομήν τινα ποιήσονται διαρπάζοντες αὐτῶν τὰς ψυχὰς, ὅτε καὶ πενθήσουσιν οἱ πένθους ἄξια πράξαντες. Τὴν εἰρημένην δὲ πενθοῦσαν καὶ φθαρεῖσαν ἐδήλωσε γῆν, εἰπὼν οἱ ὑψηλοὶ τῆς γῆς· τούτους γὰρ Θεὸς μέτεισι μάλιστα (ὑπερηφάνοις γὰρ ἀντιτάσσεται)· οἳ καὶ ἀνομοῦντες, τὴν γῆν ἐπλήρωσαν αἱμάτων καὶ φόνου. Ἡ γῆ γὰρ, φησὶν ὁ Σύμμαχος, ἐφονοκτονήθη ὑπὸ τῶν κατοικούντων αὐτήν. Καὶ τῆς φθορᾶς τὴν αἰτίαν ἐπήνεγκεν, ὅτι παρέβησαν τὸν νόμον. Τὸν φυσικὸν γὰρ τὸν δοθέντα πᾶσι νόμον παρέβησαν ἅπαντες, τὸν ἐγγραφέντα ταῖς αὐτῶν διανοίαις, καθά φησιν ὁ Παῦλος· "Ὅτ' ἂν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσιν νόμος. Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν." Τοῦτο δὲ καὶ διὰ τῆς Ἰωάννου δηλοῦται φωνῆς εἰρημένον περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ὅτι ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Τοῦτο δὲ καὶ κατὰ τὸν τῆς ἐπιδημίας γέγονε χρόνον, κατὰ 2200 τό· "Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς." Τὸν φυσικὸν οὗν παρέβησαν νόμον εἰς φιλοσαρκίας τραπόμενοι, καὶ γέγονεν ἡ γῆ τούτων παραβεβηκότων ἐπάρατος. Ὥσπερ γὰρ ἐν ἀρχῇ μήπω συστάσης τῆς ἁμαρτίας εὐλόγησεν ὁ Θεὸς τὸν ἄνθρωπον· οὕτως ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἀρὰ τὴν γῆν ἔδεται. Ἀντὶ δὲ τοῦ, ∆ιὰ τοῦτο πτωχοὶ ἔσονται, ∆ιὰ τοῦτο, φησὶν ὁ Σύμμαχος, ἐκτρυχωθήσονται. Πλὴν οἱ ἐπὶ τοῦ θείου κατεγνωσμένοι βήματος, ἐν ἐνδείᾳ γενήσονται τῶν ἄνωθεν ἀγαθῶν καὶ γυμνοὶ τῆς ἐλπίδος τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης. Εἰς ᾅδου δὲ παραπεμφθέντων ὀλίγοι καταλειφθήσονται πλοῦτον ἔχοντες ὃν ἐξ ἀρετῶν ἐθησαύρισαν. "Πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ," καθά φησιν ὁ Σωτήρ. Ἀντὶ δὲ τοῦ, πενθήσει ὁ οἶνος, Ἀκύλας ἐξέδωκεν, ἐπένθησεν ὁ παρωρισμός· σημαίνων διὰ τοῦ παραδείγματος τῆς ὀπώρας, τὸ πρόσκαιρον τοῦ τῶν σωμάτων ὡραϊσμοῦ, καὶ τῆς ἀνθρώπων τρυφῆς τῶν ἑαυτοὺς ἀσωτίαις καὶ μέθαις ἐκδεδωκότων, αἰσχυνομένων ἑπὶ τοῖς τούτων ἐλέγχοις, κατὰ τό· "Πολλοῖς τῶν ἐκ γῆς χώματι ἀναστήσονται· οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον." Νόει δὲ καὶ οἶνον τὸν ἐξ ἀμπέλου Σοδόμων, καὶ σταφυλὴν χολῆς περὶ οὗ φησι· "Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος," ὃς καιροῖ ψυχὴν, καὶ παρατρέπει διάνοιαν. Οὖ τῆς μέθης ἀνανήψαντες, τότε πενθήσουσιν. Τότε δὲ καὶ πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. Οὐκέτι γὰρ ἔσονται πολιτεῖαι ὁποῖαι νῦν, ἐν αἷς οἱ ἀσεβεῖς τὰ καταθύμια πράττουσιν. ∆ιό φησιν ὁ Σωτήρ· "Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε." Ταῦτα δηλοῖ καὶ ἡ παραβολὴ τοῦ πλουσίου τοῦ ἐν κόλποις Ἀβραὰμ ἑωρακότος τὸν Λάζαρον, ὃς ἤκουεν, "Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου." Οὕτως ἄρα τοῖς κρινομένοις ὑπομνήσεις τῶν ἐνταῦθα βεβιωμένων ἐγγίνονται. ∆ιὸ πενθήσουσιν ἑαυτούς. Ὅθεν ὁ Σωτὴρ μακαρίζει τοὺς ἐν τῷ παρόντι βίῳ πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, τοὺς κλαίοντάς τε καὶ πενθοῦντας, καὶ πτωχεύσαντας δι' αὐτὸν, καὶ δεδιωγμένους. Οἷς ἐπιφέρει νῦν ὁ προφήτης· Ταῦτα πάντα ἔσται ἐν τῇ γῇ, ἐν μέσῳ τῶν ἐθνῶν· σαφῶς διδάσκων περὶ τῆς κρίσεως εἰρῆσθαι τὰ λελεγμένα. Ὅτι δὲ καὶ μέχρις ἑνὸς πάντας μετέρχεται, διὰ τῆς ἐλαίας ἐδήλωσεν. Ἀντὶ δὲ τοῦ, Καὶ ἐὰν παύσηται ὁ τρυγητὸς, οὗτοι φωνῇ βοήσονται,