βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
(ἐπεξεργαστικοτέρως) διηγήσατο οὕτως λέ γων· ̣3̣ "Τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου διδάσκοντος τὸν λαὸν σέβεσθαι καὶ προσκυνεῖν τὸν ἐπὶ πάντων μόνον Θεὸν ἀληθινὸν," ὁ Σίμων ἔξω τοῦ ὄχλου ἑστὼς ἐξεβόησεν· "Τί ψευδόμενος ἀπατᾷν θέ λεις (τοὺς ἀνθρώπους καὶ) τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν, θεοὺς μήτε νομίζειν μήτε εἶναι, καίπερ τῶν παρ' Ἑβραίοις βίβλων λε γουσῶν πολλοὺς θεοὺς εἶναι; Πλὴν οὖν περὶ οὗ ἔφης Θεοῦ δείξας ἐγὼ μὴ αὐτὸν εἶναι τὸν ἀνωτάτω καὶ παντοδύναμιν Θεὸν, καθὸ ἀπρόγνωστός ἐστι, καὶ ἀτελὴς καὶ ἐνδεὴς, καὶ οὐκ ἀγαθὸς καὶ πολλοῖς ὑποκείμενος πάθεσι, κατὰ τὴν ὑμετέραν Γρα φὴν, ἕτερος πάντως περιλείπεται προγνωστικὸς, τέ λειος, ἀνενδεὴς, ἀγαθὸς καὶ παντὸς πάθους ἀπηλ λαγμένος, ὃν δὲ σὺ φὴς 271 δημιουργὸν καὶ ὑπέρ θεον, τοῖς ἐναντίοις ἀντικείμενος εὑρίσκεται. Αὐτίκα γοῦν ὁ καθ' ὁμοίωσιν αὐτοῦ γενόμενος Ἀδὰμ καὶ τυφλὸς κτίζεται, καὶ γνῶσιν ἀγαθοῦ ἢ κα τοῦ μὴ ἔχων, παραβάτης εὑρίσκεται, καὶ τοῦ πα ραδείσου ἐκβάλλεται, καὶ θανάτῳ καταδικάζεται, ὁμοίως τε ὁ πλάσας αὐτὸν ἐπεὶ μὴ πανταχοῦ παρῇ, ἐπὶ τῇ τῶν Σοδόμων καταστροφῇ λέγει· "Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν 110.432 ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μὴ, ἵνα γνῶ·" καὶ ἑαυτὸν ἀγνοοῦντα δείκνυσιν. Καὶ τὸ εἰ πεῖν περὶ τοῦ Ἀδάμ· "Ἐκβάλωμεν αὐτὸν, μήπως ἐκτείνας ̣73a τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φαγὼν ζήσεται εἰς τὸν αἰῶνα·" ἀγνοοῦν τος καὶ φθονοῦντός ἐστι σύμβολον, ὥσπερ καὶ τό· "Ἐνεθυμήθη ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον," με ταμελείας ἐστὶ καὶ ἀγνοίας τεκμήριον τῶν μελλόν των. Καὶ τό· "Ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας," ἐνδεοῦς ἐστι σημεῖον, ὡς καὶ τὸ πειράζειν τὸν Ἀβ ραὰμ καὶ ἄλλους, οὐκ ἀγαθοῦ ἐστιν ἀπόδειξις καὶ τὸ τέλος τῆς ὑπομονῆς (μὴ) προειδότος." Ὁ δὲ Πέ τρος ἔφη πρὸς τὸν Σίμωνα· "Εἰ τυφλὸς ἐπλάσθη ὁ Ἀδὰμ, ὡς λέγεις, πῶς ἐντελλόμενος αὐτῷ ὁ Θεὸς ἐδείκνυεν αὐτῷ λέγων· Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε." Καὶ ὁ Σίμων φησί· "Τυφλὸς ἦν ὁ νοῦς αὐτοῦ." Καὶ ὁ Πέτρος· "Πῶς τὸν νοῦν τυφλὸς ἦν ὁ, πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ, προσφόρως πᾶσι τοῖς ζώοις ἐπιθεὶς ὀνόματα;" ὅτι γὰρ καὶ τοὺς τῆς ψυχῆς καὶ τοῦ σώματος ὀφθαλμοὺς εἶχεν ἀνεῳγμένους, καὶ βλέποντες ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, δῆλον. "Ἰδοῦσα γὰρ, φησὶν, ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖον (ἐστὶ) τοῦ κατανοῆσαι, λαβοῦσα τοῦ καρ ποῦ αὐτοῦ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς (μετ' αὐτῆς)." Εἰ οὖν καλὸν θεασάμενοι τὸ δένδρον καὶ τὸν 272 καρπὸν ἔφαγον, εὔδηλον ὅτι καὶ πρὸ τῆς τοῦ καρποῦ βρώσεως, γνῶσιν μὲν εἶχον καλοῦ τε καὶ κακοῦ, καὶ ὄψιν ὀξυδερκεστάτην ὁρᾷν ἕκα στα δυναμένην. Οὐκοῦν ὡς μετὰ τὴν βρῶσιν καὶ τὴν παράβασιν ἀναβλεψάντων, εἴρηται τό· "∆ιηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί·" δείκνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες, ὡς ἔφην· ἀλλ', ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς παραβάσεως, ὃ καὶ τὴν γνῶσιν ἀδιάφορον παρέσχεν, ἐῤῥέθη, ὅτι "∆ιηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί·" πέφυκε γὰρ ὁ ὀφθαλμὸς ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἃ βλέ πει, διότι σύνεσιν αὐτὸς καθ' ἑαυτὸν οὐκ ἔχει· κἀν τεῦθεν πολλάκις πρὸς ἕτερα, τῆς διανοίας ἀσχολου μένης, τυφλοῦ δίκην ἔσθ' ὅτε παρερχόμεθα καὶ τὰ πάνυ γνώριμα, καὶ ἐπειδὰν ἐγκληθῶμεν, τῇ ἀ σχολίᾳ τοῦ λογισμοῦ τὸ αἴτιον ἀνατιθέντες ἀπολογού μεθα· οὕτω καὶ ὁ Ἀδὰμ καὶ ἡ Εὖα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διηγέρθησαν· τὸ γὰρ, "∆ιηνοί χθησαν (αὐτῶν) οἱ ὀφθαλμοὶ καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν", ἀποκάλυψιν δηλοῖ τὴν ἐγγενομένην τῷ λο γισμῷ, οὐκ ἀνάβλεψιν ὀφθαλμοῦ, ὥστε τὴν μετὰ τὴν ἁμαρτίαν αἴσθησιν οὕτω κέκληκεν ἡ Γραφή· παρευ θὺ γὰρ μετὰ τὴν ἁμαρτίαν τὸ συνειδὸς πλήττεται. Καὶ ὁ Σίμων φησίν· "Εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, 110.433 διὰ τί οὐ προέγνω τὴν διὰ τοῦ ὄφεως καὶ τῆς γυ ναικὸς ἀπάτην;" Καὶ ὁ Πέτρος· "Εἰ πρόγνω σιν οὐκ εἶχεν, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἑπο μένας πράξεις, ἅμα τῷ γεννηθῆναι, ἐπέθηκεν ὀνόματα; Τὸν γὰρ πρωτότοκον ὠνόμασε Κάϊν, ὅ ἐστι ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν