ὃν δ' ἂν αἴσθωμαι ἐν σκηναῖς ἀναστρεφόμενον καὶ μὴ μαχόμενον ἐς τὸ τεῖχος, οὐδ' ἂν εἰ πετόμενος κατὰ τὰ πτηνὰ ἀποδραίη, ἱκανῶς ἔσται αὐτῷ ἀποφυγεῖν, μὴ τὰ ἔσχατα παθόντι ἀποθανεῖν. ἴτε δὴ οὖν ἐπὶ τὸν ἀγῶνα τοῦτον, κάλλιστόν τε καὶ ὀλβιώτατον· ἀνδράποδά τε γὰρ ἔσται ὑμῖν πολλοῦ ἄξια καὶ γυναῖκες καὶ παῖδες, καὶ πλοῦτος ἐν τῇ πόλει πολύς." ταῦτα εἰπόντι τῷ βασιλεῖ οἱ δεκαδάρχαι καὶ λοχαγοί, οἳ καὶ πρότερον, 2.158 ὡς ἐπεδείκνυ τὸ τεῖχος αὐτοῖς ὁ βασιλεὺς περιάγων, εἰ ἱκανῶς ἔχει ἐσπεσεῖσθαι ἔσω ἐς τὴν πόλιν, [καὶ] ἐκέλευον καταβάλλειν, ἐς ὃ ἐδόκει αὐτοῖς ἱκανῶς ἔχειν, καὶ τότε δὴ θαρρεῖν τε αὐτὸν ἐκέλευον, ὡς ἐς τὴν πόλιν ἀμεταστρεπτὶ ἐσπεσοῦνται, ᾐτοῦντο δ' αὐτὸν χάριν θέσθαι σφίσι τοὺς ἄνδρας, οὓς συνέλαβε διὰ τὸν ναύαρχον, ὅτι ἐν ὑπόπτῳ ἦσαν, ὡς ἔτρωσαν αὐτὸν ἐς τὸν ὀφθαλμόν, χαρίσαιτο αὐτοῖς. ὁ δὲ ἐπείθετο καὶ ἀπέλυσε τοὺς ἄνδρας, χαρισάμενος τοῖς νεήλυσι. Μετὰ δὲ ταῦτα, ὡς ἐδόκει αὐτῷ προσβαλεῖν, ἔπεμπεν ἐς τὸ στρατόπεδον περιαγγέλλων, ὡς ἕωθεν ἔσοιτο ἡ προσβολή, καὶ προηγόρευε δῶρα τῷ ἀριστεύοντι· τῷ μὴ μαχομένῳ δὲ θάνατος ἐπέκειτο ζημία. καὶ ζύχιδες δὴ ἐς τὰ στρατόπεδα περιιόντες ὑπεμίμνησκον τὴν νενομισμένην σφίσι τῇ τελευτῇ δόξαν, ὡς τοῖς τε μαχομένοις ὁ ἥρως ἐπαγγέλλεται εὐδαιμονίαν τοῖς τετελευτηκόσι, καὶ ἄλλα, οἷα δὴ νομίζεται παρ' αὐτοῖς. οἱ μὲν οὖν Ἕλληνες ἄνδρα Ἰανύϊον ἀφικόμενον ἐς τιμωρίαν σφίσι σὺν νηΐ τε μεγίστῃ καὶ ὁπλίταις ὡς τριακοσίοις, ἐκέλευον ταύτῃ ἑστηκότα, ᾗ βασιλεὺς καὶ οἱ νεήλυδες ἔμελλον ἐπεισπεσόντες βιάζεσθαι, ὡς ἐνταῦθα σὺν τοῖς ὁπλίταις αὐτοῦ παρασκευάζοιτο ἀμύνεσθαι. καὶ αὐτός τε ἅμα βασιλεὺς Ἑλλήνων οὐ πολλῷ διίστατο σὺν τοῖς ἀμφ' αὑτόν, ὥστε ἐπαμύνειν. καὶ καρδινάλιος ὁ Ἰσίδωρος Σαρματίας, οὗ πρότερον ἐμνήσθην, παρὼν τότε τοῖς Ἕλλησιν ἐτιμώρει πολεμουμένοις· παρεγένετο γὰρ ὡς ξύνοδόν τε ποιησόμενος καὶ διαλλάξων τοὺς Ἕλληνας τῷ Ῥωμαίων 2.159 ἀρχιερεῖ. ταῦτα μὲν οὖν ὀλίγῳ πρότερον αὐτῷ ἐπεποίητο, καὶ οἱ Ἕλληνες ὀψὲ γοῦν ἐς διαλλαγὴν ἀφίκοντο τοῖς Ῥωμαίοις. βασιλεὺς δέ, ὡς ἐδόκει ὥρα εἶναι προσβάλλειν ἕωθεν, (Ἄρεος δ' ἦν ἡμέρα), τά τε κύμβαλα ἐσημαίνετο, καὶ οἱ αὐληταὶ καὶ οἱ σαλπιγκταὶ ἐσήμαινον, ἕωθεν προσέβαλε, καὶ ἁπανταχῇ τῆς πόλεως καθίσταντο ἐς μάχην οἱ βάρβαροι, καὶ προσβαλόντες ἐμάχοντο ἰσχυρῶς. κατὰ μὲν τὸ ἐς λιμένα τεῖχος ἠμύνοντο οἱ Ἕλληνες κράτιστα, καὶ ἐξεώσαντο τοὺς Τούρκους, καί πῃ κατὰ τὰς κλίμακας ἀναβάντων κεφαλὰς ἀπηνέγκαντο κρατύνοντες τὰ τείχη, ᾗ δ' αὐτὸς προσέβαλε βασιλεύς, οἱ νεήλυδες ἐπεισπεσόντες ἐβιάζοντο τοὺς ὁπλίτας τῶν Ἰανυΐων. καὶ ὁ Λόγγος αὐτὸς τιτρώσκεται τηλεβολίσκῳ ἐς τὴν χεῖρα, καί τινες ἄλλοι τῶν ὁπλιτῶν ἐπετιτρώσκοντο, καὶ ἐκλιπόντες τὴν χώραν, ᾗ ἑστήκεσαν, αὐτίκα βιαζόμενοι εἰσέπιπτον, καὶ τούς τε ὁπλίτας τῶν Ἰανυΐων ἐτρέψαντο καὶ ἐπικείμενοι ἐφόνευον. ὁ μὲν οὖν Λόγγος ἀπεχώρει. εἵποντο αὐτῷ οἱ ὁπλῖται, ἐπιόντων σφίσι τῶν νεηλύδων. καὶ ὁ βασιλεὺς Ἑλλήνων ὡς ᾔσθετο ἐκλιπόντας τὴν χώραν αὐτοὺς καὶ ἐνδιδόντας, ἀνέδραμε μὲν αὐτίκα καὶ ἤρετο τὸν Λόγγον, εἴ ποι πορεύοιτο· τοῦ δ' αὖ φαμένου, ὡς ταύτῃ θεὸς ὑφηγεῖται τοῖς Τούρκοις, αὐτὸς οὖν ὁ βασιλεὺς πρὸς Καντακουζηνὸν καί τινας ὀλίγους ἀμφ' αὑτὸν ὄντας τραπόμενος ἔλεγεν "ἴωμεν, ἄνδρες, ἐπὶ τοὺς βαρβάρους τούσδε." αὐτός τε ὁ Καντακουζηνὸς ἀνὴρ γενόμενος ἀγαθὸς ἐτελεύτησε. καὶ αὐτὸς ἐτράπετο, καὶ ἐπιόντες καὶ διώκοντες ἔτρωσαν βασιλέα Κωνσταντῖνον ἐς τὸν ὦμον, καὶ ἐτελεύτησεν. οἱ δὲ ἄλλοι Ἑλλήνων, ὡς εἶδον τοὺς νεήλυδας ἐπὶ 2.160 τὸ μέγα τεῖχος δραμόντας καὶ ἄνωθεν βάλλοντας τοξεύμασί τε καὶ λίθοις, καὶ τοὺς ἀμφὶ τὸν Λόγγον φεύγοντας, ἐπικειμένων τῶν νεηλύδων ἐτράποντο ἐς φυγήν, ἐκτός τις ἕκαστος προκαταβαίνειν βουλόμενος, ὥστε σώζεσθαι. ὡς δὲ ἐς τὴν πύλην ἀφίκοντο τὴν τοῦ Ῥωμανοῦ καλουμένην, κατασχεθέντες ὑπ' ἀλλήλων αὐτοῦ ταύτῃ ἔκειντο, καὶ ἐπιόντες αὖθις ἔπιπτον ἐς αὐτούς, καὶ οὕτως ἐπαναβαίνοντας σπουδῇ ἐπειγομένους διαβαίνειν, σωρὸν μέγιστον ζῶντες κατὰ τὴν πύλην ἐπεποίηντο, ὥστε μηδενὶ βάσιμα εἶναι ἐντεῦθεν.