125
διαστολῇ χρησάμενος, ὁ Σύμμαχος δύο κατὰ τὸ αὐτὸ παρέστησε διανοίας εἰπὼν, Ὡς ἐπιφυλλίδες ἐὰν συντελεσθῇ τρυγητός. Εἶτ' ἐξ ἑτέρας φησὶν ἀρχῆς, Οὗ τοῖς παροῦσι φωνὴν αὐτῶν. Τὸ μὲν γὰρ τῇ τῶν προτέρων ἀπέδωκε διανοίᾳ, ὅτι, ὡς οἱ 2201 τὸν τῆς ἐλαίας τρυγῶντες καρπὸν, καλάμοις διακρούοντες, καὶ μέχρι μιᾶς, εἴπου φωνῇ, καταβάλλουσιν· οὕτω τῶν ἀσεβῶν οὐδεὶς, διαφεύξεται ὥσπερ καὶ ἐπὶ τῶν βοτρύων ἐπανίοντές τινες, καὶ τοὺς τὸ πρῶτον λαθόντας συλλέγουσιν. Καὶ τοῦτο παρίστησιν ὁ Σωτὴρ τῇ περὶ τῆς σαγήνης παραβολῇ τῶν σαπρῶν ἔξω βαλλομένων. Ἀλλ' ἐκεῖνοι μὲν ταῦτα πείσονται. Οὗτοι δὲ ἐπαροῦσι φωνὴν αὐτῶν, δῆλον ὡς οἱ τοῦ κρείττονος τάγματος. Ὅθεν ἐπήγαγεν· Ἀγαλλιάσονται ἐν τῷ ἐνδοξασθῆναι Κύριον. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Οἱ ἀσεβεῖς τρυγητὸν παθόντες ἔσχατον, φωνὰς ἀποδώσουσι, βοῶντες ἐν τῷ κολάζεσθαι· οἱ δὲ ἀγαθοὶ εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, ὅτε ὁ Κύριος ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Ἀντὶ δὲ τοῦ, Ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης, Ἤχησαν ὕδατα θαλάσσης, Θεοδοτίων ἑρμήνευσεν, δηλῶν τὸ μέγεθος τῆς βοῆς τῶν δοξαζόντων Κύριον. Νήσους δὲ τὰς Ἐκκλησίας φησὶ τὰς ἐν τῷ παρόντι βίῳ, καὶ πρὸ τῆς κρίσεως ἐν μέσῳ τῶν ἀπίστων, ἐν μέσῳ θαλάσσης ἀπειλημμένας, ἐφ' ἃς ἡ τοῦ Θεοῦ λάμψει δάξα κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. ∆ιόπερ ὁ λόγος τὸν τοῦτο ποιήσοντα Θεὸν ἀνυμνεῖ λέγων· Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν. Ἀντὶ δὲ τοῦ τέρατα, ψαλμοὺς Θεοδοτίων ἑρμηνεύει, καὶ Σύμμαχος. Ὁ δὲ Ἀκύλας,μελῳδίας. Οἱ γὰρ τῆς μερίδος τοῦ Θεοῦ τὴν δικαίαν αὐτοῦ κρίσιν ἀποθαυμάζοντες, εὐφραινόμενοι ἅμα τῇ δόξῃ Κυρίου ὕμνους αὐτῷ καὶ ψαλμῳδίας εὐχαριστηρίους ἀνάγουσιν πανταχόθεν ὄντες τῆς γῆς. Ὃ δὴ καὶ ὁ προφήτης ἐθαύμασεν, ὑμνεῖν αὐτὰς τὸν Θεὸν ἠξιῶσθαι μαθών. Ὃ δὴ καὶ τερατῶδες ἐδόκει κατὰ τοὺς Ἑβδομήκοντα, εἰ τὴν πατρῴαν πλάνην ἐάσαντες τὸν τῶν προφητῶν ὑμνοῦσι Θεὸν εἰς πέρας αὐτοῖς τῆς ἐλπίδος ἐκβάσης. Ἐπὶ γὰρ τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ ἐπῆκται τὸ, ἐλπὶς τῷ εὐσεβεῖ, κἂν ἀλλόφυλος ᾖ δηλονότι, κἂν ἀλλότριος τοῦ σπέρματος Ἀβραάμ. Ἐφ' οἷς, κατὰ Σύμμαχον, εἴρηται· Καὶ εἶπεν τὸ μυστήριόν μου ἐμοί· τὸ μυστήριόν μου ἐμοί. Τῶν γὰρ προφητῶν ἐπὶ τῷ παραδόξῳ τὸν Θεὸν δοξασάντων, μνημονευσάντων δὲ καὶ τῆς ἐλπίδος τῶν εὐσεβῶν, μὴ εἰρηκότων δὲ τίνα καὶ ποῖα ἦν τὰ ἐλπιζόμενα, ποθούντων δὲ μαθεῖν ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, σιωπᾷν αὐτοὺς ὁ Θεὸς παρακελεύεται λέγων· Τὸ μυστήριόν μου ἐμοί· τὸ μυστήριόν μου ἐμοί. Οὐ γὰρ νῦν, φησὶν, ἐκφαίνειν καιρὸς, "ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." Ὁ δὲ προ 2203 φήτης, ὡς ἐδόξασε τὸν Θεὸν ἐπὶ τῇ τῶν ἀγαθῶν ἐλπίδι. Οὕτως ἐκ φιλανθρωπίας τοὺς πονηροὺς ἀποκλαίεται λέγων· Οὐαὶ τοῖς ἀθετοῦσιν. Ἀνθ' οὗ Ἀκύλας μὲν ἔφη· Ὢ εἴμοι ἀθετοῦντες ἠθέτησαν. Ὁ δὲ Σύμμαχος· Οὐαί μοι ἀθετοῦντες ἠθέτηνται· Θυρίδας δὲ οὐρανοῦ κατὰ τὴν προλαβοῦσαν νοήσεις ἐξήγησιν. Ἐπεξιόντος γὰρ τοῖς ἁμαρτάνουσι τοῦ Θεοῦ, αἱ τοῦ οὐρανοῦ θυρίδες ἀναπετάννυνται, τῆς εἰς αὐτοὺς ἐπισκοπῆς γινομένης. Εἰκὸς δὲ οὕτως εἰρῆσθαι περὶ ὧν φησιν ὁ ∆αβίδ· "Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν." Τότε μὲν οὖν ἀνοιγήσονται πᾶσαι ἐπὶ τῆς τοῦ Κυρίου βασιλείας, ὅπως δι' αὐτῶν εἰσέρχωνται οἱ βασιλευόμενοι. Νυνὶ δὲ ἀνοιγομένων τί γίνεται; Σεισθήσεται, φησὶ, τὰ θεμέλια τῆς γῆς, καὶ ταραχθήσεται ἡ γῆ· τοὺς οἰκήσαντας ταύτην δηλῶν, ὡς ἀπὸ κακῶν μέθης σαλευομένους. Ἡ δὲ τοιαύτη γῆ τῶν ἀσεβῶν οὖσα ψυχὴ, ὡς ὀπωροφυλάκιον ἔσται. Τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐρημίαν ἐδήλου, ἐν οἷς ἐλέγετο· "Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται." Ταῦτα δὲ γέγονε, τοῖς οἰκοῦσι τὴν γῆν, ἐπείπερ κατίσχυσεν ἐπ' αὐτοὺς ἡ ἀνομία, διὸ ἐπὶ τέλει τοῦ λόγου φησί. Καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι. Ἅπαξ μὲν γὰρ πεσοῦσα κατὰ τὴν τοῦ θνητοῦ βίου τελευτὴν ἡ γῆ, σὰρξ οὖσα γεώδης, ἢ φιλοσώματος ψυχὴ, ἢ οἱ πάλαι