λόγος. ἐπειδὴ γὰρ τοῖς τῶν εἰδώλων τεμένεσιν ἀβουλότατα προσ- ιζήσαντες, καίτοι Θεοῦ καταπαίοντος ἐξ ὀργῆς, ἐζήτουν ἐκεῖ- θεν τὰς ἐπικουρίας, ἀπονέμει χρησίμως ὁ τῶν ὅλων Θεὸς 1.306 τοῖς ἰδίοις ἱερουργοῖς τὸ καθηγεῖσθαι λιτῆς, καὶ προεστάναι τληπαθῶς τῶν εἰς μετάγνωσιν σπουδασμάτων, ἵν' εἰδεῖεν οἱ πεπλημμεληκότες, ὡς εἰ μὴ Θεῷ μᾶλλον ἕλοιντο τὰ φίλα ζητεῖν, καὶ αὐτῷ προσάγοιεν τὰς λιτὰς, οὐκ ἂν διακρούσαιντο τὴν ὀργήν. χρῆναι δὴ οὖν ἔφη τοὺς ἱερατεύοντας, μονονουχὶ καὶ δανείζειν τοῖς ἄλλοις τοὺς ἐπὶ ταῖς λιταῖς πόνους, κόπετόν τε καὶ θρῆνον καὶ σάκκου περιβολὴν, δι' οὗ σημαίνεται τρυ- φῆς τε καὶ ἀναπαύλης ἀπόθεσις, σκληραγωγία τε καὶ πόνος, καὶ ζωῆς ἁγιοπρεποῦς ὀρθὴ καὶ ἀμώμητος ἐπιτήδευσις. εἶτα τοῦ πόνου τὴν αἰτίαν ἐναργῆ καθιστὰς, ἀπεσχηκέναι φησὶν ἐξ οἴκου Θεοῦ θυσίαν καὶ σπονδήν· δριμὺς ὁ λόγος· οὐ γὰρ ἐνηνέχθαι πρὸς τὸ μεῖον, ἤγουν ἠλαττῶσθαί φησι θυσίαν καὶ σπονδὴν, ἀπεσχηκέναι δὲ μᾶλλον, ὅπερ ἐστὶ παντελοῦς ἀνατροπῆς σημαντικόν. δεινὸν δὲ τὸ χρῆμα καὶ δυσαχθὲς ἀληθῶς τοῖς λαῶν προεστηκόσιν, εἰ κατὰ μηδένα τρόπον παρὰ τῶν ὑπεζευγμένων θεραπεύοιτο Θεός. 9Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας τοὺς κατοικοῦντας τὴν γῆν εἰς οἶκον Θεοῦ ἡμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐντενῶς, οἴμοι, οἴμοι, εἰς ἡμέραν.9 Τίνα δὴ τρόπον προσήκει ποιεῖσθαι τὸ πένθος αὐτοὺς, διατρανοῖ πάλιν, καὶ εἰσηγητὴς αὐτοῖς σοφὸς φαίνεται τῆς εἰς μετάγνωσιν ὁδοῦ, καὶ τὰ δι' ὧν ἂν γένοιτο πρᾷός τε καὶ εὐμενὴς ὁ τῶν ὅλων Θεὸς, καταδεικνύει σαφῶς. τοῦτο δὴ 1.307 ἦν, οἶμαι, καὶ ἀνακόψαι θέλοντος τὴν ὀργὴν, καὶ ἀφανίσαι τὸ λυποῦν, καὶ περιστεῖλαι τὸ βλάπτον, ἐπιδοῦναί τε πάλιν αὐτοῖς τὸ εὐημερεῖν, καὶ διαχεῖσθαι τοῖς ἀγαθοῖς. ἔφη τοίνυν ὅτι, ἁγιάσατε νηστείαν, τουτέστιν, ὡς ἐν ἀναθήματος ποιεῖσθε τάξει, καὶ ὡς ἐν θυσίας τρόπῳ τὴν πάναγνον ἀληθῶς καὶ ἀμώμητον νηστείαν. οὐ γὰρ δὴ προσήκει ταῖς μὲν ἀσιτίαις κατατήκεσθαι τὸ σαρκίον, δρᾶν δὲ δὴ αὐτοὺς νενηστευκότας τὰ ἐφ' οἷς ἂν εἰκότως παροτρύνοιτο Θεός. εἰ γὰρ μέλλοιμεν ἐν καιρῷ νηστείας τῶν ἰδίων οὐκ ἀποπαύεσθαι θελημάτων, ὑπονύττειν δὲ τοὺς ὑποχειρίους "Εἰς κρίσιν τε καὶ μάχας, "τύπτειν τε πυγμαῖς ταπεινὸν" κατὰ τὸ γεγραμμένον, οὔπω νενηστεύκαμεν ἁγίως τε καὶ καθαρῶς· πόνων δὲ ζημίας ὑπομενοῦμεν εἰκότως Θεοῦ διακεκραγότος "Οὐχὶ ταύτην τὴν "νηστείαν ἐγὼ ἐξελεξάμην λέγει Κύριος." δεῖ δὴ οὖν ἀποσχέσθαι φαυλότητος, ἕπεσθαί τε, καὶ μάλα νεανικῶς, τοῖς τοῦ νομοθέτου δόγμασιν, ἀπευθύνοντας τὴν καρδίαν πρὸς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων αὐτῷ, καὶ τὸν τῆς διανοίας ὑποφέροντας αὐχένα, ψάλλοντάς τε καὶ λέγοντας "Ἴδε τὴν "ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς "ἁμαρτίας μου·" καὶ μὴν πρὸς τῷδε κἀκεῖνο τὸ προφη- τικόν "Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς "ἡμῶν εἶ." παράστασις γὰρ ἥδε πνευματικὴ καὶ θυσία καθαρὰ καὶ ἀνδάνουσα τῷ Θεῷ "ὑπὲρ μόσχον νέον," ὑπὲρ ἀμνὸν ἐκ ποιμνίων, ὑπὲρ ἔριφον ἐξ αἰγῶν, ὑπὲρ σεμίδαλιν καὶ λιβανωτόν. πνευματικαῖς "γὰρ θυσίαις εὐαρεστεῖται "Θεός." ἁγιάζοντες δὲ τὴν νηστείαν, κηρύξωμεν θεραπείαν, τουτέστι, τὴν τῶν θείων θελημάτων ἐκπλήρωσιν, ᾗ δὴ καὶ 1.308 πρεπόντως παρέποιτο ἂν τὸ εὐθὺ, τὸ εὐάγωγον τοῦ τρόπου, τὸ πρὸς πᾶν ὁτιοῦν ἕτοιμον τῶν εἰς εὐσεβείας ἡκόντων λόγους· ἐπιτελέσομεν δὲ τῆς θεραπείας τοὺς τρόπους, συνει- λεγμένων ἐν ἐκκλησίαις τῶν ἐκ γερουσίας, συνδεδραμηκό- των δὲ καὶ ἁπάντων τῶν κατοικούντων τὴν γῆν, κλαόντων τε καὶ μάλα συντόνως εἰς ὅλην ἡμέραν, καὶ ἀραρότως δια- κειμένων, ὅτι πάντη τε καὶ πάντως ἐλεήσει Θεός· ἔστι γὰρ "Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς," "Ἐξαίρων "ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας καὶ οὐ συνέχων εἰς μαρ- "τύριον ὀργὴν αὐτοῦ, κατὰ τὸ γεγραμμένον, ὅτι θελητὴς "ἐλέους ἐστί." 9Ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου, καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπω- ρίας ἥξει. κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλο- θρεύθη, ἐξηράνθη καὶ ἐξ οἴκου Θεοῦ ἡμῶν εὐφροσύνη καὶ