βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
αὐτοῦ Ἄβελ, ὃ ἑρμηνεύεται πένθος· ἐπ' αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς. Εἰ δὲ Ἀδὰμ, ἔργον Θεοῦ καὶ ποίημα, πρόγνωσιν εἶχεν, πολλῷ μᾶλλον ὁ δημιουργήσας αὐτὸν Θεός· ὅτι γὰρ ὄντως προ γινώσκει ὁ Θεὸς, φησὶ πρὸς τὸν Ἀβραάμ· "Γι νώσκων γίνωσκε, ὅτι πάροικον ἔσται τὸ σπέρ μα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ ἔτη υʹ, τὸ δὲ ἔθνος, ᾧ ἐὰν ̣73b δουλεύσωσι, κρινῶ ἐγώ. Μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ 273 ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης, ταφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν." Τί δέ; οὐχὶ Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται τὰ ἁμαρτήματα τοῦ Ἰσραὴλ καὶ τὴν ἀπείθειαν αὐτοῦ (τὴν) πρὸς τὸν Χριστὸν καὶ εἰς τὰ ἔθνη πάντα διασπορὰν αὐτοῦ προεδήλω σαν; Εἰ δὲ Μωϋσῆς καὶ οἱ ἄλλοι προφῆται ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ μέλλοντα προεγίνωσκον, πῶς αὐτὸς ὁ ἐν αὐτοῖς λαλήσας Θεὸς οὐ προγινώσκει τὰ μέλλοντα; Ὥστε οὖν οἰκονομικῶς εἴρηται τὸ, "Ἐνεθυμήθη," τουτέστιν μετεμελήθη, καὶ τὸ, "Καταβὰς ὄψομαι," καὶ μέν γε καὶ τὸ, "Ἐπείραζε τὸν Ἀβραὰμ," καὶ, "Ὠσφράνθη," καὶ ὅσα τοιαῦτα, συγκα ταβατικῶς διὰ τὴν ἀσθένειαν ἡμῶν λέλεκται, ἐκεὶ ὅτι γε θυσιῶν οὐκ ὀρέγεται, διὰ τοῦ προφήτου ∆αυὶδ ὑπεμφαίνει λέγων· "Μὴ φάγομαι κρέατα ταύρων, ἢ αἷμα τράγων πίομαι;" Ὅθεν ὁ ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων γεννηθεὶς καὶ ἐπ' ἐσχάτων ἐκ τῆς Παρθένου διὰ τὴν ἡμετέραν σωτηρίαν τεχθεὶς ταῦτα καὶ τὰ τοιαῦτα ὥσπερ διερμηνεύων τοῖς. ἀγνοοῦσιν ὅτι ὁ Θεὸς καὶ Πατὴρ πάντων προγινώσκει, ἔλεγεν· "Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρῄζετε τούτων ἁπάντων, πρὶν αὐτὸν αἰτήσασθαι." Καὶ τοῖς νομίζουσιν ὅτι μὴ πάντα βλέπει, ἔφασκε· "Προσεύχεσθε ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατὴρ ὑμῶν ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει ἐν τῷ φανερῷ." Καὶ τοῖς οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι, ἐπέ 110.436 πληττε λέγων· "Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴ δατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;" "Καὶ τοῖς δοκοῦσιν αὐτὸν θυσιῶν ὀρέγεσθαι, διηγόρευσεν ὁ Θεός· Ἔλεον θέλω καὶ οὐ θυσίαν. Καὶ τοῖς ὑπολαμβάνουσι κακὸν αὐ τὸν εἶναι παραινῶν ἐβόα· 274 "Γίνεσθε οἰκτίρμο νες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος." ∆ιὰ δὲ τοὺς ἀπατωμένους καὶ ὑπολαμβάνοντας πολλοὺς θεοὺς ὑπάρχειν ἔφη· "Ἵνα γινώσκωσί σε τὸν μόνον ἀλη θινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· καί· "Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐ ρανοῦ καὶ τῆς γῆς." Καὶ μέντοι πρὸς τὸν ἐρωτή σαντα Γραμματέα· "Ποία ἐστὶ πρώτη πάντων ἐντολῶν;" ἀπεκρίθη· "Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν." ̣4 ̣ Ὁ δὲ Σίμων συνιδὼν, ὅτι Πέτρος αὐτὸν συνάγει (ἐν) ταῖς Γραφαῖς εἰς τὸν περὶ Θεοῦ λόγον ἐξετασμὸν γενέσθαι μὴ θελήσας, ἀνεχώρησε μετὰ πολλῆς αἰσχύνης καὶ ἥτ της· ἦν γὰρ ὁ ἐξάγιστος πολύπειρος μὲν ἐν ταῖς πνευματικαῖς διδασκαλίαις, καὶ γὰρ οὕτως ἦν ἐξησκημένος ἐν ταῖς μαγείαις καὶ μεθοδείας τοῦ Σατᾶν, ὡς οὐκ ἄλλος τις τῶν πρὸ αὐτοῦ, σχεδὸν ἐπὶ ταῖς διαβολικαῖς ἐπινοίαις καὶ κακουργίαις διαβεβοημένος"ἀνδριάντας γὰρ ἐποίει περι πατεῖν, (καὶ) εἰς πῦρ κυλιόμενος οὐκ ἐκαίετο, εἰς ἀέρα ἵπτατο, καὶ ἐκ λίθων ἄρτους ἐποίησε· δράκων ἐγίνετο, καὶ εἰς ἕτερα ζῶα μετεμορφοῦτο, διπρόσ ωπος ἐγίνετο, (καὶ) εἰς χρυσὸν μετεβάλετο, θύρας κεκλεισμένας καὶ μεμοχλευμένας ἤνοιγε (καὶ) σι δηρᾶ δεσμὰ διέλυεν· ἐν δείπνοις εἴδωλα παντοδα πῶν εἰδεῶν παρίστα· τὰ ἐν οἰκίᾳ σκεύη αὐτομά τως φέρεσθαι πρὸς ὑπηρεσίαν, τῶν φερόντων μὴ ὁρωμένων·" σκιὰς πολλὰς προηγεῖσθαι ̣74a αὐτοῦ παρεσκεύαζεν, ἅσπερ ψυχὰς τῶν τεθνεώτων ἔφα σκεν εἶναι. Πολλοὺς δὲ γόητα καὶ πλάνον αὐτὸν ἐλέγχειν πειρωμένους, διαλλάξας πρὸς ἑαυτὸν, ἔπειτα προφάσει εὐωχίας βοῦν θύσας καὶ ἑστιά σας αὐτοὺς, διαφόροις καὶ δυσιάτοις νόσοις καὶ δαίμοσιν ὑπέβαλεν· καὶ ἄλλα πλεῖστα εἰργάσατο, καθυπουργούντων αὐτῷ τῶν δαιμόνων. (Κἀντεῦ θεν οὐ μόνον ἑαυτὸν εἰς ἑτέρας μορφὰς ἀνθρώπων καὶ ἀλόγων, ὡς 275 ἔφην, μετεσχημάτιζεν, ἀλλὰ καὶ οὓς ἤθελεν οὕτως ἐποίει.) Καὶ γοῦν ποτε