126
τὴν γῆν οἰκοῦντες, τῆς καθολικῆς ἀναστάσεως τεύξονται, παραστῆναι τῷ δικαστῇ, καὶ τῶν πρὸς ἀξίαν τυχεῖν. Ἐπειδ' ἂν δὲ κριθέντες, τῆς ἀγαθῆς ἐλπίδος ἐκπέσωσι παραδοθέντες κολάσεσιν, ἐκπεσόντες τότε Θεοῦ, οὐκ ἔτι λοιπὸν ἀναστῆναι δυνήσονται. Περὶ δὲ τῆς γῆς αὐτάρκως εἰπὼν, τοῦτ' ἔστι τῶν οἰκητόρων τῆς γῆς, ἐπὶ τὸν οὐρανὸν μεταβαίνει καὶ τὰ οὐράνια, λέγων· Τῇ ἡμέρᾳ ἐκείνῃ, τῷ τῆς κρίσεως δηλονότι καιρῷ, ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, τὴν συντέλειαν δηλῶν τοῦ παντὸς, καθ' ἣν οὐρανὸς καὶ γῆ παρελεύσεται, ὡς ὁ Σωτήρ φησι· καὶ "Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται," καὶ τὰ ἐπὶ τούτοις. Κόσμον δὲ οὐρανοῦ, τοὺς φωστῆρας κατὰ τὸν Μωσέα καλεῖ λέγοντα· "Ἔπεχε μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσεις αὐτοῖς." Ταῦτα γὰρ καὶ ὁ προφήτης δηλῶν ἐπιφέρει· Καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος. Ἀνθ' οὗ Σύμμαχός φησι· Καὶ ἐντραπήσεται ἡ σελήνη, καὶ αἰσχυνθήσεται ὁ ἥλιος, καὶ οἱ λοιποὶ δὲ τὰ ὅμοια. Ἅπερ οἱ Ἑβδομήκοντα συνεκάλυψαν, ὡς Ἕλλησιν ἐκδιδόντες τὴν γραφὴν διὰ τὸ ἀπεμφαῖνον τῆς λέξεως. Τὴν οὖν χεῖρα τούτοις ἐπιφέρει Θεὸς συντέλειαν ἐργαζόμενος. Βασιλέας δὲ γῆς συγκλειομένους, νόει τοῦ αἰῶνος τούτου τοὺς ἄρχοντας. Ὡς καὶ Γαβριήλ φησιν ἐν τῷ 2205 ∆ανιήλ· Καὶ ἐξῆλθεν εἰς συνάντησίν μου ἄρχων βασιλείας Περσῶν, καὶ ἄρχων βασιλείας Μήδων. Ἀκόλουθον γὰρ ἦν Χριστοῦ λοιπὸν βασιλεύοντος ἐν αἰῶνι νέῳ, τοὺς ἐναντίους βασιλέας εἰς τόπον καταβληθῆναι τὸν πρέποντα. ∆ύο Σύμμαχός φησι· Καὶ ἀθροισθήσονται ἀθροισμὸν δεσμίου εἰς λάκκον, καὶ συγκλεισθήσονται εἰς συγκλεισμόν. Ἐνέπεσον γὰρ εἰς ὂν εἰργάσαντο λάκκον, μηκέτι τοῖς ὑπὸ Χριστοῦ βασιλευομένοις παρενοχλήσοντες. Σεσίγηται δὲ φασὶν, ὡς ἀπόῤῥητον, ὑπὸ τίνος ἡ ἐπισκοπὴ ἔσται αὐτῶν, ἢ κατὰ τοὺς λοιποὺς, ἐπισκεφθήσονται, Θεοῦ δηλονότι. Ἐντραπήσεσθαι δέ φησιν ἥλιόν τε καὶ σελήνην, δίκας διδόντων τῶν ὑπ' αὐγὰς αὐτῶν γεγονότων, ὡς οἱ ∆εσποτικῶν οἴκων μακρῷ χρόνῳ γεγονότες ἐπίτροποι, ἐπιστάντος τοῦ ∆εσπότου, τοὺς ὑπ' αὐτοῖς τελέσαντας κολαζομένους θεώμενοι, μὴ δυνηθέντες συνεισενέγκαι τι τούτοις εἰς ἀρετήν. Ἐφ' οἷς ἐπιφέρεται· Βασιλεύσει Κύριος ἐν τῷ ὄρει Σιών. Ἔπρεπε γὰρ τῷ περὶ συντελείας λόγῳ τὴν μέλλουσαν ἐπουράνιον Χριστοῦ βασιλείαν εἰπεῖν μετὰ τὴν τῶν ἐναντίων τυράννων καθαίρεσιν. Σιὼν δὲ καὶ Ἱερουσαλὴμ τὰς κατὰ Παῦλον τὸν μέγαν ἐπουρανίους φησὶν, ἐν αἷς καταξιωθήσονται τῆς αὐτοῦ θεότητος οἱ κυρίως πρεσβύτεροι. ΚΕΦΑΛ. ΚΕʹ. αηʹ. 9Κύριος ὁ Θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα βουλὴν ἀρχαίαν ἀληθεινήν. Γένοιτο, Κύριε, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. Τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ9, κ.τ.λ. Περὶ τῆς καθόλου κρίσεως τῶν ἀσεβῶν τε καὶ δικαίων εἰπὼν, ἧς τέλος ἦν ἡ Χριστοῦ βασιλεία, τὸν Θεὸν ἐπὶ τούτοις ἀνυμνεῖ καὶ δοξάζει. Πληροφορηθεὶς γὰρ περὶ τούτων παρὰ Θεοῦ, καὶ τὸν νοῦν οὐκ ἔχων ἄκαρπον φοιτώσης τῆς χάριτος ἐπ' αὐτὸν, ἀντιλαμβανόμενός τε τῶν παρὰ τοῦ Θεοῦ, καὶ τῶν ἰδίων τοῦ νοῦ κινημάτων, ἀποθαυμάζει τὸν εὐεργέτην Θεὸν, ὡς ἐπὶ θαυμασίᾳ τε καὶ ἀρχαίᾳ βουλῇ. Τὸ δὲ ταύτης ἀρχαῖον ἐδήλωσεν ὁ Χριστός· "∆εῦτε, λέγων, οἱ εὐλογημένοι τοῦ Πατρὸς, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." Καὶ ὁ θεῖος δὲ Παῦλος ἐντεῦθεν ὁρμώμενος γέγραφε· "Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν ἐν αὐτῷ." Κατὰ δὲ τοὺς λέγοντας ταῦτα περὶ τῆς ἐπιδημίας εἰρῆσθαι, τὸ ἀρχαῖον τῆς βουλῆς παρίστησι Συμεὼν εἰπών· "Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν." Καὶ Ζαχαρίας λέγων· "Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ ∆αβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν