ἤχθη, ἐς Γαλατίαν ἀπεδόθη, καὶ ἐσβὰς ἐς ναῦν ἀπέδρα ἐπὶ τὴν Πελοπόννησον. εἰ μὲν οὖν αὐτὸν ἔγνω βασιλεύς, ὡς εἴη καρδινάλιος Ἰσίδωρος, ἀνεῖλέ τε ἂν αὐτὸν καὶ οὐκ ἀνίει διαφυγεῖν· νῦν δὲ οἰόμενος αὐτὸν τεθνάναι οὐκ ἐποιεῖτο λόγον οὐδένα. τοῦ μέντοι βασιλέως Ἑλλήνων τὴν κεφαλὴν τῶν νεηλύδων τις μετὰ ταῦτα παρὰ βασιλέα ἐνεγκάμενος δῶρά τε ἔλαβε καὶ ἀρχῇ ἐδωρήθη. ὅτῳ δὲ τρόπῳ ἀποθάνοι, οὐδεὶς ᾔσθετο τῶν νεηλύδων φράσαι. κατὰ γὰρ τὴν πύλην σὺν πολλοῖς ἄλλοις αὐτοῦ ὡς ὁ τυχὼν ἐτελεύτησε, βασιλεύσας ἔτη τρία καὶ μῆνας τρεῖς. ἑάλωσαν δὲ καὶ Οὐενετῶν ἄνδρες ἐπιφανεῖς, οἳ αὐτοῦ τε παρῆσαν μετιόντες ἐμπορίαν, καὶ ἄλλοι συχνοί, οἳ σὺν ταῖς τριήρεσιν ἔτυχον ὁρμισάμενοι, κατέσχον δ' αὐτοὺς οἱ Ἕλληνες κατὰ τὸ ξυμμαχικόν, ὥστε ἀμῦναι σφίσιν ἐς τὴν παροῦσαν ἀνάγκην. καὶ ὁ μὲν πρύτανις τῶν Οὐενετῶν, ὡς ἤχθη ἐς βασιλέα, ἀπέθανεν, οἱ δ' ἄλλοι ἀπελύοντο μετὰ ταῦτα. ἐν ᾧ γὰρ ταῦτα ἐγένετο καὶ πάντες σχεδὸν ἐγένοντο τετραμμένοι ἐπὶ διαρπαγήν, καὶ οἱ τοῦ στόλου τοῦ βασιλέως, αἱ δὲ τῶν Οὐενετῶν τριήρεις λύσασαι ἐκομίζοντο διὰ τοῦ Ἑλλησπόντου, καὶ τριταῖαι ἀφικνοῦνται ἐς Εὔβοιαν κεναὶ ἀνθρώπων· τοὺς γὰρ 2.164 πλείους ἀποβιβάσαντες οἱ Ἕλληνες ἐτάξαντο ἐς τὴν τῆς πόλεως φυλακὴν πρὸς τὰς ἐπάλξεις, καὶ ἑάλωσαν, οἱ δὲ καὶ ἀπέθανον. αἱ μὲν οὖν τριήρεις ἀφικόμεναι ἀγγέλλουσί τε τὴν Βυζαντίου συμφοράν, καὶ πάντες οὐδὲ ᾔδεσαν, ποῦ τράπωνται γενόμενοι· αὐτίκα γὰρ ἥξειν ἐς αὐτοὺς τὸ δεινὸν ἐνόμιζον. καὶ αἱ νῆσοι αἱ ἐν τῷ Αἰγαίῳ σχεδόν τι ξύμπασαι ὥρμηντο ἐς φυγήν, καὶ οἱ ἡγεμόνες τῶν Ἑλλήνων καὶ οἱ περὶ Πελοπόννησον συμφορᾷ πεπληγμένοι ὥρμηντο ἐπὶ τὴν θάλασσαν. δι' ἃ δὴ ξυνέβη ὕστερον γενέσθαι τὴν ἀπόστασιν τῶν ἐνοικούντων αὐτὴν Ἀλβανῶν. Βασιλεὺς μὲν δή, ὡς ἑάλω Βυζάντιον, αὐτίκα ἐκέλευε Ζάγανον τὸν κηδεστὴν αὐτοῦ τριήρεις πληρώσαντα ἰέναι τε ἐπὶ τὴν καταντικρὺ Βυζαντίου Γαλατίην πόλιν, καὶ διακωλύειν μὴ πλέειν ἐπὶ τὰς ναῦς, παραγγέλλειν τε τοῖς ἐν τῇ πόλει ἱδρῦσθαί τε ἕκαστον ἐν τῇ χώρᾳ καὶ μηδενὶ ἐπιτρέπειν ἐσβαίνειν ἐς τὰς ναῦς. ὁ γὰρ τῆς πόλεως ταύτης προεστώς, ὡς ᾔσθετο τὸ Βυζάντιον ἑαλωκέναι ὑπὸ βασιλέως, περιδεὴς γενόμενος, μὴ καὶ ἐς σφᾶς ὁρμώμενος ἐξανδραποδίσαιτο τὴν πόλιν, οἷα καὶ Βυζάντιον ἔδρασε, λαβὼν τὰς τῆς πόλεως κλεῖς καὶ ἀφικόμενος ἐς βασιλέα παρεδίδου τὴν πόλιν, ὡς αὐτῷ τε ἐπιτρέπουσι σφᾶς, ἀξιοῦντες πείθεσθαι τοῦ λοιποῦ αὐτῷ ὅ τι ἂν κελεύοι. τότε μὲν οὖν τὸν Ζάγανον ἔπεμπε παραληψόμενόν τε τὴν πόλιν καὶ μηδενὶ ἐπιτρέψοντα ἐσβαίνειν ἐς τὰς ναῦς. οἱ μὲν οὖν Γαλατιανοί, ὡς εἶδον τὰς τριήρεις ἐπὶ τὴν πόλιν σφῶν ὡρμημένας, ἐνταῦθα δὴ ἅπαντες πασσυδὶ ὥρμηντο ἐπὶ τὰς ναῦς· οἱ δὲ Τοῦρκοι ἐπεῖχον αὐτούς, καί τινας αὐτῶν διεχρήσαντο δεδιττόμενοι. ἐπεὶ δὲ 2.165 ἀφίκετο Ζάγανος, εἰσιὼν ἐς τὴν πόλιν καθίστα τε τὰ ἐν τῇ πόλει, καὶ ἄρχοντα ἐπέστησε τοῦ βασιλέως, ὥστε μιᾷ ἡμέρᾳ δυοῖν πόλεων κύριος γενόμενος τὴν μὲν ἠνδραποδίσατο, τὴν δ' αὖ παραλαβὼν τὰ κατὰ τὴν ἤπειρον τείχη καθαιρεῖν τοὺς ἐνοικοῦντας προσέταξεν. ἐποίει δὲ τοῦτο, ὡς ἂν μὴ νεῶν ἀπὸ Ἰταλίας ἀφικνουμένων ἀπόστασίν τε βουλεύοιντο, καθῃρημένων τῶν τειχῶν τῆς ἠπείρου, καὶ τῷ βασιλεῖ ἐσαῦθις ἢν ἐπίῃ πόλεμος, κατάσχῃ ἐσιὼν ἐς τὴν πόλιν. Ἑλλήνων μὲν οὖν ὅσοι μὴ ἀπώλοντο, τούτους ἀπαγαγόντες ἐς τὴν Γαλατίην, τοὺς ἐπιφανεῖς μάλιστα αὐτῶν. καὶ ἄλλοι μὲν οὕτως ἐλευθεροῦντο· Νοταρᾶν δὲ τὸν βασιλέως Ἑλλήνων πρύτανιν αὐτός τε ὁ βασιλεὺς ἐξωνησάμενος καὶ γυναῖκα καὶ παῖδας, καὶ χρηματίσας αὐτῷ, ἅττα ἠβούλετο συνιέναι τῶν ἑαυτοῦ, καὶ τὰ τῆς Ἰταλίας ὅσα ᾔδει προσδόκιμα, ἐτίμα τε καὶ συνεγένετο χρόνον τινά. καὶ Ἑλλήνων ὅσοι ἠλευθέρωντο, συνελέγοντο αὖθις ἐς τὴν Βυζαντίου πόλιν, τούς τε προσήκοντας αὐτῶν ἐλευθεροῦντες καὶ ἐπιτηδείους. καὶ οὐ πολλῷ ὕστερον ὑπὸ βασιλέως ἀπώλοντο. ἐγένετο δὲ ὧδε. ὡς ἀνηνέχθη ἐς βασιλέα παῖδα εἶναι τοῦ Νοταρᾶ νήπιον δωδεκαετῆ, ἔπεμψε τῶν οἰνοχόων αὐτοῦ ἕνα, αἰτούμενος τὸν παῖδα. ὁ δὲ ὡς ἐπύθετο τὰ παρὰ τοῦ οἰνοχόου, χαλεπῶς τε ἔφερε καὶ ἐποιεῖτο δεινόν, λέγων "ὦ οἰνοχόε,