127
ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ." Ἀρχαία μὲν οὖν διὰ τοῦτο· ἀληθινὴ δὲ, διότι καὶ πρὸ ἑσπέ 2208 ρας ἐκβήσεται, ἐπειδ' ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· ὅτ' ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Τότε γὰρ πάσης κακίας ἐκ ποδῶν ἀρθείσης, καὶ τοῦ ἐσχάτου ἐχθροῦ τοῦ θανάτου καταργηθέντος, ὁ μὲν Θεὸς ἔσται πάντα ἐν πᾶσιν· ὁ δὲ Σωτὴρ ἡμῶν τοῦ νέου βασιλεύων αἰῶνος ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται, συμβασιλευόντων ἐν ζωῇ τῶν ἁγίων αὐτῷ. Τὸ δὲ τῶν ἀγαθῶν τέλος ἰδεῖν ᾖ τάχος ἐπιθυμῶν, ἐπεύχεται· Γένοιτο, Κύριε. Ἤγουν ἐπειδὴ περὶ τῶν μήπω γεγονότων τὸ, ἐποίησας, ἔλεγε, δεικνὺς ὡς ἔσται πάντως, εἰ καὶ μὴ γέγονε, προσέθηκε τό· Γένοιτο, Κύριε. Ἀλλ' ἐπεύχεται μὲν περὶ τῶν τευξομένων μακαριότητος. Περὶ δὲ τῶν ἐν τῷ θνητῷ βίῳ πρὸ παρεληλυθότων ἐπιλέγει τὸ, ἔθηκας ἐν τῷ θνητῷ πόλεις εἰς χῶμα, δοξάζων αὐτὸν καὶ ἐφ' οἷς τὰς ἀσεβεῖς τῶν ἀθέων πολιτείας κατέλυσεν, ἀσεβῆ τε τούτων οἰκοδομήματα τάχα πόλεις, καὶ τὰς ἀντικειμένας δυνάμεις δηλῶν. Ἃς διὰ τὴν ἰσχὺν, τεῖχος καὶ πόλιν καλεῖν ἔθος, ὡς ἐλέγετο πρότερον, ἃς καθελὼν ὁ Χριστὸς ἀναστῆναι πάλιν οὐ συγχωρήσειεν. Οἵγε μὴν αὐτῶν διαφυγόντες τὰς χεῖρας, ἥγουν ἐκ τῶν ἀσεβούντων ἀνθρώπων οἱ σεσωσμένοι, εὐλογήσουσίν σε, ἢ δοξάσουσι κατὰ τοὺς λοιπούς. Εἰσὶ δὲ οὗτοι λαὸς ὁ διὰ σὲ πτωχεύσας κατὰ τὸν πρότερον αἰῶνα, καὶ ὃν οἱ διῶκται τῆς θεοσεβείας ἠδίκησαν. Ἤγουν οἱ πάλαι πτωχοὶ πάσης ἀρετῆς, τῶν παρὰ σοῦ χαρισμάτων, ὧν Ἰσραὴλ μόνος ἀπέλαυεν· γυμνοί τε τῆς ἄνωθεν σκέπης γενόμενοι. Τούτων γὰρ πάντων εἰς τοὐναντίον αὐτοῖς μεταστάντων, χαριστηρίους εἰκότως ᾠδὰς ἀναπέμπουσιν. Καὶ ὅτε γὰρ ἦσαν ταπεινοὶ καὶ ἐν ἀθυμίᾳ, τρυφῆς τε πάσης ἐνδείᾳ τῶν φαύλων ἐν μέσῳ στρεφόμενοι, σὺ τούτων ἦσθα, ∆έσποτα, βοηθός τε καὶ σκέπη. Ἀλλὰ καὶ κατ' ἐκεῖνο διψῶσι καιροῦ, ὡς λέγειν· "Ἐδίψησέν σοι ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα," σὺ πάλιν ἦσθα πηγὴ, ποτίζων αὐτοὺς ἐπιῤῥοῇ τῇ τοῦ πνεύματος, τῆς ὀλιγοψυχίας αὐτοὺς ἀνακτώμενος, ἐνισχύων αὐτοὺς τῇ τοῦ μονογενοῦς σου Λόγου δυνάμει. Ὡς ἂν δὲ μὴ περὶ αὐτῶν εἰρῆσθαι ταῦτα παῖδες Ἰουδαίων νομίσωσι, τὴν εἰς πάντα τὰ ἔθνη χυθεῖσαν χάριν παρίστησι· Καὶ ποιήσει, λέγων, Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. Τί δὲ ποιήσει; Κατὰ μὲν τοὺς λοιποὺς ἑρμηνευτὰς, ποτὸν ἑξῆς εἴρηται· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, πίονται εὐφροσύνην, πίονται οἶνον. Οὐκ ἄρα τῷ Ἰουδαίων λαῷ τὸ συμπόσιον, πᾶσι δὲ τοῖς ἔθνεσι λέγει παρασκευάσειν τὸν Κύριον. Οὐκ ἐν φάραγξιν, οὐδ' ἐν πεδίοις, οὐδ' ἐν πολλοῖς ὄρεσιν, οὐδ' ὡς ἔτυχεν ἐπί τινος ὄρους, ἀλλ' ἐπ' ἐκεῖνο περὶ οὗπερ ἔφησε δεικτικῶς, ἐπὶ τὸ ὅρος τοῦτο. Ποῖον. ἢ τὸ δηλωθὲν 2209 ἐν τῷ Βασιλεύσει, Κύριος ἐν ὄρει Σιών; Ἐκεῖ τοῖς ἔθνεσι τὸ συμπόσιον, καὶ τὸ τῆς ἀθανασίας ποτὸν, περὶ οὖ φησιν ὁ Παῦλος· "Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ." Ἐν οἷς οἱ ἀπὸ τῶν ἐθνῶν καταξιούμενοι τῶν ἐπαγγελιῶν, πίονται εὐφροσύνην, καὶ πίονται τῆς ἀληθινῆς οἶνον ἀμπέλου. Περὶ οὗ ὁ Σωτὴρ ἔλεγεν· Οὐ μὴ πίω αὐτὸ, ἕως ἂν πίω αὐτὸ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλὰ καὶ χρίσονται μῦρον, οὐκέτι τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ληψόμενοι, ἀλλ' αὐτοῦ τοῦ πληρώματος τῆς θεότητος μεθέξοντες τοῦ Υἱοῦ τοῦ Θεοῦ. Οὐκ ἐκ μέρους ἔτι γινώσκοντες, καὶ ἐκ μέρους προφητεύοντες, ἀλλ' ἐκ τοῦ τελείου μέτοχοι γενόμενοι τοῦ Χριστοῦ ὡς καὶ αὐτοὺς ἀποφανθῆναι χριστοὺς, Θεοῦ τε υἱοὺς, καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους Χριστοῦ. Κατὰ δὲ τοὺς περὶ τῆς ἐπιδημίας εἰρῆσθαι λέγοντας, ὄρος μὲν ἡ Ἐκκλησία οὖσα σκοπευτήριον, καὶ ὅρασις εἰρήνης, διὰ τὸ τῶν δογμάτων ὑψηλὸν καὶ τῶν ψυχῶν τὸ ἀτάραχον· οἶνος δὲ καὶ μῦρον, σαφῶς τὸ μυστικὸν χρίσμα, καὶ τὸ σωτήριον αἷμα παρέστησεν. Γράφει γὰρ καὶ ὁ μακάριος Ἰωάννης· "Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου." Τούτῳ γὰρ οἱ βαπτιζόμενοι χρίονται, σύμβολον τοῦ μεταλαχεῖν τοῦ θείου Πνεύματος τὸ χρίσμα ποιούμενοι. Ἀλλ' ἐπεὶ τούτων ἀνάξιος Ἰσραήλ· Παράδος αὐτὰ, φησὶ, τοῖς ἔθνεσιν,