ταῦτα οὐκ ἀνασχετά ἐστι, βασιλέα ἀφαιρεῖσθαι τοὺς παῖδας ἡμῶν, οὐδὲν ἔχων, ὅ τι ἂν ἡμῖν ἐν τῷ παρόντι ἐπιμέμψασθαι, ἐπεί τε συνέγνω ἡμῖν τὴν ἁμαρτίαν ἐξωνησάμενος. εἰ δὲ ταῦτα οὕτω ἡμᾶς ποιοίη, τί οὐ κελεύει ἠμᾶς αὐτοὺς κακίστῳ ὀλέθρῳ παραδοῦναι;" ταῦτά τε ἔλεγε, καὶ οὐκ ἔφη ἑκὼν εἶναί ποτε τὸν 2.166 παῖδα ἀναίτιος ὢν ἐκδώσειν. ἐπιπλήττοντι δὲ τῷ οἰνοχόῳ καὶ παραινοῦντι μήτε λέγειν μήτε ποιεῖν οὕτω ἐς βασιλέα, ὡς αὐτίκα ἀπολούμενον, οὐκ ἔπειθεν. ἐπεὶ δὲ ὑποστρέφων ἀπήγγειλε τῷ βασιλεῖ τὰ παρὰ τῶν Ἑλλήνων, αὐτίκα ἐκέλευσεν αὐτόν τε ἅμα καὶ τοὺς παῖδας, καὶ ὅσοι αὐτῷ συμπαρῆσαν, ἀπαγαγόντα κατασφάξαι. οἱ μὲν οὖν ὡς ἀφίκοντο ἐς αὐτὸν οἱ ἐπὶ τοῦτο ταχθέντες, ἐδεῖτο αὐτῶν τοὺς παῖδας ἐναντίον αὐτοῦ ἀνελεῖν τὰ πρῶτα, μετὰ δὲ ταῦτα ἑαυτὸν καταχρήσασθαι. καὶ οἱ μὲν παῖδες αὐτοῦ καταδείσαντες τὸν θάνατον ἐδέοντο τοῦ πατρός, καὶ ὅσα ἐνῆν σφίσι χρήματα ἐν τῇ Ἰταλίᾳ, παραδόντας περιποιῆσαι σφᾶς, ὥστε μὴ ἀποθανεῖν. ὁ δὲ οὐκ εἴα, ἀλλ' ἐκέλευε θαρροῦντας ἰέναι ἐπὶ τὸν θάνατον. καὶ τούτους μὲν πρῶτα ἀνεῖλον, μετὰ δὲ ἑαυτὸν παρείχετο διαχρήσασθαι. ὡς δὲ τοῦτόν τε καὶ τοὺς περὶ αὐτὸν ἀνεῖλεν ὁ βασιλεύς, αὐτίκα ἐκέλευσε καὶ τῶν Ἑλλήνων τοὺς ἄλλους, ὅσοι παρῆσαν ἐν Βυζαντίῳ ἐλευθερωμένοι, ἀπαγαγόντες καὶ τούτους ἀπέσφαξαν. καὶ οὕτω μὲν οὗτοι ἐν οὐδενὶ λόγῳ ἀπώλοντο· βασιλεὺς δὲ ἐπὶ τοῦτον τὸν φόνον ἐλάσας, ἐνάγοντος τῶν Ἑλλήνων τῶν ἐπιδήμων ἑνός, οὗ τὴν θυγατέρα βασιλεὺς συγγενόμενος ἤρα τε ἐπιμαινόμενος τῇ γυναικί, τούς τε προσήκοντας αὐτῇ ἐφιλοφρονεῖτο, ὑπὸ ἔρωτος ὡς μάλιστα φερόμενος. καὶ τούτῳ φασὶ πειθόμενον διαχρήσασθαι τοὺς Ἕλληνας. Περὶ μὲν τοὺς τοῦ Βυζαντίου Ἕλληνας τοσαῦτα ἐγένετο· δοκεῖ δὲ ἡ ξυμφορὰ αὕτη μεγίστη τῶν κατὰ τὴν οἰκουμένην γενομένων ὑπερβαλέσθαι τῷ πάθει, καὶ τῇ τῶν Ἰλίου παρα 2.167 πλησίαν γεγονέναι, δίκην γενέσθαι τοῦ Ἰλίου ὑπὸ τῶν βαρβάρων τοῖς Ἕλλησι πασσυδὶ ἀπολουμένοις, καὶ οὕτω τοὺς Ῥωμαίους οἴεσθαι ξυμβῆναι, τὴν τίσιν ἀφῖχθαι τοῖς Ἕλλησι τῆς πάλαι ποτὲ γενομένης Ἰλίου ξυμφορᾶς. Ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐγένετο· Χαλίλην δὲ ἐνταῦθα τὸν Μπραΐμεω παῖδα, τὸν τοῦ οἴκου αὐτῷ ἡγεμόνα, συλλαμβάνει, βουληθεὶς μὲν καὶ πρότερον ἀπολέσαι αὐτόν, καταστάντων δὲ οὐκέτι αὐτῷ [ἔτι] τῶν πραγμάτων βεβαίως δεδοικὼς οὐκ ἐποιεῖτο τὴν σύλληψιν. καὶ αὐτὸν μὲν ἐν πέδαις ἔχων ἀπέπεμψεν ἐπὶ ἁμάξης ἐπὶ Ἀδριανούπολιν καθεῖρξαι, καὶ οὐ πολλῷ ὕστερον τήν τε οὐσίαν ἀφείλετο, χρυσόν τε καὶ ἄργυρον, ὅσος ἐνῆν αὐτῷ, ἰσχυρότατα δὲ χρημάτων κτῆσιν ποιησάμενον τοῦτον τὸν ἄνδρα, καὶ μέγα ὄλβιον ἐν τῷ τῶν βασιλέων τῶνδε οἴκῳ συμπάντων γενομένων. ταῦτα δὲ ἐγένετο ἐπικρατοῦντος τότε καὶ τὸ κράτος ἔχοντος παρὰ βασιλεῖ Ζαγάνου τοῦ κηδεστοῦ βασιλέως, οὗ τὴν θυγατέρα ἐγγυημένην Μαχουμέτῃ τῷ Μιχαήλου παιδί, ὡς ὀψόμενος ᾔει παρ' αὐτὸν ἅμα τῷ βασιλεῖ, καὶ ἐρασθεὶς ὡς ἐθεάσατο τὴν γυναῖκα, ἠγάγετο μὲν αὐτὸς ταύτην, τὴν δὲ ἑτέραν ἐγγυήσατο αὐτῷ Μαχουμέτῃ ὁ Ζάγανος. τὸν μὲν οὖν Χαλίλην εὐθὺς τότε κατεχρήσατο, καὶ τοὺς θεράποντας αὐτοῦ Ἰαγούπην καὶ Μεχμέτην, καὶ συλλαβὼν τὰ χρήματα ἀφείλετο ὑπὲρ τὰς ιβʹ μυριάδας χρυσοῦ. ἐνταῦθα μὲν ὥρμηντο τῶν θεραπόντων αὐτοῦ οἱ πλεῖστοι μελανοφορεῖν καὶ τῶν ἐπιτηδείων, ἅτε ἀνδρὸς ἀρίστου γενομένου. 2.168 καὶ ὡς τοῦτο ἀνήχθη ἐς βασιλέα, κήρυγμα ἐποιεῖτο, ὃς ἂν ἐσθῆτα μέλαιναν φοροίη, ἐς τὴν ὑστεραίαν παρεῖναι ἐς τὰς βασιλέως θύρας. καὶ οὐδεὶς ἐφάνη οὕτως ἔχων ἀνὰ τὴν πόλιν. ἀνεδήλου μὲν τῷ ἀνδρὶ τῷδε καὶ πρότερον βασιλεύς, ὡς ἄχθοιτο μὲν αὐτῷ ἐπιεικῶς πάνυ δυσμενεῖ περὶ ἑαυτόν, καὶ ἡ φήμη οὕτως εἶχε, θειοτέρα οὖσα ὡς τὰ πολλά. καί ποτε ἀλώπεκος δεδεμένης ἐν ταῖς βασιλέως θύραις αὐτὸς βασιλεὺς ἤρετο "ὦ ταλαίπωρε, τί οὐ χρήμασι διεπράξω παρὰ Χαλίλῃ τῷ ἡμετέρῳ πρυτάνει διαφυγεῖν, ἀλλ' οὕτω κακῶς πράττεις;" ἔθραξε μέντοι καὶ αὐτὸν Χαλίλην ἡ φήμη, καὶ ὥρμητο ὡς εἰς τὸν Μεχμέτεω τάφον πορείαν ἔκδημον ποιησόμενος. ὥστε ἀνεῖναι τοῦ θυμοῦ τὸν βασιλέα ἐς αὐτόν. ἀλλ' ἐξηπάτει