128
ὥσπερ τις παρακαταθήκην ἐν μυστηρίῳ παραδίδωσι. ∆ιὸ καὶ θαυμαστὰ, καὶ βουλὴν ἀρχαίαν ἔλεγεν ὁ προφήτης αὐτά. Οὐ γὰρ ὥσπερ ὁ πάλαι νόμος δι' ἀγγέλων λαληθεὶς ἐδόθη μόνῳ τῷ Ἰσραὴλ, ἀλλὰ Χριστὸς τῶν ἐθνῶν ἡ προσδοκία· κατὰ τό· "Καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν." Τὸ δὲ αὐτὸ, φησὶν, ἦθος ὁ προφήτης ἐφύλαξεν· ὡς γὰρ παραμυθούμενος τοὺς ἐξ Ἰσραὴλ, καὶ τῶν ἄλλων ἐθνῶν ἔλεγε τὴν ἀπώλειαν διικνουμένων, διὰ πάντων τοῦ Θεοῦ δεικνύων τὴν πρόνοιαν. Ὠλιγώρουν γὰρ οἱ ἐξ Ἰσραὴλ, συνεχέσιν ἐλέγχοις καὶ παιδείαις ὁρῶντες αὐτοῖς ἐπικείμενον τὸν Θεὸν, οὐ φιλανθρωπίας Θεοῦ ταῦτα δοκοῦντες τεκμήρια, τῆς δὲ ἰδίας ἀπωλείας ἐνθήκην ἐν ἐλευθερίᾳ διάγειν τὰ ἔθνη νομίζοντες, ὡς ἂν μὴ ὄντα ὑπὸ Θεόν. Μηδὲ γὰρ δίκην αὐτοὺς ἐφ' οἷς ἐπλημμέλουν εἰσπράττεσθαι. Οὔτω καὶ νῦν διὰ τῶν χρηστοτέρων τὴν εἰς ἅπαντας κηδεμονίαν ἐδήλωσεν. Οὐ γὰρ τοῖς ἔθνεσι ταῦτα περινοστῶν ὁ προφήτης ἀπήγγελλεν· ἀλλὰ τοὺς Ἰουδαίους ἐπαίδευε τὰ μετὰ πλείστους γενησόμενα χρόνους, πιστούμενος αὐτὰ διὰ τῶν ὅσον οὔπω γενησομένων ὑπ' Ἀσσυρίων. Πῶς δὲ τεύξεται τούτων τὰ ἐξ ἀρχῆς ἀσεβοῦντα, παρίστησιν ἔθνη διὰ Χριστοῦ φυγόντα τῆς εἰδωλολατρείας τὸν θάνατον, ἐφ' ᾧ ἂν αὐτά τις ἐδάκρυσεν ὄνειδος ἔχοντα τὴν ἀσέβειαν. Ἦν δὲ τὸ δάκρυον τῶν διὰ φιλανθρωπίαν τὴν τῶν τοσούτων ψυχῶν ἀποκλαιομένων ἀπώλειαν ὑπὸ τοῦ διαβόλου γεγενημένην, ὃς 2212 καὶ θάνατος εἴρηται. Ὅσον μὲν οὖν ἧκεν εἰς τοὺς ἀνθρώπους, ἀπώλοντο· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία τὸν ὀνειδισμὸν αὐτῶν τῆς ἐφυβρίστου δουλείας τοῦ διαβόλου ἀφείλετο. Εἴποις δ' ἂν, καὶ ὡς ἐπὶ καιροῦ πάνυ, τῇ τοῦ μυστηρίου παραδόσει καὶ ὁ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν συνεισκεκόμισται λόγος. ∆ιὸ καὶ σαρκὸς ἀνάστασιν ἐν τῷ τοῦ βαπτίσματος ὁμολογοῦμεν καιρῷ, καὶ ὡς διὰ τοῦ Ἀδὰμ καταδραμὼν τοῦ γένους τῶν ἀνθρώπων ὁ θάνατος, θρήνων ἡμῖν ὑποθέσεις καὶ δακρύων παρέσχετο. Τούτου δὲ φυγὴν ἡ τριήμερος παρέσχε τοῦ Σωτῆρος ἀνάστασις πρωτοτόκου γεγονότος ἐκ τῶν νεκρῶν καὶ ἀπαρχῆς τῶν κεκοιμημένων. Ἕψεται δὲ τῇ ἀπαρχῇ καὶ πρώτῳ τὰ μετὰ ταῦτα, τοῦτ' ἔστιν ἡμεῖς, οὓς διαῤῥήξας τὸν σάκκον περιέζωσεν εὐφροσύνην, ὡς ἐπεμβαίνειν τῷ θανάτῳ. "Ποῦ ἡ νίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη; Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία." Πᾶν οὖν ἡμῶν ἀφῄρηται δάκρυον, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως οὐ λυπουμένων ἀμέτρως, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὄνειδος δέ φησι τοῦ λαοῦ τὸν θάνατον, ὡς ἐκ τῆς ἡμῶν παραβάσεως ἐσχηκότα τὴν γένεσιν· ἢ καὶ τὴν ἁμαρτίαν, δι' ἧς ἐκβέβηκεν ἡ φθορά. Ἀλλ' ἐπεὶ πολλοῖς ἄπιστον τῆς ἀναστάσεως τὸ μυστήριον, ὄντως ὑπάρχον παράδοξον, φησὶν, ὅτι Τὸ στόμα Κυρίου ἐλάλησεν. Ἤγουν ἐπειδὴ λίαν ἦν ἄπιστον, ἐκ τῶν ἐθνῶν ἀπολεῖσθαι τὴν πλάνην, εἰκότως τοῦτο προσέθηκεν. Εἰ δὲ τῆς εἰδωλολατρείας ἔτι σώζεται λείψανον, θαυμαστὸν οὐδέν. Ἔδει γὰρ δείκνυσθαι τίνων ἡμᾶς ὁ Λυτρωτὴς ἠλευθέρωσε πάλαι τῶν ἀνθρώπων θυσίαν τὰ τέκνα προσαγόντων τοῖς δαίμοσι. Καὶ τὸ ἐφ' ἡμῖν δὲ οὕτως ἐκ τῆς αὐτεξουσίου γνώμης ἐδείκνυτο. Τὸ δὲ ἐπὶ τὸ ὄρος, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς διάνοιαν ἑτέραν παρίστησι. Σαφῶς γὰρ οὕτως ἐξέδωκε Σύμμαχος· Καταποντιεῖ ἐν τῷ ὄρει τούτῳ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάζοντος πάντων τῶν ἐθνῶν, καὶ ἡ χρῆσις ἡ κεκριμένη κατὰ πάντων τῶν ἐθνῶν, καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος. Καὶ ἐξαλείψει Κύριος ὁ Θεὸς ἀπὸ προσώπου πᾶν δάκρυον καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ περιελεῖ ἀπὸ πάσης τῆς γῆς, ὅτι Κύριος ἐλάλησεν. Οἷς Ἀκύλας καὶ Θεοδοτίων συμφώνως ἐξέδωκαν, δηλοῦντες ὡς ὅτ' ἂν τὸ συμπόσιον ἐν ὄρει τῷ προειρημένῳ ποιήσει τοῖς ἔθνεσι Κύριος, μετασχεῖν ἀξιώσας τῶν ἀῤῥήτων αὐτοῦ μυστηρίων, τὸ τηνικαῦτα τοῦ ἐξουσιαστοῦ τὸ πρόσωπον καταποντίσας, ἀφανὲς γενέσθαι ποιήσειεν τοῦ ἐξουσιάσαντος πάντων τῶν ἐθνῶν, τοῦτ' ἔστι τοῦ θανάτου νῦν μὲν ἐξουσιαστοῦ ῥηθέντος, παρὰ δὲ τῷ Ἀποστόλῳ βασιλέως, ἐβασίλευσε λέγοντος ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως. Ἐπεὶ τοίνυν ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, εἰκότως