129
ταῦτά φησιν. Ἀντὶ δὲ τοῦ 2213 προσώπου τοῦ ἐξουσιαστοῦ, τὸ πρόσωπον τῆς σκοτίας Σύμμαχός τε καὶ Θεοδοτίων ἐξέδωκαν, οὕτω δηλοῦντες τὸ ἀφεγγές τε καὶ σκότους πλῆρες τοῦ θανάτου χωρίον. Τότε τοίνυν, ὅτεπερ οἱ ἅγιοι συμβασιλεύσωσι τῷ Χριστῷ, ὁ πάντας καταπίνων καταποθήσεται θάνατος. Τὸ δὲ αἴτιον ἡ χρίσις, δι' ἣν οὐκ ἔτι θανάτῳ δουλεύσουσιν. Ἅπερ ὠφελημένος ὁ θεῖος Ἀπόστολος ἔφασκε· "∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν," καὶ τὰ ἐπ' αὐτοῖς. Ὅτε καὶ πᾶν ὄνειδος ἀφαιρεθήσεται. Ὄνειδος γὰρ ἦν τοῖς κατ' εἰκόνα Θεοῦ πεποιημένοις ἀνθρώποις, τὸ ἐκπεσεῖν τῆς αἰωνίου ζωῆς. θʹιβʹ. 9Καὶ ἐροῦσι τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἐφ' ὃν ἠλπίζομεν. Καὶ ἠγαλλιώμεθα, ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαισ9, κ.τ.λ. Καταποθέντος τοῦ θανάτου κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως, οἱ τοῦ νέου αἰῶνος υἱοὶ χαριστήριον ᾄσουσιν ᾠδὴν τὸν ἑαυτῶν Σωτῆρα θεώμενοι λέγοντες· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ' ᾧ ἠλπίζομεν, τὸν πρὶν ἐλπισθέντα νῦν ὁρῶντες ἡδόμεθα, τὰ ἐπιόντα λυπηρὰ δι' αὐτὸν καρτερήσαντες. Ἀνθ' ὧν ἐν τῷ τῆς βασιλείας ὄρει, τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσουσι. Ἡ δὲ Μωαβῖτις, κατὰ δὲ τὴν Ἑβραΐδα Μωὰβ, τῆς ἀσεβείας ὑφέξει τὴν δίκην. Ἀντὶ δὲ τοῦ ἀλοηθήσεται, Σύμμαχος ἐξέδωκεν ἁλοήσομεν. Τίνες δὲ οἱ ἁλοῶντες, ἑξῆς ἐπιφέρει λέγων· Καὶ πατήσουσιν αὐτὸν πόδες πραέων καὶ ταπεινῶν βήματα. Νόει δὲ Μωὰβ, τὸν παρὰ Μωαβίταις τιμώμενον δαίμονα κατὰ Θεοῦ μὲν ἐπαρθέντα, συντρίψαντα δὲ τοὺς ὑφ' ἑαυτῷ, καὶ αὐτὸν δὲ τὸν Ἰσραὴλ τῷ Βεελφεγὼρ τελεσθῆναι ποιήσαντα· καὶ ἐν τῇδε περὶ Μωὰβ ἔλεγεν ὁράσει, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Περὶ οὗ καὶ ὁ Ἱερεμίας φησί· "Καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ." Καὶ πάλιν· "Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμώς." Οἷος δὲ ἦν, δηλοῖ λέγων· "Ἐγγὺς ἡμέρα Μωὰβ, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα." Καὶ πάλιν· "Ἴδετε πῶς συνετρίβη βακτηρία εὐκλεής." Καὶ πάλιν· "Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη, φησὶ Κύριος. ∆ήσατε αὐτὸν, ὅτι ἐπὶ Κύριον ἐμεγάλυνεν." Καὶ πάλιν· "Καὶ ἔσται εἰς γέλωτα καὶ αὐτὸς, ἐπειδὴ εἰς γελοιασμὸν ἦν σοι Ἰσραήλ." Καὶ ἑξῆς· "Ἤκουσα, φησὶν, ὕβριν Μωὰβ, ὕβρισεν σφόδρα τὸ ὕψος καὶ ὑπερηφανία." Ἐπειδὴ οὖν φοβερὸς Ἰουδαίοις νενόμιστο, παρίστησιν αὐτοῦ τὴν ἐν τῷ μέλλοντι κρίσιν. Ἀντὶ δὲ τοῦ, Καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ οἴκου σου ταπεινώσει, Σύμμαχος, Καὶ τὸ ὀχύρωμα τοῦ ὕψους τῶν τειχῶν σου κύψει, φησί. Τεῖχος δὲ καὶ ὀχύρωμα αἱ δυνάμεις ἦσαν αὐτοῦ, αἷς ὠχύρωτο. Νοήσεις δὲ δι' ἑνὸς, οἷα πείσονται καὶ οἱ τὰ λοιπὰ τῶν ἐθνῶν ἀπατήσαν 2216 τες δαίμονες. Τοῦτο γὰρ ἡμῖν ὁ προφήτης κατέλιπεν. ΚΕΦΑΛ. Κʹ. αʹηʹ. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας, λέγοντες· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν θήσει τὸ τεῖχος, καὶ περίτειχος. Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην9, κ.τ.λ. Μετὰ δὲ τὴν τούτων ἀπώλειαν Χριστοῦ βασιλεύοντος τῶν ὑφ' αὑτῷ κατὰ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἣν Ἰουδαίαν καλεῖ τὸ πλάτος ἐκείνης μηνύων τῆς πόλεως· τὸ δὲ ἐν αὐτῇ τῶν ἁγίων πολίτευμα, πόλιν Θεοῦ, ἀκολούθως τῇ χώρᾳ τῆς ἐπὶ γῆς Ἰερουσαλὴμ, ἄμα μὲν ὑποδηλῶν τὴν ἀλήθειαν, ἅμα δὲ τοὺς Ἰουδαίους παραμυθούμενος [καὶ] εἰς τὴν τῶν προκειμένων ἐλπίδα προτρέπων, οἳ τυχόντες τῶν ἐπαγγελιῶν ᾄσουσιν ᾆσμα τὸ ἐπουράνιον. Τὸ δὲ ᾆσμα· Ἰδοὺ πόλις ὀχυρὰ τὸ σωτήριον ἡμῶν. Ἡ κάτω γὰρ ἐπὶ γῆς οὐκ ὀχυρὰ πολλάκις ἁλοῦσα. Ἡ δὲ ἄνω, καὶ ὀχυρὰ, καὶ σωτήριον, ὅπερ Ἰησοῦς ἡ τῶν Ἑβραίων ἔφη φωνή. Αὐτὸς γὰρ τῶν μακαρίων Σωτὴρ, πόλις, τεῖχός τε, καὶ περίτειχος. Ταύτης δὲ πύλας, τὰς διαφόρους τῶν αὐτόθι μονῶν εἰσόδους νοήσομεν, ἃς ἀνοιγῆναί φησιν οὐκ Ἰουδαίοις, ἢ τῷ Ἰσραὴλ, ἢ τοῖς τυχοῦσιν ἀπλῶς, μόνοις δὲ τοῖς δικαιοσύνην, καὶ ἀλήθειαν, καὶ εἰρήνην φυλάττουσι. Περὶ ὧν πᾶς ἐρεῖ θεοφιλής· "Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ." Ἀνοίγονται δὲ αὐτοῖς, ἐπειδήπερ ἐπὶ σοὶ ἤλπισαν ἕως τοῦ αἰῶνος, ὃς