βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τῆς ἑορτῆς τοῦ Πάσχα πάντες ἀπὸ τῆς Ἰουδαίας εἰς Ἱεροσόλυμα παρεγένοντο καὶ ὑπὸ Ῥωμαίων ἐν τῇ μητροπόλει κατείρχθησαν μό νοι, προϋπεξελθόντων ̣76a διὰ θείας ἀποκαλύψεως τῶν εἰς Χριστὸν πιστευόντων, καὶ ἀπομεινάντων ὥσπερ ἐν εἱρκτῇ (τῶν δυσσεβῶν καὶ ἀλιτηρίων κατὰ τοὺς πάλαι ὁμοτρόπους αὐτῶν τρισκαταράτους Σοδομίτας. Καὶ γὰρ περὶ τῶν πάλαι Σοδόμων πρε σβεύων ὁ θεῖος Ἀβραάμ φησι· "Μὴ ἀπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσε βής;" διὸ καὶ ὁ φιλάνθρωπος Θεὸς ἐπηγγείλατο· "Εἰ εὑρεθῶσιν ἐν Σοδόμοις δέκα δίκαιοι," τὴν ἐπ' αὐτοῖς ὀργὴν καταλήγειν, ἀλλ' οὐχ εὕρηνται, ὅθεν καὶ ἄρδην ἀπώλοντο. ̣6 ̣ Περὶ δὲ τῆς Ἱερουσαλὴμ ἐκλιπαρῶν ὁ θεσπέσιος Ἱερεμίας, ἔφη πρὸς αὐτὸν πάλιν ὁ Θεός· "Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερου σαλὴμ, ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλα τείαις αὐτῆς· ἐὰν εὕρητε ἄνδρα καὶ ἔστι ποιῶν κρῖμα, ζητῶν πίστιν, ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος." Ἀλλ' ἄγε καὶ αὕτη τούτων σπανίζουσα, τῆς θεομηνίας ἀπήλαυσε, καὶ οὐκ ἐν ἄλλῳ χρόνῳ, ἀλλ' ἐν 283 ταῖς τῆς ἑορτῆς ἡμέραις· καὶ μάλα γε δικαίως· ἐχρῆν γὰρ αὐτοὺς ἐν αἷς ἡμέραις εἰς τὸν Κύριον ἐξήμαρτον, ἐν αὐταῖς καὶ τὰ ἐπίχειρα τῆς χριστοκτονίας ὑποστῆναι). ̣7 ̣ Ὁ δέ γε Νέρων κραταιουμένης αὐτῷ τῆς ἀρ χῆς, εἰς ἀνοσίους πράξεις ἐξώκειλε καὶ ἀλλότρια τῆς βασιλείας ἐπετήδευσε πράγματα, κιθαρίζων, καὶ τραγῳδῶν, καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων· καὶ πρὸς τούτοις καὶ πάσαις αὐτοῦ ταῖς ἀθεμιτουρ γίαις καὶ τὸ τῆς θεομαχίας μῖσος προσέθηκε, διώκτης. πρῶτος γενόμενος τοῦ θείου λόγου. ̣8 ̣ Μετὰ δὲ 110.449 ταῦτα ἐπιβουλῆς κατ' αὐτοῦ μηνυθείσης αὐτῷ καὶ εἰς ἄκρον μανίας ἐλθὼν, ἀνεῖλε μὲν τὴν ἰδίαν μη τέρα, καὶ τὴν ἀδελφὴν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ ἄλλους μυρίους τῶν γένει αὐτῷ προσηκόντων, καὶ μέντοι καὶ τοὺς ἐν Ῥώμῃ ἐπισήμους (τὴν ἐξ αὐτῶν ἐπανάστασιν ὑφορώμενος· καὶ οὕτως ἐκ τῆς ἄγαν μανίας ἀποκτηνωθεὶς, εἰς προάστειον ἐξελθὼν, ἑαυ τὸν διεχειρίσατο· ἄλλοι δέ φασιν, ὅτι) ἐπέθεντο αὐτῷ τινες ἀναιρήσοντες· ὁ δὲ παρεκάλει τοὺς συνόντας αὐτῷ ἀνελεῖν αὐτόν· ὡς δὲ οὐδεὶς τοῦτο ἠνέσχετο πρᾶξαι· "Ἐγὼ μόνος, ἔφη, οὔτε φίλον ἔχω τὸν σώζοντα, οὔτε ἐχθρὸν τὸν ἀναιροῦντά με· ἀποθανεῖν θέλει ἡ ψυχὴ, καὶ ἡ χεὶρ οὐχ ὑπηρετεῖ." Τελευταῖον δὲ εἰπών· Ὦ Ζεῦ, οἷος τεχνίτης κιθαρῳδὸς ἀπόλλυται, ἑαυτὸν ἀνεῖλεν. ̣9 ̣ Ἄλλοι φα σὶν, ὅτι ἐν τῇ Ῥώμῃ ἀνῃρέθη ὑπὸ τοῦ λαοῦ. Ἱστοροῦσι δὲ ταῦτα Ἕλληνες οἱ τὰς Ὀλυμπιάδας ἅμα τοῖς κατὰ χρόνους πεπραγμένοις ἀναγράψαντες. 284
ΡΚ∆ʹ. Βασιλεία Γάλβα. Μετὰ δὲ Νέρωνα ἐβασίλευσε Γάλβας τῶν εὐ πατριδῶν γεγονὼς μῆνας θʹ, εἶχε δὲ παραδυναστεύ οντα τὸν Ὄθωνα, ὃς ἰδὼν τὸν Γάλβαν Λούκιον εἰς υἱοθεσίαν παραλαβόντα, φθονήσας καὶ τὸ στράτευμα κατ' αὐτοῦ κινήσας, ἀπέκτεινεν αὐτόν· ἀπαιτούμε νος δὲ Ὄθων χρήματα παρὰ τῶν στρατιωτῶν, ἔφη· "Οὐ δεῖ αὐτοκράτορα ἀναγκάζεσθαι."
ΡΚΕʹ. Βασιλεία Ὄθωνος. Ὄθων ἐβασίλευσε μῆνας γʹ, ἡμέρας ηʹ (εἶτα Λουκίου αὐτῷ ἐπαναστάντος, μανεὶς, ἑαυτὸν ἀπέ κτεινεν). ̣2 ̣ Ἦν δὲ γένους ἀσήμου· θύων δέ ποτε ἐν τῷ ἱερῷ, τὰ τῆς Ἀφροδίτιδος ᾄσματα τοῖς ἱεροῖς παρέμιξε· καὶ διὰ τοῦτο Βιτελίου αὐτῷ ἐπαναστάν τος, ξιφιδίῳ ἑαυτὸν διεχειρίσατο εἰπών· "Τί γάρ με ἔδει μακροῖς αὐλοῖς αὐλεῖν;" ̣3 ̣ Γάλβας δὲ, ̣76b καὶ Ὄθων, καὶ Βιτέλιος, ἐν πολέμοις ὄντες, ὑπὸ στρατιωτῶν ἀνῃρέθησαν, Οὐεσπασιανὸν δὲ τὰ Ἱεροσόλυμα ἐκπορθοῦντα ἡ τῶν Ῥωμαίων σύγκλητος ἀνηγόρευσε βασιλέα.
ΡΚςʹ. Βασιλεία Βιτελίου. Βιτέλιος ἐβασίλευσεν ἔτος αʹ, γένους περιφα νοῦς ὤν. Οὗτος ἀστρολόγους καὶ ἀστρονόμους καὶ γόητας (ἀθροίσας, προεῖπον αὐτοῦ τὴν σφαγήν· καὶ) πάντας ἀναχωρῆσαι τῆς Ἰταλίας προσέταξε, οἳ καὶ προγράμματα ἔῤῥιψαν ἐντὸς ἡμέρας ῥη τῆς ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου, ὃ δὴ καὶ γέγονε, καὶ ἐσφάγη ὑπὸ στρατιωτῶν. 110.452 285
ΡΚΖʹ. Βασιλεία Οὐεσπασιανοῦ. Μετὰ δὲ Βιτέλιον ἐβασίλευσεν Οὐεσπασιανὸς ἔτη ιʹ, ἡμέρας ηʹ (ἦν δὲ γονέων ἀσήμων)· αὐτο κράτωρ τε γεγονὼς ἐν Παλαιστίνῃ, ἔτι