συμβαλὼν στρατηγῷ Ῥαοὺλ τοῦ ἡγεμόνος ἑάλω καὶ ἐξεκόπη τὼ ὀφθαλμὼ ὑπὸ τοῦ ἡγεμόνος. τούτους μὲν οὕτω αἰτιασάμενος, ἐπελαύνοντος Ἀμουράτεω, Λουκάνην δὲ καὶ νεωτερίζοντά τε περὶ τὰ αὐτοῦ πράγματα καὶ ξυνιστάμενον τοῖς τῶν Ἑλλήνων καινοτομεῖν βουλομένοις συνέλαβέ τε καὶ καθείρξας εἶχεν ἐν τῇ ἀκροπόλει. ἐνῆγε μὲν οὗτος καὶ πρότερον ἐπὶ ξυνωμοσίᾳ, δύναμιν ἀξιόχρεω περιποιούμενος, τούς τε Ἑλλήνων περιφανεῖς καὶ μετὰ ταῦτα Ἀλβανῶν τοὺς δυνατωτάτους. τοῦτον δὴ γένους ὄντα οὐ φλαύρου, πρὸς δὲ μάλιστα ἀφανοῦς Θεόδωρος ὁ νεώτερος τῆς Σπάρτης ἡγεμών, φύσεως εὖ ἔχειν δοκοῦντα καὶ ἐς τὰ ἄλλα οὐκ ἀξύνετον, ἐς τοὺς παρ' ἑαυτῷ πρωτεύοντας ταξάμενος χρήμασί τε ἐθεράπευσεν. ὁρμώμενος δὲ ἀπὸ ταύτης τῆς τοῦ ἡγεμόνος εὐεργεσίας, ἐρίζων πρὸς τοὺς τῶν Ἑλλήνων ἐπιφανεῖς. ἔπρασσε τὰ Πελοποννησίων πρὸς τὸν ἡγεμόνα δημαγωγῶν. ἐτράπετο δὲ ἐπὶ τούτους ὡς διενεχθέντας μὲν τῇ γνώμῃ πρὸς τοὺς Βυζαντίου Ἕλληνας, καὶ δεδιότας περὶ σφίσι τε 2.172 αὐτοῖς καὶ τῇ χώρᾳ καὶ Τούρκους, ὡς ἢν ἐπικρατήσωσι τῶν ἐν Πελοποννήσῳ πραγμάτων, οὐκ ἐπιτρέψουσι σφίσι τῇ παρούσῃ ἐμμένειν εὐδαιμονίᾳ. καὶ ἐδόκει μὲν τὸ μέγα δύνασθαι αὐτίκα παρ' ὅτῳ συσταθείη τῶν ἡγεμόνων, ὑγιὲς δὲ αὐτοῦ οὐδὲν ἔτι ἦν ἐν τοῖς πράγμασι. τούτων μὲν οὖν τῶν ἀνδρῶν αὕτη ἡ ἀπαλλαγὴ ἐγένετο ἀπὸ τῆς εἱρκτῆς· στρατὸν δὲ ἐπάγοντες τῇ τε Κλίνῃ αἴσχιστα ἀπηλλάττοντο ἡττηθέντες, καὶ ἐς Πάτρας τῆς Ἀχαΐας στρατευσάμενοι καὶ ἐς τὸν ἡγεμόνα τὸν νεώτερον κακῶς ἔπραξαν, πολλοὺς ἀποβαλόντες τῶν σφετέρων ἐνταῦθα. Καὶ ἐδόκει μὲν οὖν ὡς τὰ Πελοποννήσου πράγματα χωρῆσαι ἐπὶ τοὺς Ἀλβανούς, εἰ μὴ διαπραξαμένου τοῦ Ἀσάνεω ἐν ταῖς βασιλέως θύραις, ὥστε στρατὸν σφίσιν ἐπιδοθῆναι· στρατόν τε ἐπηγάγοντο τοῦ βασιλέως, ἡγουμένου τοῦ Τουραχάνεω, ὃς ἀφικόμενος σὺν τῷ στρατῷ ἐπὶ τὴν Πελοπόννησον, καὶ συγγενόμενος τοῖς ἡγεμόσιν, ἐφ' ᾧ βουλεύσασθαι, ὅπως ποιήσονται τὸν πόλεμον, πρὸς αὐτοὺς ἔλεγε τοιάδε. "ὦ βασιλέως Ἑλλήνων παῖδες, ἀνάγκη μέντοι καὶ ὑμῶν τινα αὐτοῦ παρεῖναι ἐς τὸν πόλεμον. καὶ γὰρ ἂν ὁρῶντες ὑμᾶς οἱ πολέμιοι θᾶττον ἂν προσχωροῖεν, ἰδόντες οὐδέν τι σφίσιν ἀνήκεστον ἐσόμενον ὑφ' ὑμῶν. ὑμῶν δὲ διαφόρων τε ὄντων καὶ δεδιότων, οὐκ ἂν πάνυ τι ῥᾳδίως ἐθέλοιεν προσχωρεῖν οἷα δειμαίνοντες, καὶ οὔτε ῥᾳδίως ἂν κατορθοῖτο ὑμῖν τὰ πράγματα ἐς τὸ παρόν. τόδε μέντοι παραινῶ 2.173 ὑμῖν, ὡς μηκέτι τοῦ λοιποῦ διαίτῃ διαχρῆσθαι τῇ αὐτῇ ἐς τοὺς ὑπηκόους ὑμῶν, ἀλλὰ τοὺς ἀγαθοὺς μέντοι ἀμείβεσθαι κατὰ τὸ δυνατόν, τοὺς δὲ κακοὺς τιμωρεῖσθαι κατὰ δύναμιν, ὡς σὺν τοῖς ἀγαθοῖς, εὖ ἴστε, εὐπετῶς δυνήσεσθε κολάζειν τοὺς φαύλους, καὶ μηδὲ ἀνάπαλιν ἐπιτρέποντες τὸ πᾶν ἐθέλητε συγχωρεῖν. τί ἂν αὐτόματον ἀποβαίη; δῆλα γὰρ ὡς τοῦ κακοῦ ἐς τὴν βελτίονα μοῖραν ἱδρυμένου, καὶ ταύτῃ ῥᾳδίως ἂν τρέποιντο ἅπαντες κακοὶ περὶ ὑμᾶς γενόμενοι, καὶ οὕτω ἐπιτριβόμενοι κάκιστα ἂν ἀπόλοισθε. χρὴ δὲ καὶ ἐκ τῶν παρῳχημένων τεκμαίρεσθαι τὸ μέλλον ἔσεσθαι ὑμῖν ἐπιτήδειον. ὑμῖν γὰρ οὕτως ἔχουσι, καὶ θεραπεύουσι τοὺς μὴ ὑγιῶς ὑμῖν διακειμένους, εἰς τοὐναντίον ἕκαστα περιέστη· καὶ εἰ μὴ ὁ βασιλεὺς νῦν εὖ ποιῶν ὑμᾶς τὴν χώραν αὖθις ἀποδώσοι γε, εὖ οἶδ' ὅτι οἴχοιτ' ἂν ὑμῖν τὰ πράγματα διαφθειρόμενα. ὡς οὖν ταύτῃ οὐκ ἐπιτηδείως πολιτευομένων, δέοι ἂν ὑμᾶς ἐπὶ τὴν ἐναντίαν τραπέσθαι. κἀκεῖνο δὲ αὖ παραινῶ ὑμῖν, μὴ οἴκοι διατρίβοντας ἐᾶν ὑμῖν φέρεσθαι τὰ πράγματα, ὅποι χωροίη ὑμῖν, ἀλλ' ἐπιόντας αὐτούς, ἤν τινα αἰσθάνησθε, τιμωρεῖσθαι αὐτίκα, μηδὲν μαλακὸν ἐνδιδόντας. δύο γὰρ ταῦτα καὶ Τούρκους ἐποίησε μέγα δύνασθαι, σπουδῇ τε ἅμα τὸ παρεῖναι ἁπανταχῇ καταλαμβάνοντας, ὅτου ἂν δέοιντο, καὶ τοὺς ἀγαθοὺς ἀμείβεσθαι ἐς τὰ μάλιστα, καὶ ἤν τι ἐς τὸ παρὸν μὴ ἐπιτρέπῃ τιμωρεῖσθαι τοὺς φαύλους, εἴκειν μὲν συγχωροῦντας, ὅτου ἂν δέοι, αὐτίκα 2.174 δέ, ἐπειδὰν κατασταίη τὰ πράγματα, μηκέτι ἐπιτρέπειν αὐτῷ κακῷ ὄντι ἐξυβρίζειν, ἀλλ' εὐθὺ ἐπιόντα ἀμύνεσθαι." Ταῦτά τε ἔλεγε, καὶ ἐπὶ τοὺς Ἀλβανοὺς παρεκάλει τὸν ὕστερον αὐτῷ ἕπεσθαι. καὶ πρῶτα μὲν ∆ημήτριος