130
καθεῖλες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς καὶ τὰς πόλεις αὐτῶν, καθεῖλες, συντέλειαν τοῦ θνητοῦ ποιησάμενος βίου, ἢ τὰς ἀσεβεῖς αὐτῶν πολιτείας ἠφάνισας. Συνῳδὰ ταῦτα τοῖς εἰρημένοις, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τοὺς δὲ σοὺς πραεῖς ἄνδρας, οὓς ἔφης κληρονομῆσαι τὴν γῆν, ταπεινοὺς ὄντας πρότερον, κατὰ τὸν τῆς δικαιοκρισίας σου καιρὸν ἀνύψωσας, κατακρατεῖν αὐτοὺς τῶν πάλαι ποιήσας ὑπερηφάνων τὰς κεφαλὰς, ὅτε καὶ ἡ τῶν ἀσεβῶν ὁδὸς εὐθεῖα, μηδενὸς αὐτοῖς ἐκ ποδῶν ἔτι καθεστῶτος, οὗπερ αἴτιον ἡ τοῦ Θεοῦ δικαιοκρισία. Τὴν δὲ προκειμένην ῥῆσίν τινες ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἐξέλαβον. Τὸν γὰρ τὰ σύμβολα παραδεδωκότα τὰ μυστικὰ, περὶ ὧν ἔλεγεν, Θεὸν ὄντα γνώσεσθαι τοὺς ταῦτα λαβόντας, εἰ καὶ γέγονεν ἐν σαρκί. Τὸν δὲ λόγον ἁρμόττειν φασὶ τοῖς ἐξ Ἰσραὴλ, οἳ καὶ προσεδόκων αὐτὸν, ἐκ τῶν Γραφῶν ὡς ἥξει μαθόντες· ὡς ἐδήλωσε Συμεών τε, καὶ Ζαχαρίας, ὡς εἴρηται, τυχόντες ἧς εἶχον ἐλπίδος. Οἱ δὲ τοιοῦτοι προσομολογοῦσιν ἐπὶ τὸ ὄρος τοῦτο δώσειν ἀναπαύσειν τὸν Θεὸν, δηλονότι τὴν Ἐκκλη 2217 σίαν, καὶ Χριστὸς γὰρ ἐβόα· "∆εῦτε πρός με οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." ∆ι' αὐτοῦ γὰρ ἀπεθέμεθα τὸ τῆς ἁμαρτίας φορτίον, καὶ τοῦ φόβοι τῶν ἐπὶ ταύτῃ κολάσεων. Προστέθειται δὲ καὶ τὰ ἐν ἐλπίσιν ἀγαθά. Γέγραπται γὰρ περὶ τῶν ἁγίων, ὅτι εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Εἶτα δείκνυσι τὴν ἐπὶ τῇ τῶν μυστικῶν παραδόσει τῆς εἰδωλολατρείας κατάλυσιν, τοῖς τῶν πιστευόντων ποσὶν ὑπενηνεγμένου τοῦ Σατανᾶ, διὰ τὸν δόντα πατεῖν αὐτοῖς ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. ∆ιὰ μιᾶς δὲ χώρας εἰδωλολατρούσης, πάσας ἐδήλωσεν. Τὰς δὲ χεῖρας ἀνήσει, φησὶν, ὁ τῆς εἰδωλολατρείας εὑρετὴς, ἐκλυομένης αὐτοῦ τῆς δυνάμεως, δι' ἧς ἐταπείνου τὸν ἄνθρωπον. Ἀντὶ δὲ τῆς ἐνεργείας τὴν χεῖρα παρείληφε, δι' ἧς ὑπέταξεν ἑαυτῷ τοὺς ἐπ' ἔργοις ἀγαθοῖς ἐκτισμένους ὑπὸ Θεοῦ. Πρὸς αὐτὴν δὲ τὸν λόγον ἀποστρέψας τὴν Μωαβῖτιν, ὕψος καταφυγῆς τοῦ τοίχου τὸ ταπεινούμενον αὐτόν φησι τὸν τῆς ἀπάτης καὶ τῆς εἰδωλολατρείας προεστηκότα .... θιεʹ. 9Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾖ ἐπεθύμει ἡ ψυχή μου. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. ∆ικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβὴσ9, κ.τ.λ ... εἰς τὴν ἐπιοῦσαν ἡμέραν. Ὥσπερ δὲ ἐν παντὶ ῥήματι Θεοῦ τρέφεται ἡ ψυχὴ, οὕτω καὶ ἐν παντὶ προστάγματι καταυγάζεται. Σπουδὴ τοίνυν ἔστω τὴν δικαιοσύνην μαθεῖν. ∆ιδακτὸν γὰρ οὐ φυσικὸν, ὡς τὸ ὁρᾷν τε καὶ ἀκούειν, μυσταγωγὸς δὲ πρὸς τοῦτο Χριστὸς, ἐφ' οὗ λέγεται τό· Ἔσονται πάντες διδακτοὶ Θεοῦ. Τοῦτο δὲ καὶ νῦν τοῖς ἐκ τῶν ἐθνῶν πεπιστευκόσιν ὁ προφήτης παρακελεύεται, ὅπερ ἔοικε τῷ· "Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Καὶ νῦν γὰρ ὁ προφήτης πάντας καλεῖ πρὸς τὴν εὐαγγελικὴν δικαιοσύνην τοὺς ἀνὰ πᾶσαν οἰκοῦντας τὴν γῆν, οὐ τοὺς ἐξ Ἰσραὴλ μόνους, ὡς τοῦ Μωσέως ὁ νόμος· τὸ δὲ ἀπειθεῖν οὐκ ἀζήμιον. Πέπαυται γὰρ ὁ ἀσεβὴς οἰχόμενος πρὸς ἀπώλειαν, πᾶς ὃς ἂν μὴ μάθῃ δικαιοσύνην μηδὲ ποιήσῃ ἀλήθειαν, τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ δηλονότι λατρείαν τε καὶ προσκύνησιν. Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν. Χριστὸς δὲ μόνος ἀλήθεια, ὃς καὶ γέγονεν ἡμῖν παρὰ τοῦ Πατέρος δικαιοσύνη, καὶ ἃ δεῖ παραγγέλλει δικαιοσύνη τέ ἐστι καὶ ἀλήθεια. Αἴρεται δὲ ὁ ἀσεβὴς, ἴνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Φησὶ γάρ· "Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε." Καὶ πάλιν· "Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται." Μὴ συνὼν γὰρ Χριστῷ, πῶς ὄψεται τὴν δόξαν αὐτοῦ; Λαμβάνεται δὲ τοῦτο καὶ εἰς τὸν διά 2220 βολον, καὶ τοὺς ἀγνώμονας Ἰουδαίους. Ἀπειλοῦντος γὰρ τοῦ Θεοῦ τοῖς μὴ μανθάνουσι δικαιοσύνην, εἰς ἀνάμνησιν ὁ προφήτης ἦλθε τῆς τοῦ Ἰσραὴλ ἐξ ἀπειθείας ἀγνοίας. Ὁ μὲν γὰρ τοῦ Θεοῦ Υἱὸς βραχίων λεγόμενος τοῦ Πατέρος, δι' οὗ τὰ πάντα γέγονε, σαρκωθεὶς ἵνα