ἐλαύνων ἅμα τοῖς Τούρκοις ἐπὶ Βορδονίαν χώραν ἐρυμνήν, ἐς ἣν καταθέμενοι παῖδάς τε καὶ γυναῖκας οἱ Ἀλβανοὶ ἐπὶ τῷ στόματι τεῖχός τε ἐπῳκοδόμησαν καὶ πυργίον, ἐνταῦθα ἀφικόμενοι ἐπολιόρκουν ἅμα ἄμφω τὼ ἡγεμόνε, καὶ Ἕλληνες τε ἅμα καὶ Τοῦρκοι προσέβαλλον ὑπορύσσοντες καὶ ἐπειρῶντο ἑλεῖν. ἡ μέντοι νὺξ ἐπιγενομένη διεκώλυσεν αὐτοὺς οὕτω ἑλεῖν. ὑπὸ δὲ τὴν νύκτα διὰ φάραγγος, ἐς ἣν καθήκει τὸ ὄρος, ὥρμηντο ἐς φυγήν. οἱ μὲν οὖν Τοῦρκοι αἰσθόμενοι ὡρμημένους ἐς φυγήν, αὐτίκα ἐπεισπεσόντες ἠνδραποδίσαντο ἄνδρας τε καὶ γυναῖκας ἀμφὶ τοὺς μυρίους γενομένους. μετὰ δὲ ταῦτα ἐξελαύνοντες ἀφίκοντο ἐς τὴν Ἰθώμην, ἐναλλὰξ ἑπομένου Θωμᾶ τοῦ νεωτέρου ἀδελφοῦ τῷ στρατῷ, καὶ ἐπὶ πολίχνην Ἀετὸν καλουμένην, προσχωρήσασαν Κεντηρίωνι ὀλίγῳ πρόσθεν. καὶ παρεστήσαντο μέντοι τὴν πόλιν, ἐφ' ᾧ χίλια ἀνδράποδα τῷ στρατεύματι καὶ τὰ ὅπλα καὶ ὑποζύγια παραδιδόναι. προσεχώρησαν μὲν οὖν αὐτίκα καὶ οἱ λοιποὶ τῶν Ἀλβανῶν τοῖς ἡγεμόσι διαπρεσβευόμενοι, ἐφ' ᾧ ἔχειν αὐτούς, ἅττα δὴ ὑπηγάγοντο, καὶ ἵππους καὶ ὑποζύγια, ὅσα ἐληΐσαντο, μὴ ἀποδιδόναι. ξυνέβησαν μὲν ἐπὶ τούτοις τῷ ἡγεμόνι αὐτοῦ ἕκαστος. 2.175 Τουραχάνης μὲν ἐβούλετο ἀσθενῆ ποιεῖν τὰ Ἀλβανῶν πράγματα, ὥστε τοῦ λοιποῦ χρῆσθαι αὐτοῖς ἐπιτηδείως σφίσιν ἐπὶ τὸ ξυνοίσειν αὐτοῖς δοκοῦν. ἐπεί τε δὴ ἔμελλεν ἀπελαύνειν, ἀφικόμενος αὖθις ἐς λόγους ἀμφοτέροις τοῖς ἡγεμόσιν ἔλεγε τοιάδε. "ὦ βασιλεῖς Ἑλλήνων, ἐμοὶ μὲν καὶ πρότερον τῇδε συγγενομένῳ εἴρηται ἱκανῶς ἐς ὑμᾶς, ἃ φρονῶν τυγχάνω περὶ τὰ ὑμέτερα πράγματα. καὶ νῦν δὲ τοσόνδε ἂν λέγοιτο, ὡς ὁμονοοῦσι μὲν πρῶτα ὑμῖν ἔσται ἄφθονα τἀγαθά, διενεχθεῖσι δὲ καὶ δίχα γενομένοις τἀναντία τούτων, ἔπειτα δὲ καὶ μὴ ἐπιτρέπουσι καθ' ἡσυχίαν ἐξυβρίζειν τοὺς ὑπηκόους ἐς ὑμᾶς, ἀλλὰ ἀφειδέστερον κολάζειν, μηδέποτε ἡσυχίαν ἄγειν. ὡς κακοῦ μὲν ἡ ἀρχή, καὶ ἢν φαυλοτάτη οὖσα τυγχάνῃ, προϊοῦσα ἐπὶ μέγα χωρεῖ αὐτίκα ὕβρεως, καὶ πολλαπλασίων γιγνομένη αὐτὴ ἑαυτῆς οὐκέτι κατασχετὴ γίγνεται. ὡς δὲ μὴ ἀγαθά· φίλα γάρ, ἐφ' ὅ τι ἂν τρέποιτό τις κινούμενος, τοῦτο ὡς τὰ πολλὰ αὔξειν καὶ μέγα ἀποδείκνυσθαι, τί ἂν ἐπιτηδεύων τυγχάνει." ταῦτα εἰπὼν καὶ δεξιωσάμενος τοὺς ἡγεμόνας ἀπήλαυνε. Καὶ τούτοις μὲν ἐς τοὐναντίον κατέστη ἅπαντα· εἰς γὰρ τὸ θεραπεύειν τετραμμένοι ἑκάτεροι, πρὸς ἀλλήλους τε γνώμῃ τὰ σφέτερα αὐτῶν διενεχθέντες, ἐρίζοντες ἀλλήλοις ἐτύγχανον, ὁπότερος ἂν μάλιστα εὖ ποιῶν φαίνοιτο, ὥστε δοκεῖν αὐτοὺς χαρίζεσθαι. καί τινες τῶν παρ' αὐτοῖς τὰ πρῶτα φερομένων, ἐναγόντων τε καὶ ἐπὶ ξυνωμοσίαν προκαλουμένων τοὺς ἄλλους, 2.176 ὥστε ὁμοφρονεῖν, οὕτω κωλύειν διενοοῦντο. αὐτοί τε σφίσι κακοδαιμονοῦντες ἐπέτρεπον τὰ πράγματα σφίσιν αὐτοῖς φθείρεσθαι. Λουκάνης τε ὁ Πελοποννήσιος, καί τινας τῶν Βυζαντίου ἐπαγόμενος, συνίστα τε τοὺς Πελοποννησίους τε ἅμα καὶ Ἀλβανούς, ἐφ' ᾧ σφίσι τε αὐτοῖς, ὧν ἔχει ἐπιτηδείους, καλῶς πολιτεύεσθαι. καὶ ὥρμηντο μὲν ἐπὶ Ἀσάνην, μέγα δυνάμενόν τε ἐν Πελοποννήσῳ καὶ Κόρινθον καὶ μοῖραν οὐκ ἐλαχίστην τῆς Πελοποννήσου ἐπιτροπεύοντα. καὶ οὐ προσίετο μὲν οὗτος, οὐδὲ συγχωρῶν. ἔνθα δὴ οὔτε, ὃν ἐτάξαντο φόρον, ξυμφερομένων, οὔτε τῶν Πελοποννησίων οὔτε τῶν Ἀλβανῶν, οὐκ εἶχον ἀπάγειν τῷ βασιλεῖ. ἦν δὲ αὐτοῖς ὁ ἐπέτειος φόρος μύριοι καὶ δισχίλιοι χρυσίου στατῆρες. Οἱ μὲν Ἕλληνες οὕτω ἐν οὐδενὶ λόγῳ ὑπὸ σφῶν αὐτῶν ἐπιτριβόμενοι κατὰ βραχὺ ἀπώλλυντο. τόν τε γὰρ φόρον αὐτοί τε οἱ Ἀλβανοὶ καὶ οἱ Πελοποννήσιοι οὐκ ἔφασαν ἀποδιδόναι, ἂν μή τις αὐτοῖς ἐπιδιελόμενος τὴν χώραν ἐπὶ τοῖς ἴσοις τε καὶ ὁμοίοις ξυμβαίη. ἀλλ' ἐχρῆν μὲν ταῦτα, τύχῃ οὐκ ἀγαθῇ φερόμενα, ταῦτ' ἄρα ἴσχειν σφίσι τὴν τελευτήν, καὶ οὕτω ἀποβήσεσθαι ἐς τὸ μηδὲν εἶναι γενόμενα. Βασιλεὺς δὲ ὁ Μεχμέτης τὴν δευτέραν ἔτι μετὰ τὴν Βυζαντίου αἵρεσιν ἐστρατεύετο ἐπὶ Τριβαλλοὺς καὶ Νοβόπυργον πόλιν ἐντὸς τοῦ βασιλέως χώρας παρὰ ποταμὸν Μοράβαν καλούμενον, 2.177 ὃς καὶ πρότερόν μοι δεδήλωται ῥέων ἀπὸ Πριστίνου τῆς βασιλέως χώρας, καὶ ἐκδιδοῖ ἐς