131
δικαιώσῃ τοὺς ἐπὶ τῆς γῆς διὰ πίστεως, τὰ ὑπὲρ φύσιν καὶ λόγον εἰργάζετο, διὰ τούτων, ὡς Θεὸς εἴη, δεικνύς. ∆ιόπερ ἔφασκεν· "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατέρος μου, μὴ πιστεύετέ μοι." Οἱ δὲ ὁρῶντες καὶ διδασκόμενοι, πρὸς τῷ μὴ πιστεύειν, Σαμαρείτην, καὶ δαιμονῶντα, καὶ μέθυσον, καὶ τέκτονος ἐκάλουν υἱόν. Σωζομένων δὲ τῶν ἐθνῶν, πονηρῷ καιόμενοι ζήλῳ, πυρίκαυστοι γενέσθαι μᾶλλον ἤθελον, ἢ ταῦτα βλέπειν σωζόμενα. Τοῦτο δὲ καὶ ἐπὶ τῇ τοῦ Σωτῆρος γεννήσει πεπονθέναι φησὶν αὐτοὺς ὁ προφήτης, ὅτι παιδίον ἐγεννήθη ἡμῖν Υἱός. ∆ιὸ πρὸς τὸν Πατέρα φησὶν ὁ προφήτης· Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐχ ᾔδεισαν. Ὡς δὴ κοινοῦ τινος ὑπερορῶντες ἀνθρώπου, διὰ τῶν ἔργων αὐτὸν ἐπιγινώσκειν ὀφείλοντες. Γνόντες δὲ αὐτοῦ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, αἰσχυνθήσονται, ὅτε καὶ ἀργύρια ἱκανὰ τοῖς στρατιώταις ἔδωκαν, ὡς ἂν μὴ πᾶσιν ἔκπυστον γένηται. Αἰσχυνθήσονται δὲ καὶ ὅτ' ἂν ἴδωσιν αὐτὸν ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατέρος, ὅτε καὶ τοῦ νυμφῶνος ἐκκλείονται οἱ διὰ τοὺς πατέρας τετιμημένοι. Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, νῦν δὲ καὶ τότε τὰ ἔθνη ζηλώσουσι πυρὶ τῷ αἰωνίῳ παραπεμπόμενοι. "Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπὶ οὐκ ἔθνει." Ὑπὲρ δὲ τούτων αἰτεῖ τὸν Θεὸν ὁ προφήτης τὴν πρὸς αὐτὸν εἰρήνην τούτοις δωρήσασθαι. Οὕτω γὰρ πλήρη παρὰ σοῦ τὴν χάριν ληψόμεθα, τοσαῦτα διὰ τοὺς πατέρας τετιμημένοι. Καὶ περὶ ἑαυτοῦ δὲ τοῦτο λέγοι ἂν ὁ προφήτης ὁμολογῶν ὡς πολλὰς παρὰ σοῦ λαβὼν εὐεργεσίας, ταύτην μεγίστην ὁμολογήσω τὴν πρὸς σὲ τοῦ ἔθνους εἰρήνην. Κατὰ τό· "∆ικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ." Οὗ δὴ γεγονότος. κτῆσις ἐσόμεθα καὶ κλῆρος Θεοῦ, οὐδένα ἄλλον εἰδότες, τῷ σῷ νόμῳ πειθόμενοι λέγοντι· "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις." Λέγοι δ' ἂν εἰρήνην καὶ τὸν περὶ οὗ λέλεκται, "Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν." Τὸ δὲ, πάντα γὰρ ἀπέδωκας ἡμῖν, φασί τινες δηλοῦν τὴν κατ' ἀξίαν τῶν ἁμαρτημάτων δίκην αὐτοῖς ἐπαχθεῖσαν. Ἐκείνων γὰρ δικαίως ἡμῖν ἐπαχθέντων, δὸς τὸν μόνον ἀπαλλάξαι τῆς πρὸς σὲ δυσμενείας δυνάμενον. Λόγῳ μὲν δεσποτείας ἅπαντα σά. 2221 Γένοιτο δὲ διὰ Χριστοῦ καὶ λυτρωθέντας ἡμᾶς τῆς ἐν ἁμαρτίαις νεκρώσεως, οἰκείωσιν ἔχειν τὴν σὴν, ὅτε καὶ τίνων ἐῤῥύσθημεν εἰδότες, ἄλλον οὐκ ἔτι γνωσόμεθα. Οἱ δὲ τῇ στερήσει τῆς ζωτικῆς δικαιωσύνης ἐμμείναντες, καὶ νεκρωθέντες διὰ τὰ τῷ Θεῷ, μένουσιν οὕτως, οὐκ ἔχοντες ἴασιν, μηδενὶ τῶν ἰᾶσθαι δυναμένων πνευματικῶν διδασκάλων πειθόμενοι. ∆ιὸ φειδόμενος αὐτῶν, ἀπολέσθαι πεποίηκας, μὴ παριδὼν ἐν κακίᾳ χρόνον ἐπιζῆσαι μακρότερον, ὡς ἂν μὴ χείρους ὦσιν ἐν τοῖς τῆς ἁμαρτίας γεννήμασιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ τὰ ρκʹ συνέτεμεν ἔτη, καὶ τὰ ξʹ τὰ διὰ τοῦ παρόντος εἰρημένα προφήτου, συμφώνως οἷς ὁ νζʹ λέγει ψαλμός· "Ἄνδρες αἱμάτων καὶ δόλιοι οὐ μὴ ἡμισεύσουσι τὰ ἡμέρας." Καὶ πάλιν· "Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν." Τινὲς δέ φασι δύνασθαι νοεῖν νεκροὺς καὶ οὓς ἤγειρεν ὁ Χριστὸς, ὡς τὸν Λάζαρον· οὓς οὐκ ἂν ἕτερος ἀνέστησεν ἰατρός. Ὅπερ ἔδει σκοποῦντα τὸν Ἰσραὴλ, Θεὸν ὁμολογῆσαι Χριστόν. Τοῦτο δὲ μὴ ποιήσας, ἀπώλετο. Πλὴν οὐκ ἄρδην. Σέσωσται γὰρ τὸ κατάλειμμα. Πᾶν δὲ ἄρσεν αὐτῶν ἐστι, τὸ ἡγούμενον τάγμα. Τὸ γὰρ ἄῤῥεν ἡγεῖται τοῦ θήλεως. Εἴποις δ' ἂν καὶ τοὺς ἐν συνέσει τῇ τοῦ νόμου νεανικοὺς κατὰ τὸ προφητικὸν τό· Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω πρὸς αὐτούς. Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς. Τοιοῦτον καὶ τό· "Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί·" οἷς αἰτεῖ προστεθῆναι κακά. Οὐ μόνον γὰρ τῆς Θεὸν ἐξέπεσον οἰκειότητος, δι' ὧν εἰς αὐτὸν ἐπαρῴνησαν, ἀλλὰ καὶ ταῖς ἐκ τῶν πολεμίων ἀπώλοντο συμφοραῖς. Τοὺς δὲ ἄῤῥενας ῥηθέντας, καὶ ἐνδόξους ἐκάλεσεν, ὡς τῶν λοιπῶν ὑπερέχοντας, ὥσπερ οὖν καὶ κακὰ, τὰ κακωτικά. Ὡς τὸ, "Ὁ κτίζων κακά." Καὶ τὸ, "Οὐκ ἔστι κακία ἐκ πόλει, ἣν Κύριος οὐκ ἐποίησεν." ιιθʹ. 9Κύριε, ἐν