132
θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Καὶ ὡσεὶ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου9, κ.τ.λ. Ὡσανεὶ παροῦσαν τὴν καθόλου κρίσιν ὁ προφήτης ὁρῶν, καὶ τῷ τοῦ Θεοῦ παριστάμενος βήματι, ποτὲ μὲν ἐξομολογεῖται, ποτὲ δὲ ἱκετεύει, ποτὲ δὲ εὐχαριστεῖ. Καὶ ποτὲ μὲν καταλέγει τὰς ἐκ Θεοῦ τοῖς ἀγαθοῖς ἀμοιβὰς, ποτὲ δὲ τὰς κατ' αὐτῶν καταλέγει τιμωρίας, πάντα παιδεύων ἠμᾶς ἅπερ αὐτὸς ἐκ τοῦ Πνεύματος ἐπαιδεύετο. Φησὶν οὖν ὡς ὅτε καιρὸς ἦν, τὴν στενὴν καὶ τεθλιμμένην ὑπὲρ τῶν τῆς εὐσεβείας ἀγώνων ὁδεύοντες, ὑπὸ τῆς σῆς ἐδυναμούμεθα μνήμης, ὥς τε λέγειν, θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι. ∆ιωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι. Καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι. Ἐπαίδευεν γὰρ ἡμᾶς ἡ θλίψις, εἰδότας ὅτι ὃν ἀγαπᾷ 2224 Κύριος παιδεύει. Τῷ γὰρ σῷ πόθῳ πᾶσα θλίψις μικρά τις ἡμῖν ἐνομίζετο λογιζομένοις, ὡς Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. ∆ιὸ πᾶσαν ὑπομένοντες θλίψιν, ἐῴκειμεν κυούσῃ γυναικὶ, καὶ ὅσον οὔπω μελλούσῃ τεκεῖν. Καὶ τὸν γὰρ ἀγαπητόν σου καὶ μονογενῆ Λόγον ἔχοντες ἔνδον, καὶ τὸν ἡμῖν κατασπαρέντα φόβον τῆς σῆς εὐσεβείας πάλαι ἐκαρτεροῦμεν γενναίως, δεδιότες ἐξαμβλῶναι τὸν ἐν ἡμῖν ἀγαπητόν σου κυούμενον, καὶ τὸν φόβον τὸν σόν. Τοιγαροῦν οὐκ ἐσφάλημεν τῆς ἐλπίδος, τέλος ἀμφοῖν τὴν σωτηρίαν τοῦ πνεύματος τοῦ ἡμετέρου κτησάμενοι. Τοῦτο γὰρ ἀπογεννήσαντες φανερὸν τοῖς ἐπὶ γῆς κατεστήσαμεν, ὡς ἂν ζηλοῦντες γένοιντο παραπλήσιοι. Μὴ λαβόντες γὰρ τοῦτον τὸν φόβον, μηδὲ τεκόντες τὸ πνεῦμα τῆς σωτηρίας, ἄγονοι δὲ καὶ ἄκαρποι μείναντες, ἐλπίδος ἐκπεσοῦνται τῆς παρὰ σοῦ. Οἱ δὲ τῆς σῆς ὄντες μερίδος, εἰ καὶ μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν διαγωνίσαιντο, τῆς παρὰ σοὶ ζωῆς οὐκ ἀποπεσοῦνταί ποτε. Ἀναστήσονται γὰρ οἱ νεκροί· ἢ κατὰ τὸν Ἀκύλαν, ζήσονται οἱ τεθνεῶτές σου. Ἢ κατὰ Σύμμαχον καὶ Θεοδοτίωνα, ζήσονται οἱ νεκροί σου Νεκροὶ δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἱ ἅγιοι αὐτοῦ μάρτυρες ἕτεροι ὄντες παρὰ τοὺς ἄνω λεχθέντας νεκροὺς; Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, ὡς ἡμαρτηκότες πρὸς θάνατον. Νεκροὶ δὲ Κυρίου, οἱ πάντα δι' αὐτὸν ὑπομείναντες (περὶ ὧν οὐ τεθνηκότων, ἀλλ' ὡς κοιμηθέντων ἐξέδωκαν οἱ λοιποὶ) κατὰ μὲν τὸ πρῶτον, ἐξυπνίσεσθε οἱ ἐν τοῖς μνημείοις· κατὰ δὲ τὸ δεύτερον, Ἀγαλλιάσονται, ἢ αἰνέσουσιν κατὰ τὸν Ἀκύλαν, ἢ ἀλαλάξουσι, κατὰ τὸν Θεοδοτίωνα. Κοίμησις γὰρ ὀνομάζεται τῶν ἁγίων ὁ θάνατος. Αἰτία δὲ τῆς ἀναστάσεως αὐτοῖς ἡ παρὰ σοῦ δρόσος, ὁ μονογενής σου Λόγος δηλαδὴ, ὃς ἐπιστάξας τὰς ἑαυτοῦ ζωοποιοὺς σταγόνας τοῖς αὐτοῦ νεκροῖς, ὁμοῦ μὲν ἴασιν τῶν ἀνθρωπίνως αὐτοῖς ἡμαρτημένων παρέξει, ὁμοῦ δὲ ἀνάστασιν τῶν ἐπὶ γῆς ἐσπαρμένων σωμάτων, ὡς ἡ δρόσος ἡ αἰσθητὴ ἡμέρα κατιοῦσα πρὸς γῆν, ἐκτρέφειν καὶ αὔξειν ποιεῖ τὰ ἐναποκείμενα σπέρματα. Ἀλλ' οὐ τὰ τῶν ἀσεβῶν τοιαῦτα. Πεσεῖται γὰρ αὐτῶν ἡ γῆ. Ὡς οὖν ἐκπεσόντες Θεοῦ, αὐτοῖς σώμασι καὶ ψυχαῖς εἰς τιμωρίαν παραδοθήσονται. Τινὲς δὲ τὴν ῥῆσιν οὕτως ἑρμήνευσαν· Ἐκ πολλῆς ὁ προφήτης φιλοθεΐας κατὰ τῶν Ἰουδαϊκῶν τολμημάτων κινηθεὶς, καὶ φήσας, Πρόσθες αὐτοῖς κακὰ, Κύριε· δέον ὑπὲρ αὐτῶν παρακαλεῖν τὸν Θεὸν, εἴγε τούτοις συνέπασχε, τὸ τῶν κακωτικῶν θλίψεων πρὸς ἀπολογίαν ἐπήνεγκε χρήσιμον, ὡς Θεοῦ μνήμην πέφυκε πᾶσιν ἐργάζεσθαι, ὥσπερ οὖν λήθην οἶδε ποιεῖν εὐροοῦντα τὰ πράγματα. Ἐν θλίψει γὰρ 2225 μικρᾷ παιδευόμεθα, Θεοῦ τὴν ὀργὴν συγκεραννύντος πᾶσιν ἡμέρως. Ἐξ ἀγάπης ἄρα τὸ, Πρόσθες αὐτοῖς, ἔφη, κακά. Προαιρέσει γὰρ ἀκάρπῳ λυσιτελούντως ἀνάγκη προσφέρεται. Τοιοῦτον τό· "Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρὸς σέ." Ἀλλ' οὐχ ἡμεῖς, φησὶ, κατ' ἐκείνους ἐπὶ τῷ ἀγαπητῷ σου διετέθημεν υἱῷ· δίκην δὲ μᾶλλον ὠδινούσης γυναικὸς, τῶν ταῦτα τολμώντων κατεβοήσαμεν τὴν ψυχὴν ὀδυνώμενοι. Τοιοῦτος Ἡσαΐας βοῶν· "Ὑμεῖς δὲ προσαγάγετεὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι