133
ἐνετρυφήσατε, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν;" Περὶ ὧν ἔφασκε καὶ ∆αβίδ· "Σκοτισθήσονται οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν," καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. Τινὲς δὲ θλίψιν μικρὰν, τὴν μὴ χωροῦσαν εἰς ἔργα φασὶν ἀπειλήν. Φιλανθρώπως γὰρ ἀπειλεῖ Θεὸς, φόβῳ τῶν κακῶν ἀπεῖρξαι βουλόμενος. Οὐ μισεῖ γὰρ τὸ ἴδιον πλάσμα, οὐδὲ παρήγαγεν ὡς ἂν τιμωρήσηται. Εἰ γὰρ ἦν τοιοῦτος, ἐνῆν αὐτῷ καὶ σιωπῇ τὴν τιμωρίαν ἐργάζεσθαι. Νῦν δὲ σώζειν ἐθέλων προαπειλεῖ. Ἐπεὶ τοίνυν φησὶ τὰ ἡμέτερα τοιαῦτα γέγονεν, ὡς διὰ μεγάλων τιμωριῶν τὸ χρέος ἐκτιννύναι, χρεία τοῦ σοῦ ἀγαπητοῦ τὰς συμφορὰς ἡμῖν διαλύοντος χάριτι. Ἀφ' οὗ γὰρ κατὰ τὴν προφητείαν ἡ παρθένος λέγεται τετοκέναι, πανταχοῦ εὐαφόρμως μνημονεύει τοῦ παιδίου. Οἱ δὲ λέγοντες ἐκ φιλοθεΐας γενέσθαι τῷ ἀγαπητῷ τοῦ Πατέρος ὅπερ ὠδίνουσα γυνὴ, ἐμμένουσι τῇ τροπῇ, σωτηρίας λέγοντες πνεύματα τεκεῖν τοῖς ἐπὶ τῆς γῆς· ὅπερ ἁρμόττει προφήταις, ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. Τῆς γὰρ θείας μυσταγωγίας ἄνωθεν πλουτοῦντες τὰ σπέρματα, τοῖς ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας ἐξέτεκον, τὴν ἐν πνεύματι δηλονότι διδασκαλίαν. Φίλον γὰρ τῇ Γραφῇ πνεῦμα καλεῖν ἔσθ' ὅτε τάς τινων συγγραφὰς, κατὰ τό· "∆οκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θείου εἰσίν." Πνεύματι γὰρ ἁγίῳ τὸ σωτήριον κήρυγμα λέγεται, κοσμικῷ δὲ, τὰ τούτῳ μαχόμενα. ∆ιό φησιν ὁ Παῦλος· "Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ." Πνεῦμα τοίνυν σωτηρίας, τὸ εὐαγγελικὸν ἐκάλεσε κήρυγμα τὴν αἰώνιον ζωὴν προξενοῦν. Τινὲς δέ φασιν τὴν ἐκ τῆς ἀπειλῆς ὠφέλειαν ἐμφαίνειν. Ὡς ἀγαθὸν γὰρ σπέρμα τὸν σὸν φόβον δεξάμενοι, καὶ τοῦτον κυοφορήσαντες, ἐν καιρῷ τῷ δέοντι σωτηρίαν ἐκαρπωσάμεθα. Ἔτι γὰρ οὖσιν ἡμῖν ἐπὶ γῆς καιρὸν μετανοίας ἐχαρίσω, μὴ προανελὼν τῇ κατ' ἀξίαν δίκῃ, ἀλλ' ἐνδοὺς ἐπιστραφεῖσι σωθῆναι. Καὶ νεκροὶ ὄντες τοῖς παραπτώμασι, νῦν ἐγερθησόμεθα ὡς ἀπὸ μνημείων ἀντιλήψεως τυχόντες τῆς παρὰ σοῦ. Ὑφ' ἧ τελοῦντες, ἀγαλλιασόμεθα τῶν κακῶν ἔργων ἀπεσχημένοι. Τὸν σὸν γὰρ ἔλεον ὡς 2228 δρόσον ἐφ' ἡμᾶς ἐκπέμπεις ἰατικὴν τῶν ἀσεβῶν ἀπολλυμένων. Τοῖς φύσει δὲ συμβαίνουσι παραδείγματι χρῆται πρὸς κατανόησιν. Καὶ παρ' Ἰεζεκιὴλ δὲ τῶν Ἰουδαίων ἀπειρηκότων εἰ διὰ μακρὸν χρόνον, τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, καὶ τοῦ ναοῦ τὴν οἰκοδόμησιν ὁ Θεὸς ὑποδείκνυσι τῷ προφήτῃ, νεκρῶν ὀστᾶ καὶ διὰ κηρύγματος τοῦ προφήτου ζωοποιεῖσθαι κελεύει, ζωπυρῶν τῷ λαῷ τὰς ἐλπίδας διὰ τῆς τῶν ἀπεγνωσμένων ἀναβιώσεως. Τινὲς δέ φασιν, ἐπείπερ ἔφη πνεῦμα τεκεῖν ἐπὶ τῆς γῆς σωτηρίας, ὁρᾶται δὲ τῶν ἐπὶ γῆς ἔτι κατισχύων ὁ θάνατος, ὥς τινος ζητοῦντος, ποῦ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ ὄνησις. Ποῦ δὲ τῆς σωτηρίας τὸ πνεῦμα; τὴν ἀπολογίαν ἐπάγων φησὶν, ἀναστήσονται οἱ νεκροί. Ὑπὲρ παντὸς γὰρ, καθά φησιν ὁ Ἀπόστολος, ἐγεύσατο θανάτου Χριστὸς, καὶ πάντων τῶν κεκοιμημένων γέγονεν ἀπαρχὴ, καὶ πάντων ἀνισταμένων τοῦ θανάτου τὸ κράτος καταργηθήσεται, εἰ καὶ νῦν ἔτι θνήσκομεν, μήπω τοῦ τῆς ἀναστάσεως παρόντος καιροῦ. Τότε γὰρ ἀναστήσονται πάντες. Καὶ τίς ὁ τρόπος; Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστίν. Τὴν δὲ ζωοποιὸν τοῦ πνεύματος ἐνέργειαν οὕτω καλεῖ, δι' ἧς ἀναστήσονται. Καὶ τοῦ ∆αβὶδ λέγοντος· "Ἀποστρέψαντος γάρ σου τὸ πρόσωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." Ἀλλ' οἱ μὲν ἐν γῇ πεσόντες ἀναβιώσονται· ἡ δὲ γῆ πεσεῖται τῶν ἀσεβῶν. Ὃ δεῖ παθεῖν τῇ τῶν Ἰουδαίων χώρᾳ συνέβη. Πεπαρῳνήκασι γὰρ εἰς Χριστὸν, καὶ τοὺς τῆς σωτηρίας τεκόντας πνεῦμα τοῖς ἐπὶ γῆς. κʹ, καʹ. 9Βάδιζε, λαός μου· ἔσελθε εἰς τὸ ταμεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου. Ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου9, κ.τ.λ. Μετὰ τὴν διδασκαλίαν τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ πνεῦμα τὸ προφητικὸν ὁρῶν τοὺς ἁγίους ἐπὶ ταὐτὸ συνηγμένους, τήν τε ἐπιοῦσαν ἐξ ἑτέρου μέρους τοῖς ἀσεβέσι κατανοῆσαν ὀργὴν, προσφωνεῖ τοῖς