134
ἁγίοις ἀναχωρεῖν πρὸς βραχὺ, μηδὲ θεωροὺς γενέσθαι τῆς τῶν ἀσεβῶν ἀπωλείας. Ταμεῖα δὲ αὐτῶν, αἱ πολλαὶ παρὰ τῷ Πατέρι τυγχάνουσι μοναὶ δικαίως ἅπασι διαιρούμεναι, εἰς ἃς εἰσελθὼν, φησὶ, μὴ περιεργάζου τὰ πόῤῥω τοῖς ἀσεβέσι γινόμενα. Παρελθούσης δὲ τῆς ὀργῆς, ἀναπετάσας τῶν σῶν ταμιείων τὰς θύρας, μετὰ πολλῆς ἐξουσίας πρόϊθι τὸν νέον ἐποπτεύων αἰῶνα, καὶ τὴν ἐπηγγελμένην σοι βασιλείαν τοῦ Θεοῦ. Τινὲς δέ φασιν, ὡς ἐπείπερ ἤμελλον οἱ τὸ σωτήριον πνεῦμα πᾶσι καταγγέλλοντες τοῖς ἐπὶ γῆς δεινοῖς ἀνηκέστοις καὶ θανάτῳ περιπεσεῖν, τούτους ἐπαλεῖφον τὸ τοῦ Θεοῦ πρόσωπον ἐπεισάγεται λέγον· Εἴσελθε εἰς τὰ ταμεῖά σου, τὰ μνήματά φασι, 2229 τἀπὶ γῆς εὐφήμως οὕτω καλῶν, παραγγέλλων ἐν ἴσῳ τοῖς ἀποκρυπτομένοις ἀποκλείειν τὰς θύρας μέχρι παρέλθῃ ἡ ὀργὴ Κυρίου. Εἴρητο μὲν γὰρ τῷ Ἀδάμ· "Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Λυθήσεται δὲ τῆς ἐκ κατάρας φθορᾶς ἐν τῇ συντελείᾳ καταργουμένου θανάτου. Συμβουλεύει τοίνυν ἀνασχέσθαι τοῦ θανάτου μέχρι παρέλθῃ, κἂν μυσταγωγοῦντας συμβαίη τοῦτο παθεῖν πρὸς τῶν μισούντων τὴν ὑπ' αὐτῶν κηρυττομένην ἀλήθειαν. Ἐπάξει γὰρ αὐτοῖς ἐξ ἁγίου τὴν πρέπουσαν ὀργὴν ὁ Θεός. Τὸ δὲ, Θεὸς ἐξ ἁγίου, ὅμοιον τῷ· "Ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα πῦρ, καὶ θεῖον," ὁ Υἱὸς ἀπὸ τοῦ Πατέρος· "Ὁ γὰρ Πατὴρ, φησὶ, κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ." Τῆς οὖν ὀργῆς ἐπαγομένης κατὰ τῶν τοῖς ἡγιασμένοις ἐπενεγκάντων χεῖρας φονικὰς, οὐ κατακρύψει τοὺς ἀνῃρημένους ἡ γῆ. Τοῦτ' ἔστι, Τοῦ Θεοῦ τὴν κρίσιν οὐδὲν διαφεύξεται, τῶν ἁγίων μαρτύρων ἐν μνήμῃ κειμένων αὐτοῦ. Καὶ Μωσῆς γὰρ ἔφη, Τὸ αἷμα τῶν υἱῶν αὐτοῦ. Ἤγουν φησὶ μηδένα λαθεῖν τῶν ἐν τῇ γῇ πάλαι τὰς ψυχὰς ἀνῃρημένων διὰ τῶν πρὸς θάνατον ἁμαρτημάτων, ὀργῆς ἐπ' αὐτοὺς φερομένης δηλαδὴ τῶν ἐν ταῖς κολάσεσι διακονουμένων ἀγγέλων, κατὰ τὸ ῥηθὲν ἐπ' Αἰγυπτίων· "Ἀπέστειλεν ἐπ' αὐτοὺς ὀργὴν καὶ θυμὸν καὶ θλίψιν ἀποστολὴν δι' ἀγγέλων πονηρῶν." Καὶ ἑκάστη δὲ ψυχὴ γεώδης καὶ φιλοσώματος, τὰ αἵματα, τοῦτ' ἔστι τὰ πρὸς θάνατον ἑαυτῇ πλημμεληθέντα ἐξομολογουμένη πάντως ἀποκαλύψειε. Τινὲς δὲ οὕτως ἐξηγήσαντο· Πρὸς τὰ ἐν ψυχῇ κεκρυμμένα κινήματα Θεὸς ἐφαρμόττεται. Ἐπειδὴ γὰρ, ποτὲ μὲν ἠπείλει, ποτὲ δὲ χρηστὰς ἐλπίδας παρείχετο, ἐξ ὧν ἐθορυβοῦντο, μὴ εἰδότες ὃ πράξουσιν, εἰκότως ἐπιστροφὴν τῇ ψυχῇ ἐργαζόμενος, χωρεῖν εἰς ἑαυτὴν κελεύει, ἔργα τε ἐποπτεύειν τὰ ἴδια, οὐ μεταβατικῇ κινήσει, τῇ δὲ τῶν λογισμῶν ἀνακρίσει πορευομένων, ὡς ἂν προφθάσαντες τὸν μηνυθέντα κριτὴν, εἴτι μὲν πονηρὸν, ὡς ὕλην ὑπάρχον πυρὸς δαπανήσωσι, φυλάττοιεν δὲ τὰ χρηστὰ δίκην χρυσίου δοκιμαζόμενα. Ὁμοίως καὶ ὁ Σωτὴρ παρακελεύεται τοῦ ταμιείου κλείειν τὰς θύρας ὁμοῦ μὲν τὰς αἰσθητὰς, ὁμοῦ δὲ παιδεύων τῆς τῶν περιττῶν ἀπαλλάττεσθαι προσπαθείας, ὡς ἂν ὁρῶν Θεὸς σχολάζουσαν τὴν διάνοιαν, ὡς εἰς καθαρόν τινα πίνακα τὰ ἴδια γράφῃ βουλεύματα. Οὕτως ἐννοοῦντος Ἱερεμίου τὰ Ἠσαΐᾳ προφήταις τε λοιποῖς πραχθέντα παρὰ τῶν Ἰουδαίων, καὶ προσδοκῶντος πείσεσθαι χείρονα, καὶ τῆς ἰδίας κρείττω δυνάμεως, πρὸς ταῦτα τῆς ψυχῆς αὐτοῦ τὰ κινήματά φησιν ὁ Θεός· "Πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σέ." ∆ιότι μετὰ τοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. Ὀργὴν δὲ ἐπαγομένην ἀπὸ Κυρίου, οὐ τὴν ἐκ θυμοῦ φησὶ τροπὴν (ἀπαθὲς γὰρ τὸ θεῖον) τὴν δὲ πρὸς τὰ παρ' 2232 ἡμῶν πλημμεληθέντα δίκην ὀφειλομένην, ἣν ἐπάγει οὐ πρὸς τοὺς παροικοῦντας, ἀλλὰ κατοικοῦντας ἐπὶ τῆς γῆς, οἱ τοῦ παρόντος αἰῶνος μόνον εἰσὶ τὰς πρὸς τὸ μέλλον ἐλπίδας ἁπάσας ἀπειρηκότες, λέγοντες· "Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν." Οἷς ἐναντία τῶν παροικούντων ἐπὶ τῆς γῆς ἡ διάθεσις. Τῆς δὲ δίκης ἐπαχθείσης, τὰ ἑκάστου κακὰ πρόδηλα γίνεται, ἅπερ μακροθυμοῦντος ἔτι τοῦ Θεοῦ συγκαλύπτεται. Πᾶσι γὰρ δῆλον ἐπαγομένης ὀργῆς ὡς ἡ δίκη πονηρῶν ἐστι πράξεων τιμωρὸς, εἰ καὶ πρώην ἐλάνθανον. Τοῦτο καὶ ἐφ' ὑμῶν ἔσται, φησὶ, θυσάντων τὰ τέκνα τοῖς δαιμονίοις. Καὶ αὕτη τοίνυν ὑμῶν ἡ γῆ κατηγορήσει δεξαμένη τούτων τὰ αἵματα.