135
Καὶ ταῦτα μὲν οὗτοι. ΚΕΦΑΛ. ΚΖʹ. αιαʹ. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα· ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα9, κ.τ.λ. Οἱ δὲ περὶ τῆς συντελείας εἰρῆσθαι ταῦτα, καὶ τῆς ἐπὶ ταύτῃ νομίσαντες κρίσεως, ἔφασαν, ὡς τούτων ἐπιτελεσθέντων ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ∆ιὸ ἐπὶ τέλει τῶν ὅλων, καὶ μετὰ πάντα (τοῦτο γάρ ἐστι τὸ, τῇ ἡμέρᾳ ἐκείνῃ) ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν ἰσχυρὰν (μήτι δὲ τοῦ τὴν ἁγίαν, σκληρὰν ἐξέδωκαν οἱ λοιποὶ) ἥτις μηδενὶ τῶν ἄλλων ἐπαχθεῖσα ἐτηρεῖτο τῆς αὐτοῦ κακίας, ἀναλόγως τῷ τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ σκελίσαντι, καὶ στάσεως καταβαλόντι τῆς παρὰ τῷ Θεῷ. Περὶ οὗ φησὶν, "Ὁ δὲ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς." Ὁ μετὰ τοὺς πρωτοπλάστους καὶ τοὺς ἐξ αὐτῶν δι' ἀπάτης ἑλὼν, προσφυῶς ὄφις ῥηθεὶς, ὡς ἕρπων τε χαμαὶ καὶ τοῖς τῶν ἀνθρώπων ἐφεδρεύων ποσὶν, ὡς ἂν αὐτοῖς τὸν ἰὸν ἐμβαλὼν τῆς ὀρθῆς καὶ πρὸς τὸν Θεὸν ἀγούσης καταβάλοι πορείας. "Αὐτὸς γάρ σου, φησὶ, τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν." Μωσῆς μὲν οὖν τὴν ἐξ αὐτοῦ μόνον ἀπάτην εἰπὼν, τὴν μένουσαν αὐτὸν δίκην παρέλιπεν, ἣν ὁ παρὼν προφήτης ἐδίδαξεν. Ἡ μὲν οὖν τοῦ Θεοῦ ῥάβδος εὐθεῖά τις οὖσα καὶ παιδευτικὴ, κατὰ τό· "Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου," τοῖς ἰάσιμα ἡμαρτηκόσι τετήρηται πρὸς διόρθωσιν. Ὁ δὲ [ὅφις] ὅλος δι' ὅλου καμπύλος καὶ σκολιὸς ἕρπων τε χαμαὶ ἐπὶ κοιλίαν καὶ στῆθος καὶ τὰς ἁπάντων πτέρνας τηρῶν, μετὰ τοὺς ἀσεβεῖς πάντας, τῇ σκληρᾷ καὶ μεγάλῃ καὶ ἰσχυρᾷ μαχαίρᾳ παραδοθήσεται, ἣν ἔφασαν οἱ Ἑβδομήκοντα· δι' ἧς ὁ τοῦ Θεοῦ σημαίνεται λόγος ὁ ζῶν καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὃς ὡς ἐναντίῳ τῷ δράκοντι ἐπελθὼν ἀνεῖλεν φασὶν αὐτὸν, ἐξ ὄντων τὴν ὑπόστασιν ἀφανίζων αὐτοῦ, καὶ πρὸς τὸ 2233 μὴ ὃν ἀναλύων τὴν ὕπαρξιν, οὐ δὲ γὰρ τῆς ὀργῆς τοῦ Θεοῦ καταξιοῦται παιδευτικῆς οὔσης καὶ ἐπιστρεπτικῆς, περὶ ἧς φησί· "Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μὴ δὲ τῇ ὀργῇ σου παιδεύσῃς με." Τὸ μὲν γὰρ ἐλεγκτικὸν, τὸ δὲ παιδευτικόν. Ἅπερ ἁρμόττει τοῖς ἡμαρτηκόσιν ἰάσιμα, ἀλλ' οὐ τῷ ∆ράκοντι τῷ ἐξαφανισθῆναι μόνον ὀφείλοντι. Τὴν δὲ ἐπαγομένην θεασάμενος μάχαιραν χωρήσεται πρὸς φυγὴν, δι' ἀφροσύνην λέγειν οὐχ οἷός τε ὢν, "Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;" Πειράσεται δ' οὖν εἰς τοὺς ἰδίους ἀποφεύγων ἰουχοὺς [φ. ἰωχμοὺς] κατακρύπτεσθαι τῇ καλουμένῃ θαλάσσῃ, ἐν ᾗ εἴρηται δράκων οὗτος, "ὃν ἔπλασας, ἐμπαίζειν αὐτῷ." Περὶ οὗ φησιν Ἰώβ· "Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. Καὶ μεθ' ἕτερα· Τοῦτό ἐστιν ἀρχὴ πλάσματος Κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ." Καὶ πάλιν· "Αὐτός ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν." ∆ιδάσκει δὲ τούτου χάριν αὐτῷ συγκεχωρῆσθαι τὸ ζῇν, ἐπὶ τῷ πρὸς τῶν ἁγίων ἐγκαταπαίζεσθαι γυμναζομένων τῇ πρὸς αὐτὸν πάλῃ. Λελυμένου δὲ τοῦ ἀγῶνος, καὶ τῶν ἀμοιβῶν ἑκάστῳ δικαίως παρεχομένων μετὰ τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν, ἡ μάχαιρα ἐπαχθήσεται ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν. Ὡς δὲ Σύμμαχος, κατὰ Λευϊαθὰν τοῦ ὄφεως τοῦ σκολιοῦ, καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὡς δὲ Ἀκύλας, ἐπὶ Λευϊαθὰν ὄφιν ἐσκιρωμένον ἢ ἐπειρωμένον [φ. ἐσκιῤῥωμένον ἢ ἐπεῤῥωμένον], καὶ ἀποκτενεῖ σὺν τὸ κῆτος τὸ ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὡς δὲ κύριον ὄνομα τὸ Λευϊαθὰν πανταχοῦ, κατὰ τὸ Ἑβραϊκὸν, ὀνομάζεται. Κἂν τῷ γὰρ, "Ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι," Λευϊαθὰν εἴρηται. Καὶ ἐν τῷ, "∆ράκων οὗτος." Καὶ ἐν τῷ "Ἄξεις δράκοντα ἐν ἀγκίστρῳ." Πολυώνυμος δέ ἐστιν, ὡς πολυκέφαλος. ∆ράκων, καὶ ὅφις, καὶ διάβολος, κῆτός τε, καὶ Σατανᾶς, καὶ Λευϊαθὰν, καὶ λέων, καὶ βασιλίσκος ὀνομάζεται. Ἐπὶ δὲ τῆς πρώτης ὁ Σωτὴρ παρουσίας οὐκ ἐχρήσατο αὐτῷ ὡς μαχαίρᾳ, οὐδὲ ἀνεῖλεν αὐτὸν, ἐπέβη δὲ μόνον αὐτῷ, καὶ τὰς δυνάμεις αὐτοῦ κατεπάτησεν. Πρὸς ὃν εἴρηται· "Ἐπὶ ἀσπίδα καὶ