136
βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα, καὶ δράκοντα." Καὶ νῦν δὲ αὐτὸν πατεῖ, διδοὺς τοῖς μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Τῇ δὲ συντελείᾳ παντελῶς αὐτὸν ἀνελεῖ. Κἀνταῦθα ὁ περὶ τῆς καθολικῆς τοῦ Θεοῦ κρίσεως περιγράφεται λόγος. Ἕτεροι δέ φασιν, ὡς τοῖς αὐτοῦ τέκνοις τοῖς ἀποκτείνασι τοὺς ἁγίους συνανελεῖ καὶ τὸν Σατανὰν, ὃν καὶ φεύγοντα διὰ δειλίαν καλεῖ, καὶ σκολιὸν, διὰ πανουργίαν. Πλὴν ἀναιρεθήσεται. Καὶ γὰρ 2236 ἀπρακτήσει λοιπόν. Μᾶλλον δὲ τοὺς τῆς ἀνοσιότητος ἀποτίσει λόγους, ποινὴν ὑποστὰς τὴν ἐσχάτην, καὶ ταῖς ᾅδου πύλαις κάτοχος γεγονὼς, τῆς εἰς αἰῶνα φλογὸς ἀτελεύτητον ὑπομένων τὴν κόλασιν. Ἄλλοι δὲ λέγουσιν, ὡς μάχαιραν ἐνταῦθα τὴν ἐνέργειαν τῆς δίκης καλεῖ, ἣν ἁγίαν φησὶν, ὁμοῦ μὲν παραμυθούμενος τὸ φοβερὸν τῆς ἀπειλῆς, ὁμοῦ δὲ δεικνὺς, ὡς οὐκ εἰς ἀπώλειαν οἱ τιμωρούμενοι καταστρέψουσιν, ἁγιωσύνης δὲ αἴτιον αὐτοῖς ἔσται μετανοήσασιν. Καὶ γὰρ οὐκ ἀπολέσαι βούλεται Θεὸς παιδεύων, ἀλλὰ καθᾶραι καὶ ἁγιάσαι ἐπιστρέψοντας. ∆ράκοντα δὲ τὸν Ἀσσύριον, ἢ τὸν Χαλδαῖον καλεῖ. Τὴν δὲ ἀναφορὰν ἐπ' αὐτὸν ποιεῖται τὸν τῆς κακίας γεννήτορα τὸν διάβολον, ὃς τῆς παντελοῦς συντελείας ἐπενεχθείσης, καὶ τῶν τοῦ κόσμου μερῶν παρελθόντων, ἃ τὴν πλάνην αὐτῷ καὶ τὴν ἐπιθυμίαν .... τὴν ἐμὴν δύναμιν. Ἀλλ' οἱ μὲν τοῦ Θεοῦ πολέμιοι. Ἡμεῖς δὲ, ὡς ἂν σωφρονισθέντες ἀφ' ὧν ἐκεῖνοι πεπόνθασιν, εἰρήνην ποιήσωμεν αὐτῷ. Ταῦτα γὰρ ὁ προφήτης τοῖς τῆς ἰδίας μερίδος φησί· "Χαλεπὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος." Οἱ δὲ ἐρχόμενοι τίνες εἰσιν ἐπενήνοχεν. Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἑξῆς· σαφῶς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττόμενος, περὶ οὗ πρότερον ἔλεγε· "Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα." Ἰουδαῖοι γὰρ ὄντες, τέκνα ἦσαν τοῦ Ἰακώβ. Ἐξήσθησαν δὲ οὐ ξύλα, χόρτον, καλάμην, βλαστὸν δὲ ἀγαθὸν, καὶ ἄνθος εὐῶδες πᾶσαν γῆν τῆς εὐωδίας πληρώσαντες. Αὐτοῖς οὖν, καὶ τοῖς αὐτῶν φοιτηταῖς, τὸ ποιήσωμεν εἰρήνην αὐτῷ, παραινῶν φησὶν ὁ προφήτης. Ἐπληροῦντο δὲ ταῦτα ὅτε εἰς πᾶσαν τὴν οἰκουμένην ἐκήρυττον· "Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατέρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ." ∆ιὸ καὶ πόδας εἶχον ὡραίους, δι' ὧν τ' ἀγαθὰ τῆς εἰρήνης εὐηγγελίζοντο. Τινὲς δέ φασι τοῖς ἁπανταχόθι λαοῖς ταῦτα παραινεῖν τὸν προφήτην. Ἐπειδὴ δὲ δεδυσσέβηκεν εἰς τὸν λυτρωπὴν Ἰσραὴλ, καὶ ἀπελάκτισεν ὁ πρωτότοκος, ἡμεῖς οἱ μέλλοντες ἥξειν κατὰ καιροὺς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ πλάνης εἰς γνῶσιν, ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν, ποιήσωμεν εἰρήνην, τὴν ἀρχαίαν καταλύσαντες ἔχθραν. Ἀνῃρημένης γὰρ τῆς ἁμαρτίας, καὶ καθῃρημένου τοῦ Σατανᾶ, οὐδὲν ἐμποδὼν σπείσασθαι τῷ Κυρίῳ, καὶ τοῖς ἐκείνου πειθαρχῆσαι προστάγμασιν. Τοιαῦτα καὶ Παῦλος τοῖς ἐξ ἐθνῶν· "∆ικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυρίου ἠμῶν Ἰησοῦ Χριστοῦ." Παρακαλέσας δὲ τοὺς ἐρχομένους (περὶ ὦν φησὶ καὶ ∆αβὶδ, "Ἀναγγελήσεται αὐτῷ γενεὰ ἡ ἐρχομένη"), τὸν λόγον ἐπὶ τοὺς ἀποστόλους μετήνεγκε χαίρων, ὅτι Χριστῷ τὴν οἰκουμένην ἐκτήσαντο. Σύμφωνον δὲ τῷ, ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ, τὸ, "Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν." Καρποὶ γὰρ ἱδρώτων ἀποστολικῶν οἱ πιστεύσαντες, οὓς χάριν καὶ στέφανον ὁ μακάριος ὠνόμασε Παῦλος. 2237 Τινὲς δέ φασι τοῖς ἐφ' αὑτοῦ ταῦτα συμβουλεῦσαι τὸν προφήτην μὴ βουλόμενον αὐτοὺς τῶν προηπειλημένων εἰς πεῖραν ἐλθεῖν. Μεταθέσθε γὰρ, φησὶν, οἱ πρὸς τὸν ἑαυτῶν δημιουργὸν ἀράμενοι πόλεμον, ἄμαχον αὐτὸν ἔχειν τὴν φύσιν ἐπεγνωκότες. Οὕτω γὰρ καὶ τὰ τοῦ γένους ἐπίδοσιν λήψεται, καὶ ἡ οἰκουμένη πᾶσα παρ' ὑμῶν οἰκηθήσεται. Ἀντὶ δὲ τοῦ, εἰρήνην ποιήσωμεν αὐτῷ οἱ ἐρχόμενοι, παρέθεντό τινες κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, εἰρηνοποιήσει μοι τοὺς ἐρχομένους, καὶ Εἶπον· εἰς γὰρ τοὺς τελευταίους ἡ ἐπιστροφή. Εἶτα φησὶν ὁ προφήτης· Μὴ ὡς αὐτὸς οὕτως ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται; ὁ δὲ νοῦς· Μήτι κακὸν ἀντὶ κακοῦ τοῖς ἔθνεσιν ἀπεδίδοσαν οἱ κηρύττοντες αὐτοῖς εἰρήνην, καὶ ταῦτα παρ' αὐτῶν πάσχοντες τὰ δεινότατα; διὸ