137
πρὸς τοὺς ἀπίστους φησίν· Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; ἀλλ' ἐπεὶ πάντα ἔφερον γενναίως διὰ Χριστὸν, ἐπήνεγκεν· Ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακὼβ, τοῦτο αἴτιον τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, καὶ τῆς εὐλογίας εἰπών. Εἰ γὰρ σωθήσεται διὰ τῆς τεκνογονίας, ἑὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης, κατὰ τὸν Ἀπόστολον, ἀκόλουθόν ἐστι καὶ τὸν Ἰακὼβ τέκνα βλαστήσαντα, διὰ τῆς τούτων ἀρετῆς κοινωνῆσαι αὐτῶν τῇ εὐλογίᾳ. ∆ηλοῖ δὲ πολλοὺς διὰ τῆς ἀποστολικῆς σωθήσεσθαι χάριτος καὶ τῶν κατὰ σάρκα γειτνιώντων αὐτοῖς. Μάλιστα δὲ ταῦτα γενήσεσθαί φησι τῆς εἰδωλολατρείας καταργουμένης τῇ τῶν εἰρημένων διδασκαλία. Τινὲς δέ φασιν, ἐπειδήπερ εἶπεν, ὡς ἡ οἰκουμένη τοῦ καρποῦ τοῦ Ἰσραὴλ ἐμπλησθήσεται, ὥς τινος ἀνθυποφέροντος· καὶ μὴν γέγονε σκληρὸς, καὶ τοὺς ἁγίους ἀπέκτεινέ φησιν, ὡς οὐ πρὸς ἃ ἔπραξαν αὐτοῖς, ἡ τῆς ἡμερότητος προσῆλθεν πηγὴ, νικῶν δὲ φιλανθρωπίᾳ, οὐκ εἰς ἅπαξ ἀπολεῖ τὸ διὰ τοὺς πατέρας ἀπόλεκτον γένος. Τοιγαροῦν φησὶ διά τινος τῶν προφητῶν ὁ Θεός· "Τί σοι ποιήσω, Ἐφραΐμ; Τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδαμὰ θήσομαί σε, καιὡς Σεβωείμ; Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ. Συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐκ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραῒμ, διότι Θεὸς ἐγὼ ἐν σοὶ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος." Ὡς γὰρ Θεὸς ἄφατον ἔχει τὴν ἡμερότητα. Τινὲς δέ φασιν ὡς οὐ τῶν ὁμοίων ἔτυχον. Αὐτοὶ μὲν γὰρ ἀνέστησαν εἴδωλα πρὸς ἀναίρεσιν τῆς αὐτοῦ θεότητος ὅσον τὸ ἐπ' αὐτούς· αὐτὸς δὲ οὐ παντελῶς αὐτοὺς ἀναιρεῖ, ἀλλὰ τὰ μὲν ἐπιπλήττων, τὰ δὲ ὑπομιμνήσκων, ὧν ἔτυχον ἀγαθῶν, τὴν ἀνάκλησιν τῆς αἰχμαλωσίας ἐποιήσατο. Λέγων δὲ, Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτούς; ὑπομιμνήσκει τῆς ἀπειλῆς, ἧς 2240 κατὰ τῶν εἰδώλων ἐποιοῦντο θρασέως ἐπαγγελλόμενοι ἐκτρίψειν αὐτὰ, παρακαλῶν αὐτοὺς εἰς ἔργον ἀγαγεῖν τὴν ὑπόσχεσιν. Οὕτω γὰρ, φησὶ, καὶ ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν καθαρισθήσεσθε. Ἀλλὰ γὰρ ἐπὶ τὴν πρώτην ἐξήγησιν ἐπανέλθωμεν. Ταῦτα γὰρ τῶν ἀποστόλων πεποιηκότων, καὶ τοῦ κηρύγματος πεπληρωκότων τὴν γῆν, τὸ πάλαι κατοικούμενον ποίμνιον ἀφεθήσεται. Οὐ γὰρ ἐδέξατο τὸν καλὸν ποιμένα τὸν θέντα τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων. ∆ιὸ τὰς ἑαυτῶν ψυχὰς, οἷα δὴ χώρας τινὰς, ἐποίησαν βόσκημα, ἃς ἐλυμήνατο ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο, καὶ ἐν αὐταῖς οἱ φθείροντες ἀνεπαύσαντο. Ἅπερ οὕτως ἐξέδωκε Σύμμαχος· Πόλις γὰρ ὠχυρωμένη μόνη, καλὴ ἀφεῖται, καὶ ἐγκαταλέλειπται, ὡς ἔρημος. Ἐκεῖ νεμηθήσεται μόσχος, καὶ ἐκεῖ κοιτασθήσεται, καὶ ἀναλώσει τοὺς κλάδους αὐτῆς. Ἐν τῷ ξηρανθῆναι τὸν θερισμὸν αὐτῆς, συντριβήσονται. Οἷς καὶ τὰ τῶν λοιπῶν ἑρμηνευτῶν συμφωνεῖ. Αὔτη δέ ἐστιν ἡ καὶ πρὶν εἰρημένη πόλις ὀχυρὰ καὶ ἀμπελὼν ἡ καλὸς, ἥν φησιν ἔρημον ἔσεσθαι μετὰ τὸ τῶν ἀποστόλων πανταχοῦ κυρωθῆναι τὸ κήρυγμα, καὶ τὴν τῆς εἰδωλολατρείας καθαίρεσιν. Τινές φασιν. ὡς εἰπὼν μὴ τὴν ἴσην ἀπαιτηθήσεσθαι δίκην ὧν κατὰ τῶν ἁγίων ἐπλημμέλησεν Ἰσραὴλ, ἐπάγει ποῖον ἄρα τὸ μέτρον τῆς ἐπ' αὐτοῖς ἔσται κινήσεως. Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτοὺς, δηλονότι τῆς πρὸς αὐτὸν οἰκειότητος. Ἀπεπέμψατο γὰρ τὸν Ἰσραὴλ ὁ Σωτὴρ μαχόμενος, ἀντὶ τοῦ ἐπιπλήττων. Ἔφασκε γὰρ ὀνειδίζων αὐτοῖς· "Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας," καὶ τὰ ἐφεξῆς. Ὁρᾷς ὡς ἐπιπλήττων, αὐτοὺς ἀπεπέμψατο. Ἀλλὰ σέσωσται τὸ κατάλειμμα, καθά φησιν Ἡσαΐας· "Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται." Ὀνειδίζει δὲ καὶ ὁ προφήτης μετὰ παῤῥησίας αὐτοῖς, ὡς μελέτην πεποιημένοις ἀναιρεῖν τοὺς ἁγίους. Κἂν ἀρνήσησθε, φησὶν, μάρτυς ὁ λέγων· "Τίνα γὰρ τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;" Καὶ πάλιν· "Ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ." ∆ιὰ μέσου δὲ τούτους ἐλέγξας, πάλιν ἔχεται τῆς πρώην ἀκολουθίας ὡς ἐκ Θεοῦ λέγων. ∆ιὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ. ∆ιὰ τοῦτο ποῖον; ἐπειδὴ οὐχ ὡς αὐτὸς ἀνεῖλεν,